Parisinus_Graecus_1219Vaticanus_Graecus_821
τῆ αὐτῆ ἡμε(ρα) περίοδοι καὶ μαρτύριον· τοῦ ἁγίου καὶ πανευφήμου ἀπο καὶ μάρτυρος βαρνάβα.ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἱσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ ἴδων ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαίον ὠήθην· ἴδον μυστήρια καὶ ἥκουσα, ἐξηγήσασθαι· ἐγὼ ἰωάννης σὺνἀκολουθῶν· βαρναβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ῶν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν, πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου. τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν ὁράματι ἄνδρα τινὰ. ἐφ’ἑστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἴπεν μοι· θάρσι ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετ’ὀνομάσθη μάρκος· καὶ δόξα σου ἐν ὅλω τῶ κόσμώ κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθει σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ο ραμα ἴδον· σύντρομος γενόμενος· ἀπελθὼν προς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος ἀπόστολος οὐκ ἦν ἔγγιστα· ἠνίκα ἀνεθέμην τὰ τοιαύτα μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνώθη γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν· καὶ ἀπ’ἀλλοτριωθῆναι τοῦ ἑθνους σου, οὕτω καὶ τελειωθήσει· πλὴν· καὶ τὸν ὅντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ’ ἑαὐτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεικᾶ· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥῆματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταῦτα δι’ ἐμου· κατηχηθέντες οὖν παρ’ αὐτοῦ, ἐμείναμεν ἐν ιεροσολύμοις ἡμέρας ἱκανᾶς· καὶ ἤλθαμεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὖ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο· βουλόμενος ἐπὶ τὰ δυτικᾶ μέρη πορέυεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν· ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεῖα ἧσαν, ἐπορεύθην πρὸς αὐτούς· εὔρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεῖα· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμώνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱλημ τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικεῖα μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς· διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτον εἶναι· καὶ ἐν τῆ κύπρω πᾶση ὑπηρετῆσαι αὐτοῖς· ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔκλεγων ὥστε με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σεαὐτοῦ. πορεύου εἰς ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ’ ἡμῶν· βαρνάβας δὲ ἐν ἐαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε· λαβῶν αὐτὸν πορεύου· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πός σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ’ἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοῖ τῆ νυκτὶ ταῦτη· παρέστη κς λέγων· μὴ βιάσι βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη· ἡσπασάμεθα τοι γὰρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοίον ἐν λαωδικία. ἡρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ’ εἰδυνήθημεν· ἥλθομεν δὲ ἐν τῶ κορασίω· καὶ εἰσελθόντων ἡμῶν εἰς τὸν αἱγιαλὸν ἔνθα πηγὴ ἣν , ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν· μὴδ’ἑνὶ ἑἀυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παῦλου· ἐκεῖθεν δὲ ἥλθωμεν εἰς παλαιᾶς τῆς ἰσαυρίας· κακ εῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούσι καλουμένη· καὶ χειμώνος γενομένου, παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὐφήμιος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπἡρώτουν πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπένεται οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρὰ ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἡρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω· μέλλεται ἡμῖν διδόναι; εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἂν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ σὺντάσσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνω ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ δός ἡμῖν τὸ ἔνδυμα ἐκεῖνω· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἀγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς ἀφ ὦν καὶ οἱ ναῦται πολλὰ ἡδυνήθησαν κερδάναι· κατελθόντες δὲ ἐν τῶ αἱγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ καὶ ἡυλογήσαμεν αὐτοὺς· δὲ εἶς ἐξ αὐτῶν κληθεῖς στέφανος, ἐβούλετο σὺνἀκολουθήσαι ἡμῖν· καὶ οὐκ είασεν αὐτὸν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυάκι, εὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδοῦλους· πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ σὺνήχετω πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χείρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ χυ· ἣν δὲ βαρνάβας μαθήματα παρὰ ματθαῖου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταῦτην ἐπιτηθεῖς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἁπάντων ἡμῖν χῶραν, εὐθέως τῶν παθῶν ἵασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλωμανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἥλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου διὰ τῶν ὁρίων διοδεύσαντες, ἥλθομεν εἰς κόμην λαμπαδιστοῦ ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν, εὐρῶντες καὶ ἡρακλέωνα ὅντα ἐκεῖ, ἐξενίσθημεν παρ’ αὐτῶ· οὕτος ἣν ἀπὸ τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν. ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς σκιτιέων σὺντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτὸν· καὶ πνα ἅγιον ἔδωκαν μετ’ὀνομάσαντες αὐτὸν ἡρακλείδην χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιτηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ· καὶ τοῖς ἐκεῖσε οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ’ αὐτοῦ, παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖθεν εὔραμεν ῥώδονα τινὰ ἱερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας τῶ χω, σὺνἡκολούθησεν ἡμῖν· συνηντῆσαμεν δὲ ιουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὅντα πρώην μετὰ παύλου· οὗτος οὐκ εῖασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τῶ κουρίω· καὶ εὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τὲ καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπὶστραφεὶς ἐπετίμησεν· καὶ κατἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοῖ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὅντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ἰουδαίων ὃν ἐκεῖ· ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τῶν δένδρων τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιοῦση ἥλθομεν εἰς κώμην τινὰ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν, ἐκαθαρίσθη ἐν ἀντιοχεῖα· ὃν καὶ ἐσφράγησαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστηλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι καὶ πολὺ πλῆθος ἣν ἐλλήνων ἐν τω ϊερῶ ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ· πρὸσἐλθῶν οὖν βαριησοῦς σὺνἐσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα. καὶ αὕτη τοῖς εἰδώλοις μὴ πρὸσκυνοῦσα· πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξεν κατ’ ἔναντι τοῦ ἱεροῦ ἐκεῖνου ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες, ἥλθομεν διὰ τῶν ἐρήμων τόπων· ἡκολοῦθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς σκιτιεῖς πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθόντες παρήλθομεν τὴν πόλιν· ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν εἰς πλοίον ἀπὸ τῆς σκιτιέων, ἥλθομεν ἐπὶ σαλαμίναν· καὶ κατήχθημεν ἐν τοῖς λεγομένοις νήσοις ἔνθα κατ’εἴδωλος τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὑρόντες ἡρακλίδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθστᾶν ταῖς ἑκκλησίαις καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντίσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρὰ ματθαῖου, ἥρξατο διδάσκειν τοὺς ϊουδαῖους· καταντίσαντος δὲ τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας· μετὰ τὸ κατηχηθῆναι ιουδαίους οὐκ’ ὁλίγους ὑπὸ βαρνάβα, θυμοθεὶς βαριησοῦς συνήξεν πᾶν τὸ πλῆθος τῶν ιουδαῖων· καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ ὡς ἔδισαν αὐτὸν πρὸς τὸ ἀπαγαγὴν αὐτὸν πρὸς τὸν ἡγεμόνα εὐσεβοὺς ïεβουσσαίου· συγγενοὺς νέρωνος καταντίσαντος ἐν κύπρω μαθόντες οἱ ιουδαῖοι λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδεισαν ἐν σχυνίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς σὺναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί· δε χάρις τοῦ θυ διεφύλαξε σῶον, τὸ τίμιον αὐτοῦ σώμα· εὐθέως δὲ τῆ αὐτη τῆ νυκτῆ λαβόντες τὸ λείψανον αὐτοῦ, εἴλησαν ἐν σινδόνι· καὶ μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥήψαι αὐτὸν· εὐρὼν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ἰωάννης καὶ μετ’ὀνομασθεῖς μάρκος· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθείς, ἥλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγωμεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ἰεβουσσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες, ἐν αὐτῶ ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς, παρέλαβεν παρὰ ματθαίου· ἣν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παυνὶ ι̅ζ̅ κατ’ αἰγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους· μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω τινὶ, ζήτησιν οὐκ’ ὁλίγην ἐποίησαν οἱ ϊουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγωμεν ἐν αὐτῶ· καὶ οὕτω διἡλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδονα ἥλθομεν ἐν κώμη λημνίτι· καὶ εὑρόντες πλοίον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσα ντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετ’ὀνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος· ἐν ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῶ δόξα τῶ πρι καὶ τῶ ὑιῶ καὶ τῶ ἁγίω πνι νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἁπο βαρνάβα. ευ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγώ καὶ ἐδούλευσα προθύμως ἀναγκαίον, ὠήθην ἴδον μυστήρια καὶ ήκουσα ἐζηγήσασθε. ἐγὼ ϊωάννης σὺνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δε χάριν πνς ἁγίου λαβῶν, διά τε πέτρου τοῦ ἀπὸστόλου καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετα δὲ τὸ βαπτισθήναῖ με ἶδον ἐν οράματι, ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολὴ περὶβεβλημένον, καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὅνομά σου μετονομάσθη μάρκος, καὶ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τα μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὄραμα εἶδον, σύντρομος γενάμενος ἀπελθῶν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ἀπόστολος οὐκ ἣν ἔγγιστα ἡνίκα ἀνεθέμην τα τοιαύτα ρήματα. εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες. γνώθη γὰρ ὅτι καμοὶ τη νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθήναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ εαὐτοῦ· ἔχει γαρ τινὰ μυστήρια θεϊκά. νῦν οὖν τεκνον φύλαξόν σε αὐτῶ τὰ ῥήματα εἶδες καὶ ήκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταύτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἦλθωμεν ἐν ἀντιοχεία· ἐκείθεν τοίνυν κατηντήσαμεν ἐν σελεύκια, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέραν τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οῦ περὶἦλθωμεν πάσαν τὴν κύπρον· ἀναχθεντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε λοιπὸν παρέμεινα ὡσ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυσικὰ μέρη πορεύεσθαι καὶ οὐκ είασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. ηὕρον δὲ τὸν παύλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει αὐτὸν ὥστε εἰσἐλθειν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλὴμ τῆ ἐορτῆ. πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγίνετο. βαρνάβας δε παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησαι αὐτοῖς, ἄχρις οῦ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεὶ ἀπέμεινα χρόνους ἱκανοὺς. δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. καὶ οἱ ώντες ἀδελφοὶ ἐκεὶ ἐλεγον ὥστε με σὺν αὐτοῖς ἀκολουθήσαι· διὰ τὸ εὔχειν μοι ὑπάρχειν ἐως τέλους αὐτοῖς ἀκολουθήσαι· ὥστε λέγειν τον παύλον· ὅτι εἰ βούλη λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σὲ αὐτοῦ, πορεύου ετέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν εαὐτω γενόμενος· εἶπεν· ὄτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὁδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδέη ἐστὶν περ παύλε, λαβὼν αὐτὸν πορεύομαι. καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα πρὸσηύξαντο. καὶ ἀναστενάξας παύλος έκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἢν ἡμᾶς κοινῶς καθῶς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις. ἐπειδὴ δὲ οὕτως σοι έδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ· ἵνα τελείως μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἷδες γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθήσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω τεληωθήναι· καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι όψομαι τὸ πρόσωπόν σου περ παύλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανως. δὲ παύλος ἔφη προς αὐτόν· καμοὶ τη νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεὶ γὰρ αὐτῶ ἡτοίμαστε φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τη δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακείθεν σοι δηχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἡσπασάμεθα τοίγὰρ οὗν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἡρωτῶμεν περᾶσαι εἰς κύπρον καὶ ἄνεμος ἐναντίος ηὑρεθη. καὶ οὐκ ηδυνήθημεν περᾶσαι· ἥλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιἀλὸν ένθα πηγὴ ἣν, ἀνεψύξαμεν οὖν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαὐτοὺς ἐμφανήσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου. ἐκεῖθεν δὲ ἦλθαμεν εἰς παλαίας τῆς ϊσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμόνος γενομένου παρεβάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος ὀνόματι. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας, καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὕρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτον πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθήτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθήτα, ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῆ μώμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τω λόγω ἡρώτων ἡμᾶς· τί ἐστὶν τὸ ἔνδυμα ἐκείνο· μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἃν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσεσθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο, ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἁξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· κατὰγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτησεν αὐτοὺς, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υιυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἐαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν ἁγίαν. λαβῶν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολὴς ἐνέδυσεν τὸν ἔτερον. προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ῶν καὶ οἰ ναύται πολλὰ ἡδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηὐλογήσαμεν αὐτούς. δὲ εἶς ἐξ αὐτῶν κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθήσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διὰπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηυρῶμεν τίμoνα, καὶ ρίστωνα, τοὺς ἱεροὺς δοῦλους, πρὸς οὺς καὶ ἐξενήσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· καὶ ἐπὶθέντες τὰς χείρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αὐτοῦ, ἐπὶκαλεσάμενοι τὸ όνομα ιυ. ἣν δὲ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς, βίβλον τῆς τοῦ θυ φωνὴς καὶ ποιἡμάτων σύγγραμμα· ταύτην ἐπὶτιθεὶς πάσιν τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει. γενομένων δε ἡμῶν ἐν τῆ πόλει λαπιθῶ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ έασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ προς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστήναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν ἇμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπηθοῦ διὰ τῶν ὁρέων διοδεύσαντες ἤλθομεν εἰς κόμην λαμπαδίστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρῶντες καὶ ἡρακλεῶνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αὐτοῦ. οὗτος ἢν ἀπὸ τῆς ταμασίων, ἐλθὼν ἐπὶσκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὸν ἀτενίσας βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς κιτιεῶν, συντυχίαν πεποικῶς μετὰ παύλου πρὸς αὐτὸν· καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ αὐτοῦ παρεθεμεθα αὐτῶ τὸν λόγον τοῦ θυ. διἐλθόντων δὲ ἡμῶν τὸ ὅρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφῶ, κακεῖ ηὕραμεν ῥόδονα τινὰ ἱεροδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας σὺνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ϊοὐδαίω τινι ὀνόματι βαρισσοῦ ἐρχομένω ἀπὸ της πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντα πρώην μετα παύλου· οὕτος οὐκ έασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τω κουρίω. καὶ ηὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὅρει ἐπιτελούμενον πλησιον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλήθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτω βαρνάβας ἐπιστραφεῖς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λυποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος, τῶ ὅντι πλησίον. ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου, πολὺ πλήθος ϊουδαίων ὃν, ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δε ἐπιούση ἥλθαμεν ἐν κῶμη τινὶ, ἔνθα ἁριστοκλιανὸς κατέμενεν· οὕτος λεπρὸς ὣν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παύλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενήθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ όρει, κακεὶ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ, ἥλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλήθος ἢν ἐλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὅρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακει. πρὸσελθὼν οὗν βαριησοῦς, σὺνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εις τὴν πόλιν, εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὁγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ώραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετειναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κίτιεἰ πολλοῦ θορύβου γενομένου, κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθῶντες παρήλθομεν τὴν πόλιν ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὶ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψήξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμίνα καὶ κατηχήθημεν ἐν ταῖς λεγομέναις νήσοις, ένθα κατείδωλος τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρῶντες ἡρακλίδην ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τῶ τοῦ χυ εὐαγγέλιον, καθηστᾶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρα ματθαίου, ἥρξατο διδάσκειν τοὺς ϊουδαίους. καταντήσαντος δὲ τοῦ βαριησίου, μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθήναι ϊουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα, θυμωθεὶς βαριἡσοὺς, συνήξεν πᾶν τὸ πλήθος τῶν ϊοὐδαίων καὶ εζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι τῆς σαλαμίνης. καὶ ὡς έδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν, πρὸς τὸν ἡγεμῶνα εὐσεβοὺς ἰεβοσαίου συγγενοὺς νέρωνος κρατήσαντος ἐν κύπρω, μαθῶντες οἱ ϊουδαίοι λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομίον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἐξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρί ὤστε καὶ τὰ ὁστὰ αὐτοῦ κονιὰν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονιὰν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν. εὐρῶν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ϊωάννης, καὶ μετονομασθὴς μάρκος, καὶ τοῦτον μετα τίμονος καὶ ῥώδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρῶντες σπήλαιον κατηγάγωμεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ έθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ ἀπεθέμεθα ἄμα τοῖς μαθήμασιν, οἷς παρέλαβεν παρα ματθαίου. ἣν δὲ ὧρα τετάρτη τῆς νυκτὸς, δευτέρα σαββάτω. μηνὶ παϋνι εἰς τὰς δεκα ἐπτὰ κατ αιγυπτίους, τῆς δὲ γενεάς ἔτους δωδεκάτου, κατὰ δὲ ρωμαίους μηνὶ ἰουνίω εἰς τὰς ένδεκα. ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὐρῶντες κατεδιωξαν ἡμᾶς ἔως τῆς κώμης ἀεδρῶν·καὶ εὐρῶντες κακεὶ σπήλαιον ἐν τῶ ὅρει πλησίον τῆς κώμης, ἀνελθῶντες κατεφύγωμεν ἐν αὐτῶ, καὶ οὕτως δὲ ἐλίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρισάντων τῶν ϊουδαίων ἐξελθώντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἁρίστωνα καὶ ρόδωνα ἥλθωμεν ἐν κόμη λιμνήτι. εὐρῶντες δὲ πλοίον αἱγύπτιον ἀνήλθωμεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρία. κακεὶ ἐκεινα διδάσκων τοὺς πρὸσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐἁγγελιζόμενος ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀπὸστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα του πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὖδατι τοῦ παπτίσματος, ἐν ἐλπίζω πρὸσἐνέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.

Agreements: 1710/2001 (85%)

Collation table