Parisinus_Graecus_1470 | Vaticanus_Graecus_1667 |
---|---|
περίοδοι και μαρτύριον τοῦ π̅δ̅ ἁγίου βαρνάβα τοῦ αποστο(λου)ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χῦ παρουσίας· τοῦ αόκνου καὶ φιλανου καὶ ἰσχυροῦ· καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγὼ ὧ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην ἃ ἤκουσα καὶ εἶδον μυστήρια ἐγὼ ἰωάννης ἐξηγήσασθαι συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἁγίοις ἀποστόλοις· ὑπηρέτης ὢν· τὸ πρὶν μὲν, κυρίλλου τοῦ ἀρχιερέως τοῦ διός· νῦν δὲ, χάριν λαβὼν πνς ἁγίου δια παύλου καὶ βαρνάβα καὶ σíλα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με ἐν εἰκονίω· μετὰ οὖν τὸ βαπτισθῆναί με. εἶδον ἄνδρα τινὰ ἐφεστῶτα ἐν λεη κῆ στολῆ περιβεβλημένον καὶ εἶπέν μοι· θάρσει ἰωάννη καὶ γὰρ τὸ ὄνομα σου μετονομασθήσεται μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος. παρῆλθεν ἀπο σου· καὶ ἐδόθη σοι σύνεσις. προγνῶναι τὰ μυστήρια τοῦ θυ ὡς δε τὸ ὅραμα εἶδον. σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας βαρνάβας καὶ ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἤκουσαν παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἐγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμυ ἣν εἶδες· καμοὶ γὰρ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων ὅτι θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σου ἐθνους. οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα μεθ ὑμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ. ἔχει γάρ τινα μυστήρια· νῦν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας, καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει· ταῦτα δέ μου κατηχηθέντος παρ’ αὐτοῦ. ἐμείναμεν ἐν εἰκονίω ἡμέρας ἱκανὰς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβὴς ὅστις ἡμᾶς καὶ ὑπεδέξατο. οὗ καὶ τὸν οἶκον ἡγίασε παῦλος· ἐκεῖθεν τοίνυν. κατηντήσαμεν ἐν σελευκεία· καὶ προσμείναντες ἡμέρας τρεῖς, ἐπλεύσαμεν εἰς κύπρον καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας κακεῖσε λοιπὸν παρεμεινα ὡσεὶ μῆνας δύο βουλόμενος ἐπὶ τα δοτικὰ μερη ἀποπλεπαι · καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους· και μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν. ἐπορεύθην πρὸς αὐτούς εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν αντιοχεία ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με, σφόδρα ἐλυπήθη δια τὸ βραδυναί με ἐν παμφυλία· καὶ προσελθὸν ὁ βαρνάβας παρεκάλεσεν αὐτόν καὶ ἐγέσατο ἄρτου ὀλίγον δὲ ἔλαβεν αὐτὸν καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κύ καὶ πολλοὺς τo ν ἰουδαίων καὶ ἑλλήνων ἐφώστισαν· ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς καὶ ἐφοβούμην παῦλον προσεγγίσαι αὐτῶ. καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν παμφυλία διάγοντα· καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ’ ἐμοῦ· μετάνοιαν δὲ ἐδίδον ἐπι τοῖς γόνασιν εἰς τὴν γῆν παύλω. καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπι σάββατα τρία τῆ παρακλήσει· καὶ τῆ δεήσει γονυπαιτῶν. οὐκ ηδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμ’αὐτοῦ· ἡ δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με, διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν παμφυλία· ὡς δὲ ἐγενετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν ἀντιοχεια· τῆ μιᾶ τῶν σαββάτων καθεσθέντες ὁμοῦ. συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους· καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν κύπρω καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας. ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θυ· παρεκάλει δὲ ὁ βαρνάβας ἐλθεῖν τὸν παῦλον πρότερον ἐν κύπρω. καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῆ κώμη αὐτοῦ· καὶ λούκιος δὲ παρεκάλει· ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ κορίνην· ὅραμα δὲ ἦν καθύπνον ὀφθὲν τῶ παύλω. ὥστε σπεῦσαι αὐτὸν ἐπι ιλημ δια τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ· βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν κύπρω καὶ ποιῆσαι τὸν χειμῶνα. καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιλημ ἐν τῆ ἑορτῆ· πολλὴ μεταξὺ αὐτῶν τοίνυν φιλονεικία ἐγίνετο· βαρνάβας δὲ παρεκάλει. καμὲ συνακολουθῆσαι αὐτοῖς. δια τὸ ἐξ αρχῆς ὑπηρέτην αὐτῶν εἶναί με· καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησα αὐτοῖς. ἄχρις οῦ καντήντησαν ἐν πέργη τῆς παμφυλίας. κακεῖ ἀπεμεινα ἡμέρας ἱκανὰς· ὁ δε παῦλος κατέκραζεν τοῦ βαρναβα λέγων ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν· καὶ οἱ ὄντες δὲ μεθ ἡμῶν ἐκεῖ, παρεκάλουν ὥστε καμὲ συνακολουθῆσαι αὐτοῖς· ὥστε λέγειν τὸν παῦλον τῶ βαρνάβα· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετονομασθέντα μετα σεαυτοῦ. πορεύου ἑτέραν ὁδόν οὐ γὰρ ἐλθη μεθ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς πορεύου ἐν τῆ χάριτι τοῦ χυ. καὶ ἡμεῖς ἐν τῆ δυνάμει τοῦ πνς· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο τῶ θω· καὶ ἀναστενάξας παῦλος, ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς τὴν ἀρχὴν. οὕτως καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μου ὁ κάματος γένηται εἰς αἴνεσιν· οἶδας γὰρ πῶς σοι ἐδούλευσα εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν ἡμῖν· πορεύομαι γὰρ ἐν κύπρω καὶ σπεύδω τελειωθῆναι. οἶδα γὰρ οὐκἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ δὲ ἐν τῆ δοθείση σοι χάριτι. πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγιω τόπω· κακεῖ σοι δειχθήσεται. ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα δὲ ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· καὶ κατελθόντες εἰς λαοδίκειαν. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ευρόντες πλοῖον ἀπερχόμενον εἰς κύπρον, ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν. ὁ ἄνεμος ἐναντίος ευρέθη· ἤλθομεν δὲ ἐν τῶ κορασίω· καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ· μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες. διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἀναχθέντες δὲ ἀπο κορασίου. ἤλθομεν ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου. ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνηρ τις εὐλαβὴς. ὀνόματι εὔφημος. ὃν καὶ πολλὰ κατήχησε βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλω τῶ οἴκω αὐτοῦ· ἐκεῖθεν τε παρεπλεύσαμεν τὰς ἀκονησίας. καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμὲν ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα. καὶ περιβάλλω ὑμᾶς ἐσθητα. ἥτις οὐδέποτε ῥυπαίνεται. οὐδέ ἐστιν ἐν αὐτῆ ῥυπαρία ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλει διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάξησθε τῶ κω ἡμῶν ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο. ὅπέρ ἐστιν ἄφθαρτον εἰς τον αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἐπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ. δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο ἡμεῖς γὰρ πιστεύομεν ὧ κηρύττεις ζῶντι θω καὶ ἀληθινῶ· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν. ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς. ὅτι ἐνεδύσαντο δύναμιν καὶ στολὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ χρήματα αὐτῶ. καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας τοῖς πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ. ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ εὐλογήσας αὐτοὺς. ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῶ πλοίω· ὁ δε εἷς αὐτῶν ὁ ἐπικληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ βαρνάβας· διαπερασάντων δὲ, ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω δια νυκτός. καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομμυακίτη εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους. πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστησαμεν τὸν πυρετὸν αὐτοῦ. ἐπικαλεσάμενοι τὸ ὄμα τοῦ κυ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον· τῆς τοῦ θυ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων συγγράμματα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν. καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψυξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν σὺν ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου, δια τῶν ὀρέων ὡδεύσαμεν· και ἤλθομεν εἰς πόλιν λαμπαδίστου ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠράκλειον ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτῶ· οὗτος ἠρακλέων ἦν ἀπὸ τῆς ταμασέων ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν. πρώην ἐπι τῆς κητιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτὸν. ὧ καὶ πνα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος· μετωνόμασέν τε αὐτὸν ηρακλείδην· χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν ταμάσω κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν· ἡμῶν δὲ διελθόντων τὸ ὄρος τὸ καλούμενον χιονῶδες. καντηντήσαμεν ἐν παλαιῶ πάφω· κακεῖ εὑρόντες ῥόδωνα ἱερόδουλον· ὃς καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνατήσαντες δέ τινι ἰουδαίω ὀνόματι βαρὶησοῦ ἐρχομένω ἀπο πάφου· ὅστις καὶ ἐγνωρισεν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ ἠθελησεν ἡμᾶς εἰσελθεῖν ἐν πάφω· ἀλλ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῆ ὁδῶ πλησίον τῆς πόλεως ἐπιτελούμενον ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῶ τόπω ἐκείνω· στραφεὶς δὲ ὁ βαρνάβας. τούτω ἐπετίμησεν καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος. ὡστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῆ καλουμένη ἱερᾶ· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ ἱεροῦ· πολὺ πλῆθος ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ βαρἰησοῦ. ἔστησαν ἔξω τῆς πόλεως. καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν· καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινί ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν ἀντιοχεια· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ ἀπέστειλαν εἰς τὴν κώμην αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκει· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν ἀμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων· προλαβὼν δε κακεῖ ὁ βαριησοῦς. συνεσκευασεν τὸ ἔθνος τῶν ἰουδαίων. καὶ οὐκ εἴασεν ἡμας εἰσελθεῖν εἰς τὴν πόλιν εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα ἔξω τῆς πόλεως οὖσα. καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσέχουσ α ἡμῖν. ἐδεξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν, τῶν ποδῶν ἐξετιναξαμεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν ἱερέων ἐγίνετο· ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ τίμων· καὶ ἐλθόντων ἡμῶν προς κιτιεῖς. πολλοῦ θορύβου γενομένου· κακεῖ ἐν τῶ ἱπποδρομείω αὐτῶν. μαθόντες ἐξήλθομεν τὴν πόλιν ἐκτιναξαμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο. ἡμὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν. πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κητιαίων. ἤλθομεν ἐπὶ σαλαμίνη· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις. ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· κακεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· εὑρόντες δὲ κακεῖ πάλιν ἡρακλείδην. ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θυ εὐαγγέλιον· καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη. κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομενης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου τοῦ συνεργου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δε τοῦ βαριησοῦ μετα δύο ἡμέρας· μετὰ τὸ κατηχῆσαι ἰουδαίους οὐκ ὀλίγους. θυμωθεὶς, συνῆξε πᾶν τὸ πλῆθος τῶν ἰουδαίων· καὶ κατασχόντες τὸν βαρνάβαν. ἐζήτησαν παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ δήσαντες αὐτὸν πρὸς τὸ ἀγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς δὲ ἰεβουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω· μαθόντες οἱ ἰουδαῖοι· λαβόντες τὸν βαρνάβαν νυκτος. ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομεῖον ἀπὸ τῆς συναγωγῆς καὶ περάσαντες ἔξω τῆς πύλης, περιστάντες, κατέκαυσαν αὐτὸν πυρί. ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενεσθαι· εὐθέως δὲ αὐτῆ τῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέπτοντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς. ἤλθομεν ἐν τόπω τινί καὶ εὑρόντες σπήλαιον. κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ. ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κώμης λέδρων· καὶ εὑρόντες κακεῖ σπήλαιον πλησίον τῆς κώμης, κατεφύγομεν ἐν αὐτῶ. καὶ οὕτως διελάθομεν αὐτούς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω τρεῖς ἡμέρας· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων. ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός· ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν. εὕρομεν πλοῖον αἰγύπτιον· καὶ ανελθόντες εἰς αὐτὸ. κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος. ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θυ διὰ τῆς χάριτος αὐτοῦ. ὅτι αὐτῶ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.περίoδ(οι|ος) καὶ μρ τοῦ ἁγίου ἀπο βαρνάβα πεπληστ(αι) δια θυ | μ(ηνὶ) τῶ αὐ(τῶ) ια περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ισχυροῦ· καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ εἶδον ἐγώ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην καὶ ἃ εἶδον καὶ ἤκουσα μυστήρια ἐξηγήσασθαι· ἐγὼ ιωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις· ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ιδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημμένον καὶ εἶπεν μοι· θάρση ιωάννη καὶ γὰρ τὸ ὄνομα σου μετωνομάσθη μαρκος καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ. καὶ ἐδόθη σοι σύνεσις προς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ὅραμα ίδον· σύντρομος γενόμενος ἀπελθὼν προς τοὺς πόδας βαρνάβα. ἀπήγγειλα αὐτῶ ἃ ιδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξειπης τὴν δύναμιν ἣν ίδες γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ· οὕτως καὶ τελειωθήσει πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβου μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀ πὸ καλύψαι μελλει ταῦτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ. ἐμείναμεν εν ιεροσολύμοις ἡμέρας ικανας· καὶ ἦλθομεν ἐν αντειοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς. απεπλεύσαμεν ἐν κύπρω. καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὖ περιῆλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο. βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ ειασεν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν. ἐπορεύθην προς αὐτούς· ἦυρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιερουσαλὴμ τῆ ἐορτῆ· πολλῆ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθήσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρητῆσαι αὐτοῖς ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας κακεῖ ἐπέμεινα χρόνους ικανούς ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθειν· καὶ οἱ ὅντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὡστέ με συν αυτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλη λαβεῖν ιωάννην τὸν καὶ μάρκον μετὰ σεαυτοῦ· πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος. εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφει· πορεύου ἐν τῆ χάριτι τοῦ θυ και ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες οὖν τὰ γόνατα προσηὔξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς, καθὼς καὶ τὴν ψυχὴν. καὶ τὸ τελος ποιήσασθαι ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε. πρόσευξαι ὑπὲρ εμοῦ, ἵνα τελείως μοι ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν σοι· πορεύομαι γὰρ εν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ικανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μη βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἠτοίμασται φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ ιδοθείση σοι χάριτι πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω. κακείθεν σοι δειχθήσεται πού σοι τὸ μαρτύριον ἡτοιμασθη· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἠρωτῶμεν περάσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηὐρεθη καὶ οὐκ ηδυνήθημεν· ἤλθομεν δὲ ἐν τω κορασίω καὶ εἰσελθόντων ἡμῶν ἐν τῶ αἰγιαλῶ ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ τὴν ὤραν· μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ισαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεβάλωμεν ἡμέρας τρεῖς· καὶ εδόξατο ἡμας ἀνὴρ τίς εὔφημος ὀνόματι· ἐκεῖθέν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. ηὔρομεν δύο ἕλληνας· καὶ εἰσἐλθόντες πρὸς ἡμᾶς. ἐπηρώτον τίνες καὶ πόθεν ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας. εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν. ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα· καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα. ἥτις οὐδέποτε ῥυπένεται ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγῶ ἠρώτων ἡμᾶς· τί εστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κω ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπέρ εστιν ἄφθαρτον εἰς αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καὶ καταγαγὼν αὐτοὺς εὐθὺς κάτω εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ιδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα αὐτοὺς καὶ ἐλαλήσαμεν τὸν λόγον τοῦ θυ· καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐισελθόντες ἐν τῶ λεγομένω κρομυακίατι. ηὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ιεροδούλους· προς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς· βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατα τὴν ἀπαντῶσαν ἡμῖν χάριν. εὐθέως τῶν παθῶν ἴασιν ἐποίειτο· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ είασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου. ἦλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου. διὰ τῶν ὀρέων διοδεύσαντες ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· προς ὃν εὐρόντες καὶ ἡράκλεονα ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτοῦ· οὗτος ἦν ἀπὸ τῆς ταμασίων ἐλθὼν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας. ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου προς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ’ αὐτοῦ. παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες. κατηντήσαμεν ἐν παλαιᾶ πάφω κακεῖ ἠύραμεν ῥόδονα τινὰ ιερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ιουδαίω τινὶ ὀνοματι βαρισσοῦ ἐρχομένω ἀπὸ τῆς πάφου ὅστις καὶ ἐγνώρισεν βαρναβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ιερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου· πολὺ πλῆθος iουδαίων ὃν ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ. ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασεν ἡμᾶς εἰσἐλθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ανεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιουση ἦλθομεν ἐν κώμη τινὶ. ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχεία ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω προς αὐτὸν ἐν τῶ ὄρει κἁκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ιερῶ ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τὲ καὶ ἀνδρῶν σπενδόντων· κακεῖ προσελθὼν ὁ βαρισσοῦς συνεσκεύασε τὸ ἔθνος τῶν ιουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθειν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὁγδοήκοντα· καὶ αὐτῆ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα. ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξἐτείναξεν κατέναντι τοῦ ιεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες. ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖς· πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τω δρομίω αὐτῶν. μαθόντες παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο. εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθεντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων. ἤλθομεν ἐπι σαλαμίνα καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις· ἐνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὐρόντες ἡρακλειδην. ἐδιδάξαμεν αὐτὸν σπουδῆ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον καθιστᾶν τὲ ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμῆνα. κατηντήσαμεν εἰς την συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσἐλθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου ἤρξατο διδάσκειν τοὺς ιουδαίους· καταντήσαντος δὲ τοῦ βαρισσοῦ μετὰ δύο ἡμέρας μετα τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα· θυμωθεὶς ὁ βαρισσοῦς. συνῆξε πᾶν τὸ πλῆθος τῶν ιουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης· καὶ ὡς έδησαν αὐτὸν προς τὸ απαγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς ιεβουσσέου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω μαθόντες οἱ iουδαίοι λαβόντες τὸν βαρναβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχείλου· καὶ σύραντες ἐπὶ τὸ ιπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρὶ. ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι. ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν· εὑρὼν δε καιρὸν τῆς νυκτός ἐγὼ ιωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτο μετα τίμωνος καὶ ρωδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τὸ ιεβουσσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ. ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὦρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μηνὶ παϋνὶ κατ αιγυπτίους ἑπτακαιδεκάτη· τῆς δε γενεὰς ἔτους ι̅β̅· κατα δε ῥωμαίους μηνι ιουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ιουδαίοι καθ ημῶν· καὶ μόλις εὐρόντες. κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης ἀνελθόντες κατεφύγομεν ἐν αυτῶ. καὶ οὕτως διειλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ αναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δε ἀρίστωνα καὶ ῥώδονα. ἤλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἄπερ ἐδιδάχθην ἁπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ἐλπίζω πολλοὺς προσἐνέγκαι εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τους αἰῶνας τῶν αἰῶνων· ἀμήντοῦ ἀγίου αποστολ(ου) βαρνάβα |
Agreements: 1496/2303 (65%)