Parisinus_Graecus_1219 | Vaticanus_Graecus_1667 |
---|---|
τῆ αὐτῆ ἡμε(ρα) περίοδοι καὶ μαρτύριον· τοῦ ἁγίου καὶ πανευφήμου ἀπο καὶ μάρτυρος βαρνάβα.ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἱσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ ἴδων ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαίον ὠήθην· ἃ ἴδον μυστήρια καὶ ἥκουσα, ἐξηγήσασθαι· ἐγὼ ἰωάννης σὺνἀκολουθῶν· βαρναβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ῶν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν, πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου. τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν ὁράματι ἄνδρα τινὰ. ἐφ’ἑστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἴπεν μοι· θάρσι ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετ’ὀνομάσθη μάρκος· καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμώ κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθει σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ο ραμα ἴδον· σύντρομος γενόμενος· ἀπελθὼν προς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἃ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα· ἠνίκα ἀνεθέμην τὰ τοιαύτα μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνώθη γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν· καὶ ἀπ’ἀλλοτριωθῆναι τοῦ ἑθνους σου, οὕτω καὶ τελειωθήσει· πλὴν· καὶ τὸν ὅντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ’ ἑαὐτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεικᾶ· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥῆματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταῦτα δι’ ἐμου· κατηχηθέντες οὖν παρ’ αὐτοῦ, ἐμείναμεν ἐν ιεροσολύμοις ἡμέρας ἱκανᾶς· καὶ ἤλθαμεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὖ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο· βουλόμενος ἐπὶ τὰ δυτικᾶ μέρη πορέυεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν· ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεῖα ἧσαν, ἐπορεύθην πρὸς αὐτούς· εὔρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεῖα· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμώνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱλημ τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικεῖα μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς· διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτον εἶναι· καὶ ἐν τῆ κύπρω πᾶση ὑπηρετῆσαι αὐτοῖς· ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔκλεγων ὥστε με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι ἡ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σεαὐτοῦ. πορεύου εἰς ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ’ ἡμῶν· βαρνάβας δὲ ἐν ἐαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε· λαβῶν αὐτὸν πορεύου· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πός σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ’ἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοῖ τῆ νυκτὶ ταῦτη· παρέστη ὁ κς λέγων· μὴ βιάσι βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη· ἡσπασάμεθα τοι γὰρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοίον ἐν λαωδικία. ἡρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ’ εἰδυνήθημεν· ἥλθομεν δὲ ἐν τῶ κορασίω· καὶ εἰσελθόντων ἡμῶν εἰς τὸν αἱγιαλὸν ἔνθα πηγὴ ἣν , ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν· μὴδ’ἑνὶ ἑἀυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παῦλου· ἐκεῖθεν δὲ ἥλθωμεν εἰς παλαιᾶς τῆς ἰσαυρίας· κακ εῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούσι καλουμένη· καὶ χειμώνος γενομένου, παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὐφήμιος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπἡρώτουν πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπένεται οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρὰ ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἡρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω· ὃ μέλλεται ἡμῖν διδόναι; εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἂν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ σὺντάσσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνω ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ δός ἡμῖν τὸ ἔνδυμα ἐκεῖνω· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἀγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς ἀφ ὦν καὶ οἱ ναῦται πολλὰ ἡδυνήθησαν κερδάναι· κατελθόντες δὲ ἐν τῶ αἱγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ καὶ ἡυλογήσαμεν αὐτοὺς· ὁ δὲ εἶς ἐξ αὐτῶν ὁ κληθεῖς στέφανος, ἐβούλετο σὺνἀκολουθήσαι ἡμῖν· καὶ οὐκ είασεν αὐτὸν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυάκι, εὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδοῦλους· πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ σὺνήχετω πυρετῶ πολλῶ· ὃ καὶ ἐπιθέντες τὰς χείρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ χυ· ἣν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαῖου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταῦτην ἐπιτηθεῖς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἁπάντων ἡμῖν χῶραν, εὐθέως τῶν παθῶν ἵασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλωμανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἥλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου διὰ τῶν ὁρίων διοδεύσαντες, ἥλθομεν εἰς κόμην λαμπαδιστοῦ ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν, εὐρῶντες καὶ ἡρακλέωνα ὅντα ἐκεῖ, ἐξενίσθημεν παρ’ αὐτῶ· οὕτος ἣν ἀπὸ τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν. ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς σκιτιέων σὺντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτὸν· ὃ καὶ πνα ἅγιον ἔδωκαν μετ’ὀνομάσαντες αὐτὸν ἡρακλείδην χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιτηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ· καὶ τοῖς ἐκεῖσε οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ’ αὐτοῦ, παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖθεν εὔραμεν ῥώδονα τινὰ ἱερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας τῶ χω, σὺνἡκολούθησεν ἡμῖν· συνηντῆσαμεν δὲ ιουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὅντα πρώην μετὰ παύλου· οὗτος οὐκ εῖασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τῶ κουρίω· καὶ εὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τὲ καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπὶστραφεὶς ἐπετίμησεν· καὶ κατἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοῖ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὅντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ἰουδαίων ὃν ἐκεῖ· ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τῶν δένδρων τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιοῦση ἥλθομεν εἰς κώμην τινὰ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν, ἐκαθαρίσθη ἐν ἀντιοχεῖα· ὃν καὶ ἐσφράγησαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστηλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι καὶ πολὺ πλῆθος ἣν ἐλλήνων ἐν τω ϊερῶ ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ· πρὸσἐλθῶν οὖν ὁ βαριησοῦς σὺνἐσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα. καὶ αὕτη τοῖς εἰδώλοις μὴ πρὸσκυνοῦσα· πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξεν κατ’ ἔναντι τοῦ ἱεροῦ ἐκεῖνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες, ἥλθομεν διὰ τῶν ἐρήμων τόπων· ἡκολοῦθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς σκιτιεῖς πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθόντες παρήλθομεν τὴν πόλιν· ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν εἰς πλοίον ἀπὸ τῆς σκιτιέων, ἥλθομεν ἐπὶ σαλαμίναν· καὶ κατήχθημεν ἐν τοῖς λεγομένοις νήσοις ἔνθα κατ’εἴδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὑρόντες ἡρακλίδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθστᾶν ταῖς ἑκκλησίαις καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντίσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρὰ ματθαῖου, ἥρξατο διδάσκειν τοὺς ϊουδαῖους· καταντίσαντος δὲ τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας· μετὰ τὸ κατηχηθῆναι ιουδαίους οὐκ’ ὁλίγους ὑπὸ βαρνάβα, θυμοθεὶς ὁ βαριησοῦς συνήξεν πᾶν τὸ πλῆθος τῶν ιουδαῖων· καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ ὡς ἔδισαν αὐτὸν πρὸς τὸ ἀπαγαγὴν αὐτὸν πρὸς τὸν ἡγεμόνα εὐσεβοὺς ïεβουσσαίου· συγγενοὺς νέρωνος καταντίσαντος ἐν κύπρω μαθόντες οἱ ιουδαῖοι λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδεισαν ἐν σχυνίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς σὺναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί· ἡ δε χάρις τοῦ θυ διεφύλαξε σῶον, τὸ τίμιον αὐτοῦ σώμα· εὐθέως δὲ τῆ αὐτη τῆ νυκτῆ λαβόντες τὸ λείψανον αὐτοῦ, εἴλησαν ἐν σινδόνι· καὶ μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥήψαι αὐτὸν· εὐρὼν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ἰωάννης ὁ καὶ μετ’ὀνομασθεῖς μάρκος· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθείς, ἥλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγωμεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ἰεβουσσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες, ἐν αὐτῶ ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς, παρέλαβεν παρὰ ματθαίου· ἣν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παυνὶ ι̅ζ̅ κατ’ αἰγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους· μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω τινὶ, ζήτησιν οὐκ’ ὁλίγην ἐποίησαν οἱ ϊουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγωμεν ἐν αὐτῶ· καὶ οὕτω διἡλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδονα ἥλθομεν ἐν κώμη λημνίτι· καὶ εὑρόντες πλοίον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσα ντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετ’ὀνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος· ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῶ ἡ δόξα τῶ πρι καὶ τῶ ὑιῶ καὶ τῶ ἁγίω πνι νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν | μ(ηνὶ) τῶ αὐ(τῶ) ια περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ισχυροῦ· καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ εἶδον ἐγώ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην καὶ ἃ εἶδον καὶ ἤκουσα μυστήρια ἐξηγήσασθαι· ἐγὼ ιωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις· ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ιδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημμένον καὶ εἶπεν μοι· θάρση ιωάννη καὶ γὰρ τὸ ὄνομα σου μετωνομάσθη μαρκος καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ. καὶ ἐδόθη σοι σύνεσις προς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ὅραμα ίδον· σύντρομος γενόμενος ἀπελθὼν προς τοὺς πόδας βαρνάβα. ἀπήγγειλα αὐτῶ ἃ ιδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξειπης τὴν δύναμιν ἣν ίδες γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ· οὕτως καὶ τελειωθήσει πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβου μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀ πὸ καλύψαι μελλει ταῦτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ. ἐμείναμεν εν ιεροσολύμοις ἡμέρας ικανας· καὶ ἦλθομεν ἐν αντειοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς. απεπλεύσαμεν ἐν κύπρω. καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὖ περιῆλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο. βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ ειασεν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν. ἐπορεύθην προς αὐτούς· ἦυρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιερουσαλὴμ τῆ ἐορτῆ· πολλῆ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθήσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρητῆσαι αὐτοῖς ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας κακεῖ ἐπέμεινα χρόνους ικανούς ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθειν· καὶ οἱ ὅντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὡστέ με συν αυτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλη λαβεῖν ιωάννην τὸν καὶ μάρκον μετὰ σεαυτοῦ· πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος. εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφει· πορεύου ἐν τῆ χάριτι τοῦ θυ και ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες οὖν τὰ γόνατα προσηὔξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς, καθὼς καὶ τὴν ψυχὴν. καὶ τὸ τελος ποιήσασθαι ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε. πρόσευξαι ὑπὲρ εμοῦ, ἵνα τελείως μοι ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν σοι· πορεύομαι γὰρ εν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ικανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μη βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἠτοίμασται φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ ιδοθείση σοι χάριτι πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω. κακείθεν σοι δειχθήσεται πού σοι τὸ μαρτύριον ἡτοιμασθη· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἠρωτῶμεν περάσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηὐρεθη καὶ οὐκ ηδυνήθημεν· ἤλθομεν δὲ ἐν τω κορασίω καὶ εἰσελθόντων ἡμῶν ἐν τῶ αἰγιαλῶ ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ τὴν ὤραν· μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ισαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεβάλωμεν ἡμέρας τρεῖς· καὶ εδόξατο ἡμας ἀνὴρ τίς εὔφημος ὀνόματι· ἐκεῖθέν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. ηὔρομεν δύο ἕλληνας· καὶ εἰσἐλθόντες πρὸς ἡμᾶς. ἐπηρώτον τίνες καὶ πόθεν ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας. εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν. ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα· καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα. ἥτις οὐδέποτε ῥυπένεται ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγῶ ἠρώτων ἡμᾶς· τί εστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κω ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπέρ εστιν ἄφθαρτον εἰς αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καὶ καταγαγὼν αὐτοὺς εὐθὺς κάτω εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ιδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα αὐτοὺς καὶ ἐλαλήσαμεν τὸν λόγον τοῦ θυ· καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐισελθόντες ἐν τῶ λεγομένω κρομυακίατι. ηὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ιεροδούλους· προς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς· βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατα τὴν ἀπαντῶσαν ἡμῖν χάριν. εὐθέως τῶν παθῶν ἴασιν ἐποίειτο· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ είασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου. ἦλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου. διὰ τῶν ὀρέων διοδεύσαντες ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· προς ὃν εὐρόντες καὶ ἡράκλεονα ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτοῦ· οὗτος ἦν ἀπὸ τῆς ταμασίων ἐλθὼν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας. ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου προς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ’ αὐτοῦ. παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες. κατηντήσαμεν ἐν παλαιᾶ πάφω κακεῖ ἠύραμεν ῥόδονα τινὰ ιερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ιουδαίω τινὶ ὀνοματι βαρισσοῦ ἐρχομένω ἀπὸ τῆς πάφου ὅστις καὶ ἐγνώρισεν βαρναβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ιερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου· πολὺ πλῆθος iουδαίων ὃν ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ. ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασεν ἡμᾶς εἰσἐλθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ανεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιουση ἦλθομεν ἐν κώμη τινὶ. ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχεία ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω προς αὐτὸν ἐν τῶ ὄρει κἁκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ιερῶ ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τὲ καὶ ἀνδρῶν σπενδόντων· κακεῖ προσελθὼν ὁ βαρισσοῦς συνεσκεύασε τὸ ἔθνος τῶν ιουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθειν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὁγδοήκοντα· καὶ αὐτῆ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα. ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξἐτείναξεν κατέναντι τοῦ ιεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες. ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖς· πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τω δρομίω αὐτῶν. μαθόντες παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο. εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθεντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων. ἤλθομεν ἐπι σαλαμίνα καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις· ἐνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὐρόντες ἡρακλειδην. ἐδιδάξαμεν αὐτὸν σπουδῆ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον καθιστᾶν τὲ ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμῆνα. κατηντήσαμεν εἰς την συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσἐλθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου ἤρξατο διδάσκειν τοὺς ιουδαίους· καταντήσαντος δὲ τοῦ βαρισσοῦ μετὰ δύο ἡμέρας μετα τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα· θυμωθεὶς ὁ βαρισσοῦς. συνῆξε πᾶν τὸ πλῆθος τῶν ιουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης· καὶ ὡς έδησαν αὐτὸν προς τὸ απαγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς ιεβουσσέου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω μαθόντες οἱ iουδαίοι λαβόντες τὸν βαρναβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχείλου· καὶ σύραντες ἐπὶ τὸ ιπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρὶ. ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι. ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν· εὑρὼν δε καιρὸν τῆς νυκτός ἐγὼ ιωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτο μετα τίμωνος καὶ ρωδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τὸ ιεβουσσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ. ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὦρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μηνὶ παϋνὶ κατ αιγυπτίους ἑπτακαιδεκάτη· τῆς δε γενεὰς ἔτους ι̅β̅· κατα δε ῥωμαίους μηνι ιουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ιουδαίοι καθ ημῶν· καὶ μόλις εὐρόντες. κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης ἀνελθόντες κατεφύγομεν ἐν αυτῶ. καὶ οὕτως διειλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ αναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δε ἀρίστωνα καὶ ῥώδονα. ἤλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἄπερ ἐδιδάχθην ἁπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ἐλπίζω πολλοὺς προσἐνέγκαι εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τους αἰῶνας τῶν αἰῶνων· ἀμήντοῦ ἀγίου αποστολ(ου) βαρνάβα |
Agreements: 1721/1998 (86%)