Parisinus_Graecus_1470 | Vaticanus_Graecus_821 |
---|---|
περίοδοι και μαρτύριον τοῦ π̅δ̅ ἁγίου βαρνάβα τοῦ αποστο(λου)ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χῦ παρουσίας· τοῦ αόκνου καὶ φιλανου καὶ ἰσχυροῦ· καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγὼ ὧ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην ἃ ἤκουσα καὶ εἶδον μυστήρια ἐγὼ ἰωάννης ἐξηγήσασθαι συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἁγίοις ἀποστόλοις· ὑπηρέτης ὢν· τὸ πρὶν μὲν, κυρίλλου τοῦ ἀρχιερέως τοῦ διός· νῦν δὲ, χάριν λαβὼν πνς ἁγίου δια παύλου καὶ βαρνάβα καὶ σíλα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με ἐν εἰκονίω· μετὰ οὖν τὸ βαπτισθῆναί με. εἶδον ἄνδρα τινὰ ἐφεστῶτα ἐν λεη κῆ στολῆ περιβεβλημένον καὶ εἶπέν μοι· θάρσει ἰωάννη καὶ γὰρ τὸ ὄνομα σου μετονομασθήσεται μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος. παρῆλθεν ἀπο σου· καὶ ἐδόθη σοι σύνεσις. προγνῶναι τὰ μυστήρια τοῦ θυ ὡς δε τὸ ὅραμα εἶδον. σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας βαρνάβας καὶ ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἤκουσαν παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἐγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμυ ἣν εἶδες· καμοὶ γὰρ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων ὅτι θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σου ἐθνους. οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα μεθ ὑμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ. ἔχει γάρ τινα μυστήρια· νῦν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας, καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει· ταῦτα δέ μου κατηχηθέντος παρ’ αὐτοῦ. ἐμείναμεν ἐν εἰκονίω ἡμέρας ἱκανὰς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβὴς ὅστις ἡμᾶς καὶ ὑπεδέξατο. οὗ καὶ τὸν οἶκον ἡγίασε παῦλος· ἐκεῖθεν τοίνυν. κατηντήσαμεν ἐν σελευκεία· καὶ προσμείναντες ἡμέρας τρεῖς, ἐπλεύσαμεν εἰς κύπρον καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας κακεῖσε λοιπὸν παρεμεινα ὡσεὶ μῆνας δύο βουλόμενος ἐπὶ τα δοτικὰ μερη ἀποπλεπαι · καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους· και μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν. ἐπορεύθην πρὸς αὐτούς εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν αντιοχεία ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με, σφόδρα ἐλυπήθη δια τὸ βραδυναί με ἐν παμφυλία· καὶ προσελθὸν ὁ βαρνάβας παρεκάλεσεν αὐτόν καὶ ἐγέσατο ἄρτου ὀλίγον δὲ ἔλαβεν αὐτὸν καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κύ καὶ πολλοὺς τo ν ἰουδαίων καὶ ἑλλήνων ἐφώστισαν· ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς καὶ ἐφοβούμην παῦλον προσεγγίσαι αὐτῶ. καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν παμφυλία διάγοντα· καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ’ ἐμοῦ· μετάνοιαν δὲ ἐδίδον ἐπι τοῖς γόνασιν εἰς τὴν γῆν παύλω. καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπι σάββατα τρία τῆ παρακλήσει· καὶ τῆ δεήσει γονυπαιτῶν. οὐκ ηδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμ’αὐτοῦ· ἡ δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με, διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν παμφυλία· ὡς δὲ ἐγενετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν ἀντιοχεια· τῆ μιᾶ τῶν σαββάτων καθεσθέντες ὁμοῦ. συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους· καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν κύπρω καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας. ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θυ· παρεκάλει δὲ ὁ βαρνάβας ἐλθεῖν τὸν παῦλον πρότερον ἐν κύπρω. καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῆ κώμη αὐτοῦ· καὶ λούκιος δὲ παρεκάλει· ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ κορίνην· ὅραμα δὲ ἦν καθύπνον ὀφθὲν τῶ παύλω. ὥστε σπεῦσαι αὐτὸν ἐπι ιλημ δια τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ· βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν κύπρω καὶ ποιῆσαι τὸν χειμῶνα. καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιλημ ἐν τῆ ἑορτῆ· πολλὴ μεταξὺ αὐτῶν τοίνυν φιλονεικία ἐγίνετο· βαρνάβας δὲ παρεκάλει. καμὲ συνακολουθῆσαι αὐτοῖς. δια τὸ ἐξ αρχῆς ὑπηρέτην αὐτῶν εἶναί με· καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησα αὐτοῖς. ἄχρις οῦ καντήντησαν ἐν πέργη τῆς παμφυλίας. κακεῖ ἀπεμεινα ἡμέρας ἱκανὰς· ὁ δε παῦλος κατέκραζεν τοῦ βαρναβα λέγων ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν· καὶ οἱ ὄντες δὲ μεθ ἡμῶν ἐκεῖ, παρεκάλουν ὥστε καμὲ συνακολουθῆσαι αὐτοῖς· ὥστε λέγειν τὸν παῦλον τῶ βαρνάβα· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετονομασθέντα μετα σεαυτοῦ. πορεύου ἑτέραν ὁδόν οὐ γὰρ ἐλθη μεθ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς πορεύου ἐν τῆ χάριτι τοῦ χυ. καὶ ἡμεῖς ἐν τῆ δυνάμει τοῦ πνς· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο τῶ θω· καὶ ἀναστενάξας παῦλος, ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς τὴν ἀρχὴν. οὕτως καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μου ὁ κάματος γένηται εἰς αἴνεσιν· οἶδας γὰρ πῶς σοι ἐδούλευσα εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν ἡμῖν· πορεύομαι γὰρ ἐν κύπρω καὶ σπεύδω τελειωθῆναι. οἶδα γὰρ οὐκἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ δὲ ἐν τῆ δοθείση σοι χάριτι. πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγιω τόπω· κακεῖ σοι δειχθήσεται. ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα δὲ ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· καὶ κατελθόντες εἰς λαοδίκειαν. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ευρόντες πλοῖον ἀπερχόμενον εἰς κύπρον, ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν. ὁ ἄνεμος ἐναντίος ευρέθη· ἤλθομεν δὲ ἐν τῶ κορασίω· καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ· μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες. διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἀναχθέντες δὲ ἀπο κορασίου. ἤλθομεν ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου. ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνηρ τις εὐλαβὴς. ὀνόματι εὔφημος. ὃν καὶ πολλὰ κατήχησε βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλω τῶ οἴκω αὐτοῦ· ἐκεῖθεν τε παρεπλεύσαμεν τὰς ἀκονησίας. καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμὲν ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα. καὶ περιβάλλω ὑμᾶς ἐσθητα. ἥτις οὐδέποτε ῥυπαίνεται. οὐδέ ἐστιν ἐν αὐτῆ ῥυπαρία ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλει διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάξησθε τῶ κω ἡμῶν ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο. ὅπέρ ἐστιν ἄφθαρτον εἰς τον αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἐπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ. δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο ἡμεῖς γὰρ πιστεύομεν ὧ κηρύττεις ζῶντι θω καὶ ἀληθινῶ· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν. ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς. ὅτι ἐνεδύσαντο δύναμιν καὶ στολὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ χρήματα αὐτῶ. καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας τοῖς πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ. ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ εὐλογήσας αὐτοὺς. ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῶ πλοίω· ὁ δε εἷς αὐτῶν ὁ ἐπικληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ βαρνάβας· διαπερασάντων δὲ, ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω δια νυκτός. καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομμυακίτη εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους. πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστησαμεν τὸν πυρετὸν αὐτοῦ. ἐπικαλεσάμενοι τὸ ὄμα τοῦ κυ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον· τῆς τοῦ θυ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων συγγράμματα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν. καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψυξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν σὺν ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου, δια τῶν ὀρέων ὡδεύσαμεν· και ἤλθομεν εἰς πόλιν λαμπαδίστου ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠράκλειον ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτῶ· οὗτος ἠρακλέων ἦν ἀπὸ τῆς ταμασέων ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν. πρώην ἐπι τῆς κητιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτὸν. ὧ καὶ πνα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος· μετωνόμασέν τε αὐτὸν ηρακλείδην· χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν ταμάσω κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν· ἡμῶν δὲ διελθόντων τὸ ὄρος τὸ καλούμενον χιονῶδες. καντηντήσαμεν ἐν παλαιῶ πάφω· κακεῖ εὑρόντες ῥόδωνα ἱερόδουλον· ὃς καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνατήσαντες δέ τινι ἰουδαίω ὀνόματι βαρὶησοῦ ἐρχομένω ἀπο πάφου· ὅστις καὶ ἐγνωρισεν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ ἠθελησεν ἡμᾶς εἰσελθεῖν ἐν πάφω· ἀλλ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῆ ὁδῶ πλησίον τῆς πόλεως ἐπιτελούμενον ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῶ τόπω ἐκείνω· στραφεὶς δὲ ὁ βαρνάβας. τούτω ἐπετίμησεν καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος. ὡστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῆ καλουμένη ἱερᾶ· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ ἱεροῦ· πολὺ πλῆθος ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ βαρἰησοῦ. ἔστησαν ἔξω τῆς πόλεως. καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν· καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινί ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν ἀντιοχεια· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ ἀπέστειλαν εἰς τὴν κώμην αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκει· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν ἀμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων· προλαβὼν δε κακεῖ ὁ βαριησοῦς. συνεσκευασεν τὸ ἔθνος τῶν ἰουδαίων. καὶ οὐκ εἴασεν ἡμας εἰσελθεῖν εἰς τὴν πόλιν εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα ἔξω τῆς πόλεως οὖσα. καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσέχουσ α ἡμῖν. ἐδεξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν, τῶν ποδῶν ἐξετιναξαμεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν ἱερέων ἐγίνετο· ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ τίμων· καὶ ἐλθόντων ἡμῶν προς κιτιεῖς. πολλοῦ θορύβου γενομένου· κακεῖ ἐν τῶ ἱπποδρομείω αὐτῶν. μαθόντες ἐξήλθομεν τὴν πόλιν ἐκτιναξαμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο. ἡμὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν. πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κητιαίων. ἤλθομεν ἐπὶ σαλαμίνη· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις. ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· κακεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· εὑρόντες δὲ κακεῖ πάλιν ἡρακλείδην. ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θυ εὐαγγέλιον· καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη. κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομενης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου τοῦ συνεργου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δε τοῦ βαριησοῦ μετα δύο ἡμέρας· μετὰ τὸ κατηχῆσαι ἰουδαίους οὐκ ὀλίγους. θυμωθεὶς, συνῆξε πᾶν τὸ πλῆθος τῶν ἰουδαίων· καὶ κατασχόντες τὸν βαρνάβαν. ἐζήτησαν παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ δήσαντες αὐτὸν πρὸς τὸ ἀγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς δὲ ἰεβουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω· μαθόντες οἱ ἰουδαῖοι· λαβόντες τὸν βαρνάβαν νυκτος. ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομεῖον ἀπὸ τῆς συναγωγῆς καὶ περάσαντες ἔξω τῆς πύλης, περιστάντες, κατέκαυσαν αὐτὸν πυρί. ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενεσθαι· εὐθέως δὲ αὐτῆ τῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέπτοντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς. ἤλθομεν ἐν τόπω τινί καὶ εὑρόντες σπήλαιον. κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ. ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κώμης λέδρων· καὶ εὑρόντες κακεῖ σπήλαιον πλησίον τῆς κώμης, κατεφύγομεν ἐν αὐτῶ. καὶ οὕτως διελάθομεν αὐτούς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω τρεῖς ἡμέρας· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων. ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός· ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν. εὕρομεν πλοῖον αἰγύπτιον· καὶ ανελθόντες εἰς αὐτὸ. κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος. ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θυ διὰ τῆς χάριτος αὐτοῦ. ὅτι αὐτῶ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.περίoδ(οι|ος) καὶ μρ τοῦ ἁγίου ἀπο βαρνάβα πεπληστ(αι) δια θυ | περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἁπο βαρνάβα. ευ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγώ καὶ ἐδούλευσα προθύμως ἀναγκαίον, ὠήθην ἃ ἴδον μυστήρια καὶ ήκουσα ἐζηγήσασθε. ἐγὼ ϊωάννης σὺνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δε χάριν πνς ἁγίου λαβῶν, διά τε πέτρου τοῦ ἀπὸστόλου καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετα δὲ τὸ βαπτισθήναῖ με ἶδον ἐν οράματι, ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολὴ περὶβεβλημένον, καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὅνομά σου μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τα μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὄραμα εἶδον, σύντρομος γενάμενος ἀπελθῶν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἣν ἔγγιστα ἡνίκα ἀνεθέμην τα τοιαύτα ρήματα. εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες. γνώθη γὰρ ὅτι καμοὶ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθήναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ εαὐτοῦ· ἔχει γαρ τινὰ μυστήρια θεϊκά. νῦν οὖν τεκνον φύλαξόν σε αὐτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ήκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταύτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἦλθωμεν ἐν ἀντιοχεία· ἐκείθεν τοίνυν κατηντήσαμεν ἐν σελεύκια, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέραν τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οῦ περὶἦλθωμεν πάσαν τὴν κύπρον· ἀναχθεντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε λοιπὸν παρέμεινα ὡσ ἡ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυσικὰ μέρη πορεύεσθαι καὶ οὐκ είασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. ηὕρον δὲ τὸν παύλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει αὐτὸν ὥστε εἰσἐλθειν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλὴμ τῆ ἐορτῆ. πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγίνετο. βαρνάβας δε παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησαι αὐτοῖς, ἄχρις οῦ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεὶ ἀπέμεινα χρόνους ἱκανοὺς. ὁ δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. καὶ οἱ ώντες ἀδελφοὶ ἐκεὶ ἐλεγον ὥστε με σὺν αὐτοῖς ἀκολουθήσαι· διὰ τὸ εὔχειν μοι ὑπάρχειν ἐως τέλους αὐτοῖς ἀκολουθήσαι· ὥστε λέγειν τον παύλον· ὅτι εἰ βούλη λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σὲ αὐτοῦ, πορεύου ετέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν εαὐτω γενόμενος· εἶπεν· ὄτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὁδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδέη ἐστὶν περ παύλε, λαβὼν αὐτὸν πορεύομαι. καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα πρὸσηύξαντο. καὶ ἀναστενάξας παύλος έκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἢν ἡμᾶς κοινῶς καθῶς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις. ἐπειδὴ δὲ οὕτως σοι έδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ· ἵνα τελείως μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἷδες γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθήσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω τεληωθήναι· καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι όψομαι τὸ πρόσωπόν σου περ παύλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανως. ὁ δὲ παύλος ἔφη προς αὐτόν· καμοὶ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεὶ γὰρ αὐτῶ ἡτοίμαστε φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τη δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακείθεν σοι δηχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἡσπασάμεθα τοίγὰρ οὗν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἡρωτῶμεν περᾶσαι εἰς κύπρον καὶ ὁ ἄνεμος ἐναντίος ηὑρεθη. καὶ οὐκ ηδυνήθημεν περᾶσαι· ἥλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιἀλὸν ένθα πηγὴ ἣν, ἀνεψύξαμεν οὖν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαὐτοὺς ἐμφανήσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου. ἐκεῖθεν δὲ ἦλθαμεν εἰς παλαίας τῆς ϊσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμόνος γενομένου παρεβάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος ὀνόματι. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας, καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὕρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτον πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθήτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθήτα, ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῆ μώμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τω λόγω ἡρώτων ἡμᾶς· τί ἐστὶν τὸ ἔνδυμα ἐκείνο· ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἃν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσεσθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο, ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἁξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· κατὰγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτησεν αὐτοὺς, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υιυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἐαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν ἁγίαν. λαβῶν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολὴς ἐνέδυσεν τὸν ἔτερον. προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ῶν καὶ οἰ ναύται πολλὰ ἡδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηὐλογήσαμεν αὐτούς. ὁ δὲ εἶς ἐξ αὐτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθήσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διὰπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηυρῶμεν τίμoνα, καὶ ρίστωνα, τοὺς ἱεροὺς δοῦλους, πρὸς οὺς καὶ ἐξενήσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὦ καὶ ἐπὶθέντες τὰς χείρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αὐτοῦ, ἐπὶκαλεσάμενοι τὸ όνομα ιυ. ἣν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς, βίβλον τῆς τοῦ θυ φωνὴς καὶ ποιἡμάτων σύγγραμμα· ταύτην ἐπὶτιθεὶς πάσιν τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει. γενομένων δε ἡμῶν ἐν τῆ πόλει λαπιθῶ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ έασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ προς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστήναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν ἇμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπηθοῦ διὰ τῶν ὁρέων διοδεύσαντες ἤλθομεν εἰς κόμην λαμπαδίστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρῶντες καὶ ἡρακλεῶνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αὐτοῦ. οὗτος ἢν ἀπὸ τῆς ταμασίων, ἐλθὼν ἐπὶσκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὸν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς κιτιεῶν, συντυχίαν πεποικῶς μετὰ παύλου πρὸς αὐτὸν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ αὐτοῦ παρεθεμεθα αὐτῶ τὸν λόγον τοῦ θυ. διἐλθόντων δὲ ἡμῶν τὸ ὅρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφῶ, κακεῖ ηὕραμεν ῥόδονα τινὰ ἱεροδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας σὺνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ϊοὐδαίω τινι ὀνόματι βαρισσοῦ ἐρχομένω ἀπὸ της πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντα πρώην μετα παύλου· οὕτος οὐκ έασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τω κουρίω. καὶ ηὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὅρει ἐπιτελούμενον πλησιον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλήθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτω ὁ βαρνάβας ἐπιστραφεῖς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λυποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος, τῶ ὅντι πλησίον. ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου, πολὺ πλήθος ϊουδαίων ὃν, ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δε ἐπιούση ἥλθαμεν ἐν κῶμη τινὶ, ἔνθα ἁριστοκλιανὸς κατέμενεν· οὕτος λεπρὸς ὣν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παύλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενήθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ όρει, κακεὶ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ, ἥλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλήθος ἢν ἐλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὅρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακει. πρὸσελθὼν οὗν ὁ βαριησοῦς, σὺνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εις τὴν πόλιν, εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὁγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ώραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετειναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κίτιεἰ πολλοῦ θορύβου γενομένου, κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθῶντες παρήλθομεν τὴν πόλιν ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὶ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψήξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμίνα καὶ κατηχήθημεν ἐν ταῖς λεγομέναις νήσοις, ένθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρῶντες ἡρακλίδην ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τῶ τοῦ χυ εὐαγγέλιον, καθηστᾶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρα ματθαίου, ἥρξατο διδάσκειν τοὺς ϊουδαίους. καταντήσαντος δὲ τοῦ βαριησίου, μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθήναι ϊουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα, θυμωθεὶς ὁ βαριἡσοὺς, συνήξεν πᾶν τὸ πλήθος τῶν ϊοὐδαίων καὶ εζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι τῆς σαλαμίνης. καὶ ὡς έδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν, πρὸς τὸν ἡγεμῶνα εὐσεβοὺς ἰεβοσαίου συγγενοὺς νέρωνος κρατήσαντος ἐν κύπρω, μαθῶντες οἱ ϊουδαίοι λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομίον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἐξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρί ὤστε καὶ τὰ ὁστὰ αὐτοῦ κονιὰν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονιὰν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν. εὐρῶν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ϊωάννης, ὁ καὶ μετονομασθὴς μάρκος, καὶ τοῦτον μετα τίμονος καὶ ῥώδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρῶντες σπήλαιον κατηγάγωμεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ έθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ ἀπεθέμεθα ἄμα τοῖς μαθήμασιν, οἷς παρέλαβεν παρα ματθαίου. ἣν δὲ ὧρα τετάρτη τῆς νυκτὸς, δευτέρα σαββάτω. μηνὶ παϋνι εἰς τὰς δεκα ἐπτὰ κατ αιγυπτίους, τῆς δὲ γενεάς ἔτους δωδεκάτου, κατὰ δὲ ρωμαίους μηνὶ ἰουνίω εἰς τὰς ένδεκα. ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὐρῶντες κατεδιωξαν ἡμᾶς ἔως τῆς κώμης ἀεδρῶν·καὶ εὐρῶντες κακεὶ σπήλαιον ἐν τῶ ὅρει πλησίον τῆς κώμης, ἀνελθῶντες κατεφύγωμεν ἐν αὐτῶ, καὶ οὕτως δὲ ἐλίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρισάντων τῶν ϊουδαίων ἐξελθώντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἁρίστωνα καὶ ρόδωνα ἥλθωμεν ἐν κόμη λιμνήτι. εὐρῶντες δὲ πλοίον αἱγύπτιον ἀνήλθωμεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρία. κακεὶ ἐκεινα διδάσκων τοὺς πρὸσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐἁγγελιζόμενος ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀπὸστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα του πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὖδατι τοῦ παπτίσματος, ἐν ῶ ἐλπίζω πρὸσἐνέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν. |
Agreements: 1479/2302 (64%)