Vaticanus_Graecus_1667 | Vatopedi_84 |
---|---|
μ(ηνὶ) τῶ αὐ(τῶ) ια περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ισχυροῦ· καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ εἶδον ἐγώ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην καὶ ἃ εἶδον καὶ ἤκουσα μυστήρια ἐξηγήσασθαι· ἐγὼ ιωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις· ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ιδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημμένον καὶ εἶπεν μοι· θάρση ιωάννη καὶ γὰρ τὸ ὄνομα σου μετωνομάσθη μαρκος καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ. καὶ ἐδόθη σοι σύνεσις προς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ὅραμα ίδον· σύντρομος γενόμενος ἀπελθὼν προς τοὺς πόδας βαρνάβα. ἀπήγγειλα αὐτῶ ἃ ιδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξειπης τὴν δύναμιν ἣν ίδες γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ· οὕτως καὶ τελειωθήσει πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβου μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀ πὸ καλύψαι μελλει ταῦτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ. ἐμείναμεν εν ιεροσολύμοις ἡμέρας ικανας· καὶ ἦλθομεν ἐν αντειοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς. απεπλεύσαμεν ἐν κύπρω. καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὖ περιῆλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο. βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ ειασεν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν. ἐπορεύθην προς αὐτούς· ἦυρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιερουσαλὴμ τῆ ἐορτῆ· πολλῆ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθήσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρητῆσαι αὐτοῖς ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας κακεῖ ἐπέμεινα χρόνους ικανούς ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθειν· καὶ οἱ ὅντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὡστέ με συν αυτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλη λαβεῖν ιωάννην τὸν καὶ μάρκον μετὰ σεαυτοῦ· πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος. εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφει· πορεύου ἐν τῆ χάριτι τοῦ θυ και ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες οὖν τὰ γόνατα προσηὔξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς, καθὼς καὶ τὴν ψυχὴν. καὶ τὸ τελος ποιήσασθαι ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε. πρόσευξαι ὑπὲρ εμοῦ, ἵνα τελείως μοι ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν σοι· πορεύομαι γὰρ εν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ικανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μη βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἠτοίμασται φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ ιδοθείση σοι χάριτι πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω. κακείθεν σοι δειχθήσεται πού σοι τὸ μαρτύριον ἡτοιμασθη· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἠρωτῶμεν περάσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηὐρεθη καὶ οὐκ ηδυνήθημεν· ἤλθομεν δὲ ἐν τω κορασίω καὶ εἰσελθόντων ἡμῶν ἐν τῶ αἰγιαλῶ ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ τὴν ὤραν· μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ισαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεβάλωμεν ἡμέρας τρεῖς· καὶ εδόξατο ἡμας ἀνὴρ τίς εὔφημος ὀνόματι· ἐκεῖθέν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. ηὔρομεν δύο ἕλληνας· καὶ εἰσἐλθόντες πρὸς ἡμᾶς. ἐπηρώτον τίνες καὶ πόθεν ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας. εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν. ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα· καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα. ἥτις οὐδέποτε ῥυπένεται ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγῶ ἠρώτων ἡμᾶς· τί εστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κω ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπέρ εστιν ἄφθαρτον εἰς αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καὶ καταγαγὼν αὐτοὺς εὐθὺς κάτω εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ιδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα αὐτοὺς καὶ ἐλαλήσαμεν τὸν λόγον τοῦ θυ· καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐισελθόντες ἐν τῶ λεγομένω κρομυακίατι. ηὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ιεροδούλους· προς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς· βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατα τὴν ἀπαντῶσαν ἡμῖν χάριν. εὐθέως τῶν παθῶν ἴασιν ἐποίειτο· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ είασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου. ἦλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου. διὰ τῶν ὀρέων διοδεύσαντες ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· προς ὃν εὐρόντες καὶ ἡράκλεονα ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτοῦ· οὗτος ἦν ἀπὸ τῆς ταμασίων ἐλθὼν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας. ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου προς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ’ αὐτοῦ. παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες. κατηντήσαμεν ἐν παλαιᾶ πάφω κακεῖ ἠύραμεν ῥόδονα τινὰ ιερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ιουδαίω τινὶ ὀνοματι βαρισσοῦ ἐρχομένω ἀπὸ τῆς πάφου ὅστις καὶ ἐγνώρισεν βαρναβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ιερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου· πολὺ πλῆθος iουδαίων ὃν ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ. ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασεν ἡμᾶς εἰσἐλθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ανεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιουση ἦλθομεν ἐν κώμη τινὶ. ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχεία ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω προς αὐτὸν ἐν τῶ ὄρει κἁκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ιερῶ ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τὲ καὶ ἀνδρῶν σπενδόντων· κακεῖ προσελθὼν ὁ βαρισσοῦς συνεσκεύασε τὸ ἔθνος τῶν ιουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθειν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὁγδοήκοντα· καὶ αὐτῆ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα. ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξἐτείναξεν κατέναντι τοῦ ιεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες. ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖς· πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τω δρομίω αὐτῶν. μαθόντες παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο. εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθεντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων. ἤλθομεν ἐπι σαλαμίνα καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις· ἐνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὐρόντες ἡρακλειδην. ἐδιδάξαμεν αὐτὸν σπουδῆ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον καθιστᾶν τὲ ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμῆνα. κατηντήσαμεν εἰς την συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσἐλθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου ἤρξατο διδάσκειν τοὺς ιουδαίους· καταντήσαντος δὲ τοῦ βαρισσοῦ μετὰ δύο ἡμέρας μετα τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα· θυμωθεὶς ὁ βαρισσοῦς. συνῆξε πᾶν τὸ πλῆθος τῶν ιουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης· καὶ ὡς έδησαν αὐτὸν προς τὸ απαγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς ιεβουσσέου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω μαθόντες οἱ iουδαίοι λαβόντες τὸν βαρναβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχείλου· καὶ σύραντες ἐπὶ τὸ ιπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρὶ. ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι. ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν· εὑρὼν δε καιρὸν τῆς νυκτός ἐγὼ ιωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτο μετα τίμωνος καὶ ρωδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τὸ ιεβουσσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ. ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὦρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μηνὶ παϋνὶ κατ αιγυπτίους ἑπτακαιδεκάτη· τῆς δε γενεὰς ἔτους ι̅β̅· κατα δε ῥωμαίους μηνι ιουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ιουδαίοι καθ ημῶν· καὶ μόλις εὐρόντες. κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης ἀνελθόντες κατεφύγομεν ἐν αυτῶ. καὶ οὕτως διειλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ αναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δε ἀρίστωνα καὶ ῥώδονα. ἤλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἄπερ ἐδιδάχθην ἁπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ἐλπίζω πολλοὺς προσἐνέγκαι εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τους αἰῶνας τῶν αἰῶνων· ἀμήντοῦ ἀγίου αποστολ(ου) βαρνάβα | μηνὶ ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα· κε ευ° ἐπειδήπερ ἀπο τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ· καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὡήθην ἃ ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχϊερέως· νῦν δὲ χάρις πνς ἁγίου λαβὼν διά τε πέτρου τοῦ ἀποστόλου, καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξιων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος· καὶ ἡ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυὡς δὲ τὸ ὄραμα εἶδον σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ. ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ’ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ρήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἧν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὐπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεηκά·νῦν οὖν τέκνον, φύλαξον σὲ αὐτῶ τὰ ρήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει ταῦτα δι εμου· κατηχηθέντες οὖν παρ αυτοῦ· ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἰκανάς· καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκια. ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω. καὶ ήμην ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον·ἀναχθέντες δὲ ἀπο τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον·ἐπιστρέψας δὲ πάλιν, ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτοὺς· ηὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία·βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον· καὶ ποιῆσαι τὸν χειμῶνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊλημ τῆ ἑορτῆ·πολλῆ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγίνετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς· δια τὸ ἐξ αρχῆς ὑπηρέτην με αυτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τούτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν· ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι. ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην καὶ μάρκον μετὰ σὲ αυτοῦ· πορεύου εἰς ετέραν ὁδόν, οὐ γὰρ ἔλθεις μεθ ημῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβῶν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ· καὶ ἡμεῖς ἐν τῶ πνι τῶ ἀγίω· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν·ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ημᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ, ἴνα τέλειός μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται·οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσάν σοι, πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς·ὁ δὲ παῦλος ἔφη πρὸς αὐτὸν·καμοὶ τῆ νυκτὶ ταύτῆ παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον·ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σοι δὲ ἐν τῆ δοθείση σοι χάριτι· πορεύου εἰς ϊεροσόλυμα προσκυνήσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται, ποῦ σοι τὸ μαρτύριον ἡτοίμαστθη·ἡσπασάμεθα τοιγαρ οὖν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικεία. ηρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηυρέθη καὶ οὐκ ηδυνήθημεν· ήλθομεν δὲ ἐν τῶ κορασίω. καὶ εισελθόντων ἡμῶν παρα τὸν αἰγιαλὸν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν, μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναίτινα, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου·ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ϊσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ, πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνηρ τις εὐφημος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὔρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν·εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἧν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα. ήτις οὐδέποτε ρυπαίνεται οὐδὲ ἐστιν ἐν αυτῆ μῶμος ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπι τῶ λόγω, ηρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας. ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα·κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αυτοῦ παρακαλοῦντες καὶ λέγοντες·ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο·καταγαγὼν δὲ αυτοὺς κάτω εἰς τὴν πηγῆν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὡν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι·κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηυλογήσαμεν αὐτοὺς· ὁ δὲ εἶς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν, καὶ οὐκ εἴασεν βαρνάβας·διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ελθόντες ἐν τῶ λεγομένω κρομυακιάτη· ηύρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους· πρὸς οὺς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ, ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ. ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ· ἦν δὲ ὁ βαρνάβας, μαθήματα παρα ματθαίου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς· καὶ ποιημάτων σύγγραμμα ταύτην ἐπιτιθεις πᾶσιν τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας, κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει·γενομένων δὲ ἡμῶν ἐν πόλει λαπίθων καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρῶ, οὐκ είασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλῆ ἀνεψύξαμεν μικρόν·τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ῆλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου δια τῶν ὀρέων διοδεύσαντες, ήλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρόντες καὶ ἡράκλέωνα ὄντα ἐκεῖ· ἐξενίσθημεν παρ αυτῶ·οὗτος ἦν ἀπο τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αυτοῦ· προς ὸν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπι τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· ὦ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ηρακλείδην. χειροτονήσαντες αὐτὸν εἰς επίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ημῶν τὸ ὄρος τὸ καλούμενον χειονῶδες, κατηντήσαμεν εν παλαιᾶ πάφω· κακεῖ ηύραμεν pοδονα τινὰ ἱερόδουλον· ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ημῖν· συνηντήσαμεν δὲ ϊουδαίω τινὶ ὀνόματι βαρισσου, ἐρχομένω ἀπο τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν, ὄντα πρώην μετὰ παύλου· οὕτως οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ ὑποστρέψαντες ήλθομεν ἐν τῶ κουρίω. καὶ ηύρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιπὸν ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ϊουδαίων ὂν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισσου ἔστη ἔξω τῆς πόλεως· καὶ οὐκ είασαν ημᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ·τῆ δὲ ἐπιούση ήλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν ἐκαθαρίσθη ἐν αντιοχεία·ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω· δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ·εξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολῦ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει ἀσεμνων γυναικῶν τε καὶ ἀνδρῶν, σπενδόντων κακεῖ· προσελθὼν οὖν ὁ βαρισσους συνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνη τις χήρα ὡς ετῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ημῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ εκείνου· ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο·ἐκεῖθεν δὲ ἐξελθόντες, ήλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ημῶν·καὶ ἐλθόντων ημῶν εἰς κιτιεῖς, πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ημῶν ἄπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων, ήλθομεν ἐπι σαλαμινα· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις· ἔνθα κατείδωλος ὁ τόπος ὑπήρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο·κακεῖ πάλιν εὑρόντες ηρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον· καθιστάντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς·εισελθόντων δὲ ημῶν ἐν σαλαμῆνα· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρα ματθαίου· ἤρξατο διδάσκειν τοὺς ϊουδαίους· καταντήσαντος δὲ τοῦ βαριησσου, μετα δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ολίγους ὑπο βαρνάβα θυμωθεὶς ὁ βαριησσοὺς· συνηξεν πὰν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν· καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης, καὶ ὡς ἔδησαν αυτὸν πρὸς τὸ ἀπαγαγεῖν αυτὸν πρὸς τὸν ηγεμόνα εὐσεβοῦς ϊεβουσαίου συγγενοῦς νέρωνος· καταντήσαντος ἐν κύπρω· μαθόντες δὲ οἱ ϊουδαῖοι, λβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου. καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι·εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ· λαβόντες τὴν κονίαν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτὸν· εὐρῶν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ϊωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτον μετα τίμων καὶ ρόδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει·ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες εν αυτῶ ἀποθέμεθα ἅμα τοῖς μαθήμασιν. οἶς παρέλαβεν παρὰ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μενὶ παυνὶ ι̅ζ̅ κατ αιγυτπτίους· τῆς δὲ γενεας ἔτους δωδεκάτου·κατα δὲ ρωμαίους, μηνὶ ἰουνίω ι̅α̅·ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ημῶν καὶ μόλις εὐρόντες κατεδίωξαν ἡμᾶς. ἕως τῆς ποκώμης κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει· πλησίον τῆς κώμης ἀνελθοντες κατεφύγομεν ἐν αυτῶ· καὶ οὕτως διειλίθησαν εἰς ημᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ϊουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ρόδωνα, ήλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὠ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ η δόξα εἰς τοῦς αἰῶνας ἀμήν. |
Agreements: 1743/1959 (89%)