Vaticanus_Graecus_821 | Vatopedi_84 |
---|---|
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἁπο βαρνάβα. ευ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγώ καὶ ἐδούλευσα προθύμως ἀναγκαίον, ὠήθην ἃ ἴδον μυστήρια καὶ ήκουσα ἐζηγήσασθε. ἐγὼ ϊωάννης σὺνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δε χάριν πνς ἁγίου λαβῶν, διά τε πέτρου τοῦ ἀπὸστόλου καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετα δὲ τὸ βαπτισθήναῖ με ἶδον ἐν οράματι, ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολὴ περὶβεβλημένον, καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὅνομά σου μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τα μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὄραμα εἶδον, σύντρομος γενάμενος ἀπελθῶν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἣν ἔγγιστα ἡνίκα ἀνεθέμην τα τοιαύτα ρήματα. εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες. γνώθη γὰρ ὅτι καμοὶ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθήναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ εαὐτοῦ· ἔχει γαρ τινὰ μυστήρια θεϊκά. νῦν οὖν τεκνον φύλαξόν σε αὐτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ήκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταύτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἦλθωμεν ἐν ἀντιοχεία· ἐκείθεν τοίνυν κατηντήσαμεν ἐν σελεύκια, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέραν τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οῦ περὶἦλθωμεν πάσαν τὴν κύπρον· ἀναχθεντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε λοιπὸν παρέμεινα ὡσ ἡ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυσικὰ μέρη πορεύεσθαι καὶ οὐκ είασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. ηὕρον δὲ τὸν παύλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει αὐτὸν ὥστε εἰσἐλθειν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλὴμ τῆ ἐορτῆ. πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγίνετο. βαρνάβας δε παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησαι αὐτοῖς, ἄχρις οῦ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεὶ ἀπέμεινα χρόνους ἱκανοὺς. ὁ δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. καὶ οἱ ώντες ἀδελφοὶ ἐκεὶ ἐλεγον ὥστε με σὺν αὐτοῖς ἀκολουθήσαι· διὰ τὸ εὔχειν μοι ὑπάρχειν ἐως τέλους αὐτοῖς ἀκολουθήσαι· ὥστε λέγειν τον παύλον· ὅτι εἰ βούλη λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σὲ αὐτοῦ, πορεύου ετέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν εαὐτω γενόμενος· εἶπεν· ὄτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὁδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδέη ἐστὶν περ παύλε, λαβὼν αὐτὸν πορεύομαι. καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα πρὸσηύξαντο. καὶ ἀναστενάξας παύλος έκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἢν ἡμᾶς κοινῶς καθῶς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις. ἐπειδὴ δὲ οὕτως σοι έδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ· ἵνα τελείως μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἷδες γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθήσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω τεληωθήναι· καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι όψομαι τὸ πρόσωπόν σου περ παύλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανως. ὁ δὲ παύλος ἔφη προς αὐτόν· καμοὶ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεὶ γὰρ αὐτῶ ἡτοίμαστε φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τη δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακείθεν σοι δηχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἡσπασάμεθα τοίγὰρ οὗν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἡρωτῶμεν περᾶσαι εἰς κύπρον καὶ ὁ ἄνεμος ἐναντίος ηὑρεθη. καὶ οὐκ ηδυνήθημεν περᾶσαι· ἥλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιἀλὸν ένθα πηγὴ ἣν, ἀνεψύξαμεν οὖν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαὐτοὺς ἐμφανήσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου. ἐκεῖθεν δὲ ἦλθαμεν εἰς παλαίας τῆς ϊσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμόνος γενομένου παρεβάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος ὀνόματι. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας, καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὕρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτον πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθήτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθήτα, ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῆ μώμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τω λόγω ἡρώτων ἡμᾶς· τί ἐστὶν τὸ ἔνδυμα ἐκείνο· ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἃν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσεσθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο, ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἁξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· κατὰγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτησεν αὐτοὺς, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υιυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἐαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν ἁγίαν. λαβῶν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολὴς ἐνέδυσεν τὸν ἔτερον. προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ῶν καὶ οἰ ναύται πολλὰ ἡδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηὐλογήσαμεν αὐτούς. ὁ δὲ εἶς ἐξ αὐτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθήσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διὰπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηυρῶμεν τίμoνα, καὶ ρίστωνα, τοὺς ἱεροὺς δοῦλους, πρὸς οὺς καὶ ἐξενήσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὦ καὶ ἐπὶθέντες τὰς χείρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αὐτοῦ, ἐπὶκαλεσάμενοι τὸ όνομα ιυ. ἣν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς, βίβλον τῆς τοῦ θυ φωνὴς καὶ ποιἡμάτων σύγγραμμα· ταύτην ἐπὶτιθεὶς πάσιν τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει. γενομένων δε ἡμῶν ἐν τῆ πόλει λαπιθῶ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ έασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ προς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστήναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν ἇμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπηθοῦ διὰ τῶν ὁρέων διοδεύσαντες ἤλθομεν εἰς κόμην λαμπαδίστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρῶντες καὶ ἡρακλεῶνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αὐτοῦ. οὗτος ἢν ἀπὸ τῆς ταμασίων, ἐλθὼν ἐπὶσκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὸν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς κιτιεῶν, συντυχίαν πεποικῶς μετὰ παύλου πρὸς αὐτὸν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ αὐτοῦ παρεθεμεθα αὐτῶ τὸν λόγον τοῦ θυ. διἐλθόντων δὲ ἡμῶν τὸ ὅρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφῶ, κακεῖ ηὕραμεν ῥόδονα τινὰ ἱεροδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας σὺνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ϊοὐδαίω τινι ὀνόματι βαρισσοῦ ἐρχομένω ἀπὸ της πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντα πρώην μετα παύλου· οὕτος οὐκ έασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τω κουρίω. καὶ ηὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὅρει ἐπιτελούμενον πλησιον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλήθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτω ὁ βαρνάβας ἐπιστραφεῖς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λυποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος, τῶ ὅντι πλησίον. ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου, πολὺ πλήθος ϊουδαίων ὃν, ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δε ἐπιούση ἥλθαμεν ἐν κῶμη τινὶ, ἔνθα ἁριστοκλιανὸς κατέμενεν· οὕτος λεπρὸς ὣν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παύλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενήθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ όρει, κακεὶ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ, ἥλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλήθος ἢν ἐλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὅρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακει. πρὸσελθὼν οὗν ὁ βαριησοῦς, σὺνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εις τὴν πόλιν, εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὁγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ώραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετειναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κίτιεἰ πολλοῦ θορύβου γενομένου, κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθῶντες παρήλθομεν τὴν πόλιν ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὶ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψήξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμίνα καὶ κατηχήθημεν ἐν ταῖς λεγομέναις νήσοις, ένθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρῶντες ἡρακλίδην ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τῶ τοῦ χυ εὐαγγέλιον, καθηστᾶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρα ματθαίου, ἥρξατο διδάσκειν τοὺς ϊουδαίους. καταντήσαντος δὲ τοῦ βαριησίου, μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθήναι ϊουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα, θυμωθεὶς ὁ βαριἡσοὺς, συνήξεν πᾶν τὸ πλήθος τῶν ϊοὐδαίων καὶ εζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι τῆς σαλαμίνης. καὶ ὡς έδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν, πρὸς τὸν ἡγεμῶνα εὐσεβοὺς ἰεβοσαίου συγγενοὺς νέρωνος κρατήσαντος ἐν κύπρω, μαθῶντες οἱ ϊουδαίοι λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομίον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἐξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρί ὤστε καὶ τὰ ὁστὰ αὐτοῦ κονιὰν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονιὰν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν. εὐρῶν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ϊωάννης, ὁ καὶ μετονομασθὴς μάρκος, καὶ τοῦτον μετα τίμονος καὶ ῥώδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρῶντες σπήλαιον κατηγάγωμεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ έθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ ἀπεθέμεθα ἄμα τοῖς μαθήμασιν, οἷς παρέλαβεν παρα ματθαίου. ἣν δὲ ὧρα τετάρτη τῆς νυκτὸς, δευτέρα σαββάτω. μηνὶ παϋνι εἰς τὰς δεκα ἐπτὰ κατ αιγυπτίους, τῆς δὲ γενεάς ἔτους δωδεκάτου, κατὰ δὲ ρωμαίους μηνὶ ἰουνίω εἰς τὰς ένδεκα. ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὐρῶντες κατεδιωξαν ἡμᾶς ἔως τῆς κώμης ἀεδρῶν·καὶ εὐρῶντες κακεὶ σπήλαιον ἐν τῶ ὅρει πλησίον τῆς κώμης, ἀνελθῶντες κατεφύγωμεν ἐν αὐτῶ, καὶ οὕτως δὲ ἐλίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρισάντων τῶν ϊουδαίων ἐξελθώντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἁρίστωνα καὶ ρόδωνα ἥλθωμεν ἐν κόμη λιμνήτι. εὐρῶντες δὲ πλοίον αἱγύπτιον ἀνήλθωμεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρία. κακεὶ ἐκεινα διδάσκων τοὺς πρὸσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐἁγγελιζόμενος ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀπὸστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα του πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὖδατι τοῦ παπτίσματος, ἐν ῶ ἐλπίζω πρὸσἐνέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν. | μηνὶ ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα· κε ευ° ἐπειδήπερ ἀπο τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ· καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὡήθην ἃ ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχϊερέως· νῦν δὲ χάρις πνς ἁγίου λαβὼν διά τε πέτρου τοῦ ἀποστόλου, καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξιων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος· καὶ ἡ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυὡς δὲ τὸ ὄραμα εἶδον σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ. ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ’ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ρήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἧν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὐπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεηκά·νῦν οὖν τέκνον, φύλαξον σὲ αὐτῶ τὰ ρήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει ταῦτα δι εμου· κατηχηθέντες οὖν παρ αυτοῦ· ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἰκανάς· καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκια. ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω. καὶ ήμην ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον·ἀναχθέντες δὲ ἀπο τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον·ἐπιστρέψας δὲ πάλιν, ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτοὺς· ηὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία·βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον· καὶ ποιῆσαι τὸν χειμῶνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊλημ τῆ ἑορτῆ·πολλῆ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγίνετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς· δια τὸ ἐξ αρχῆς ὑπηρέτην με αυτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τούτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν· ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι. ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην καὶ μάρκον μετὰ σὲ αυτοῦ· πορεύου εἰς ετέραν ὁδόν, οὐ γὰρ ἔλθεις μεθ ημῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβῶν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ· καὶ ἡμεῖς ἐν τῶ πνι τῶ ἀγίω· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν·ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ημᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ, ἴνα τέλειός μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται·οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσάν σοι, πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς·ὁ δὲ παῦλος ἔφη πρὸς αὐτὸν·καμοὶ τῆ νυκτὶ ταύτῆ παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον·ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σοι δὲ ἐν τῆ δοθείση σοι χάριτι· πορεύου εἰς ϊεροσόλυμα προσκυνήσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται, ποῦ σοι τὸ μαρτύριον ἡτοίμαστθη·ἡσπασάμεθα τοιγαρ οὖν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικεία. ηρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηυρέθη καὶ οὐκ ηδυνήθημεν· ήλθομεν δὲ ἐν τῶ κορασίω. καὶ εισελθόντων ἡμῶν παρα τὸν αἰγιαλὸν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν, μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναίτινα, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου·ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ϊσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ, πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνηρ τις εὐφημος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὔρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν·εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἧν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα. ήτις οὐδέποτε ρυπαίνεται οὐδὲ ἐστιν ἐν αυτῆ μῶμος ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπι τῶ λόγω, ηρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας. ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα·κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αυτοῦ παρακαλοῦντες καὶ λέγοντες·ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο·καταγαγὼν δὲ αυτοὺς κάτω εἰς τὴν πηγῆν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὡν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι·κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηυλογήσαμεν αὐτοὺς· ὁ δὲ εἶς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν, καὶ οὐκ εἴασεν βαρνάβας·διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ελθόντες ἐν τῶ λεγομένω κρομυακιάτη· ηύρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους· πρὸς οὺς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ, ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ. ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ· ἦν δὲ ὁ βαρνάβας, μαθήματα παρα ματθαίου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς· καὶ ποιημάτων σύγγραμμα ταύτην ἐπιτιθεις πᾶσιν τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας, κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει·γενομένων δὲ ἡμῶν ἐν πόλει λαπίθων καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρῶ, οὐκ είασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλῆ ἀνεψύξαμεν μικρόν·τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ῆλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου δια τῶν ὀρέων διοδεύσαντες, ήλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρόντες καὶ ἡράκλέωνα ὄντα ἐκεῖ· ἐξενίσθημεν παρ αυτῶ·οὗτος ἦν ἀπο τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αυτοῦ· προς ὸν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπι τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· ὦ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ηρακλείδην. χειροτονήσαντες αὐτὸν εἰς επίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ημῶν τὸ ὄρος τὸ καλούμενον χειονῶδες, κατηντήσαμεν εν παλαιᾶ πάφω· κακεῖ ηύραμεν pοδονα τινὰ ἱερόδουλον· ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ημῖν· συνηντήσαμεν δὲ ϊουδαίω τινὶ ὀνόματι βαρισσου, ἐρχομένω ἀπο τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν, ὄντα πρώην μετὰ παύλου· οὕτως οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ ὑποστρέψαντες ήλθομεν ἐν τῶ κουρίω. καὶ ηύρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιπὸν ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ϊουδαίων ὂν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισσου ἔστη ἔξω τῆς πόλεως· καὶ οὐκ είασαν ημᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ·τῆ δὲ ἐπιούση ήλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν ἐκαθαρίσθη ἐν αντιοχεία·ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω· δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ·εξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολῦ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει ἀσεμνων γυναικῶν τε καὶ ἀνδρῶν, σπενδόντων κακεῖ· προσελθὼν οὖν ὁ βαρισσους συνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνη τις χήρα ὡς ετῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ημῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ εκείνου· ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο·ἐκεῖθεν δὲ ἐξελθόντες, ήλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ημῶν·καὶ ἐλθόντων ημῶν εἰς κιτιεῖς, πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ημῶν ἄπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων, ήλθομεν ἐπι σαλαμινα· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις· ἔνθα κατείδωλος ὁ τόπος ὑπήρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο·κακεῖ πάλιν εὑρόντες ηρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον· καθιστάντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς·εισελθόντων δὲ ημῶν ἐν σαλαμῆνα· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρα ματθαίου· ἤρξατο διδάσκειν τοὺς ϊουδαίους· καταντήσαντος δὲ τοῦ βαριησσου, μετα δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ολίγους ὑπο βαρνάβα θυμωθεὶς ὁ βαριησσοὺς· συνηξεν πὰν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν· καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης, καὶ ὡς ἔδησαν αυτὸν πρὸς τὸ ἀπαγαγεῖν αυτὸν πρὸς τὸν ηγεμόνα εὐσεβοῦς ϊεβουσαίου συγγενοῦς νέρωνος· καταντήσαντος ἐν κύπρω· μαθόντες δὲ οἱ ϊουδαῖοι, λβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου. καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι·εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ· λαβόντες τὴν κονίαν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτὸν· εὐρῶν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ϊωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτον μετα τίμων καὶ ρόδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει·ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες εν αυτῶ ἀποθέμεθα ἅμα τοῖς μαθήμασιν. οἶς παρέλαβεν παρὰ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μενὶ παυνὶ ι̅ζ̅ κατ αιγυτπτίους· τῆς δὲ γενεας ἔτους δωδεκάτου·κατα δὲ ρωμαίους, μηνὶ ἰουνίω ι̅α̅·ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ημῶν καὶ μόλις εὐρόντες κατεδίωξαν ἡμᾶς. ἕως τῆς ποκώμης κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει· πλησίον τῆς κώμης ἀνελθοντες κατεφύγομεν ἐν αυτῶ· καὶ οὕτως διειλίθησαν εἰς ημᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ϊουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ρόδωνα, ήλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὠ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ η δόξα εἰς τοῦς αἰῶνας ἀμήν. |
Agreements: 1728/1954 (88%)