Parisinus_Graecus_1219Parisinus_Graecus_1470
τῆ αὐτῆ ἡμε(ρα) περίοδοι καὶ μαρτύριον· τοῦ ἁγίου καὶ πανευφήμου ἀπο καὶ μάρτυρος βαρνάβα.ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἱσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ ἴδων ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαίον ὠήθην· ἴδον μυστήρια καὶ ἥκουσα, ἐξηγήσασθαι· ἐγὼ ἰωάννης σὺνἀκολουθῶν· βαρναβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ῶν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν, πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου. τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν ὁράματι ἄνδρα τινὰ. ἐφ’ἑστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἴπεν μοι· θάρσι ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετ’ὀνομάσθη μάρκος· καὶ δόξα σου ἐν ὅλω τῶ κόσμώ κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθει σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ο ραμα ἴδον· σύντρομος γενόμενος· ἀπελθὼν προς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος ἀπόστολος οὐκ ἦν ἔγγιστα· ἠνίκα ἀνεθέμην τὰ τοιαύτα μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνώθη γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν· καὶ ἀπ’ἀλλοτριωθῆναι τοῦ ἑθνους σου, οὕτω καὶ τελειωθήσει· πλὴν· καὶ τὸν ὅντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ’ ἑαὐτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεικᾶ· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥῆματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταῦτα δι’ ἐμου· κατηχηθέντες οὖν παρ’ αὐτοῦ, ἐμείναμεν ἐν ιεροσολύμοις ἡμέρας ἱκανᾶς· καὶ ἤλθαμεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὖ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο· βουλόμενος ἐπὶ τὰ δυτικᾶ μέρη πορέυεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν· ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεῖα ἧσαν, ἐπορεύθην πρὸς αὐτούς· εὔρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεῖα· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμώνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱλημ τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικεῖα μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς· διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτον εἶναι· καὶ ἐν τῆ κύπρω πᾶση ὑπηρετῆσαι αὐτοῖς· ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔκλεγων ὥστε με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σεαὐτοῦ. πορεύου εἰς ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ’ ἡμῶν· βαρνάβας δὲ ἐν ἐαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε· λαβῶν αὐτὸν πορεύου· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πός σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ’ἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοῖ τῆ νυκτὶ ταῦτη· παρέστη κς λέγων· μὴ βιάσι βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη· ἡσπασάμεθα τοι γὰρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοίον ἐν λαωδικία. ἡρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ’ εἰδυνήθημεν· ἥλθομεν δὲ ἐν τῶ κορασίω· καὶ εἰσελθόντων ἡμῶν εἰς τὸν αἱγιαλὸν ἔνθα πηγὴ ἣν , ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν· μὴδ’ἑνὶ ἑἀυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παῦλου· ἐκεῖθεν δὲ ἥλθωμεν εἰς παλαιᾶς τῆς ἰσαυρίας· κακ εῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούσι καλουμένη· καὶ χειμώνος γενομένου, παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὐφήμιος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπἡρώτουν πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπένεται οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρὰ ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἡρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω· μέλλεται ἡμῖν διδόναι; εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἂν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ σὺντάσσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνω ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ δός ἡμῖν τὸ ἔνδυμα ἐκεῖνω· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἀγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς ἀφ ὦν καὶ οἱ ναῦται πολλὰ ἡδυνήθησαν κερδάναι· κατελθόντες δὲ ἐν τῶ αἱγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ καὶ ἡυλογήσαμεν αὐτοὺς· δὲ εἶς ἐξ αὐτῶν κληθεῖς στέφανος, ἐβούλετο σὺνἀκολουθήσαι ἡμῖν· καὶ οὐκ είασεν αὐτὸν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυάκι, εὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδοῦλους· πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ σὺνήχετω πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χείρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ χυ· ἣν δὲ βαρνάβας μαθήματα παρὰ ματθαῖου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταῦτην ἐπιτηθεῖς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἁπάντων ἡμῖν χῶραν, εὐθέως τῶν παθῶν ἵασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλωμανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἥλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου διὰ τῶν ὁρίων διοδεύσαντες, ἥλθομεν εἰς κόμην λαμπαδιστοῦ ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν, εὐρῶντες καὶ ἡρακλέωνα ὅντα ἐκεῖ, ἐξενίσθημεν παρ’ αὐτῶ· οὕτος ἣν ἀπὸ τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν. ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς σκιτιέων σὺντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτὸν· καὶ πνα ἅγιον ἔδωκαν μετ’ὀνομάσαντες αὐτὸν ἡρακλείδην χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιτηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ· καὶ τοῖς ἐκεῖσε οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ’ αὐτοῦ, παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖθεν εὔραμεν ῥώδονα τινὰ ἱερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας τῶ χω, σὺνἡκολούθησεν ἡμῖν· συνηντῆσαμεν δὲ ιουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὅντα πρώην μετὰ παύλου· οὗτος οὐκ εῖασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τῶ κουρίω· καὶ εὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τὲ καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπὶστραφεὶς ἐπετίμησεν· καὶ κατἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοῖ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὅντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ἰουδαίων ὃν ἐκεῖ· ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τῶν δένδρων τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιοῦση ἥλθομεν εἰς κώμην τινὰ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν, ἐκαθαρίσθη ἐν ἀντιοχεῖα· ὃν καὶ ἐσφράγησαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστηλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι καὶ πολὺ πλῆθος ἣν ἐλλήνων ἐν τω ϊερῶ ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ· πρὸσἐλθῶν οὖν βαριησοῦς σὺνἐσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα. καὶ αὕτη τοῖς εἰδώλοις μὴ πρὸσκυνοῦσα· πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξεν κατ’ ἔναντι τοῦ ἱεροῦ ἐκεῖνου ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες, ἥλθομεν διὰ τῶν ἐρήμων τόπων· ἡκολοῦθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς σκιτιεῖς πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθόντες παρήλθομεν τὴν πόλιν· ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν εἰς πλοίον ἀπὸ τῆς σκιτιέων, ἥλθομεν ἐπὶ σαλαμίναν· καὶ κατήχθημεν ἐν τοῖς λεγομένοις νήσοις ἔνθα κατ’εἴδωλος τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὑρόντες ἡρακλίδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθστᾶν ταῖς ἑκκλησίαις καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντίσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρὰ ματθαῖου, ἥρξατο διδάσκειν τοὺς ϊουδαῖους· καταντίσαντος δὲ τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας· μετὰ τὸ κατηχηθῆναι ιουδαίους οὐκ’ ὁλίγους ὑπὸ βαρνάβα, θυμοθεὶς βαριησοῦς συνήξεν πᾶν τὸ πλῆθος τῶν ιουδαῖων· καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ ὡς ἔδισαν αὐτὸν πρὸς τὸ ἀπαγαγὴν αὐτὸν πρὸς τὸν ἡγεμόνα εὐσεβοὺς ïεβουσσαίου· συγγενοὺς νέρωνος καταντίσαντος ἐν κύπρω μαθόντες οἱ ιουδαῖοι λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδεισαν ἐν σχυνίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς σὺναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί· δε χάρις τοῦ θυ διεφύλαξε σῶον, τὸ τίμιον αὐτοῦ σώμα· εὐθέως δὲ τῆ αὐτη τῆ νυκτῆ λαβόντες τὸ λείψανον αὐτοῦ, εἴλησαν ἐν σινδόνι· καὶ μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥήψαι αὐτὸν· εὐρὼν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ἰωάννης καὶ μετ’ὀνομασθεῖς μάρκος· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθείς, ἥλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγωμεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ἰεβουσσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες, ἐν αὐτῶ ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς, παρέλαβεν παρὰ ματθαίου· ἣν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παυνὶ ι̅ζ̅ κατ’ αἰγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους· μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω τινὶ, ζήτησιν οὐκ’ ὁλίγην ἐποίησαν οἱ ϊουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγωμεν ἐν αὐτῶ· καὶ οὕτω διἡλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδονα ἥλθομεν ἐν κώμη λημνίτι· καὶ εὑρόντες πλοίον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσα ντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετ’ὀνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος· ἐν ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῶ δόξα τῶ πρι καὶ τῶ ὑιῶ καὶ τῶ ἁγίω πνι νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν περίοδοι και μαρτύριον τοῦ π̅δ̅ ἁγίου βαρνάβα τοῦ αποστο(λου)ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χῦ παρουσίας· τοῦ αόκνου καὶ φιλανου καὶ ἰσχυροῦ· καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην ἤκουσα καὶ εἶδον μυστήρια ἐγὼ ἰωάννης ἐξηγήσασθαι συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἁγίοις ἀποστόλοις· ὑπηρέτης ὢν· τὸ πρὶν μὲν, κυρίλλου τοῦ ἀρχιερέως τοῦ διός· νῦν δὲ, χάριν λαβὼν πνς ἁγίου δια παύλου καὶ βαρνάβα καὶ σíλα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με ἐν εἰκονίω· μετὰ οὖν τὸ βαπτισθῆναί με. εἶδον ἄνδρα τινὰ ἐφεστῶτα ἐν λεη κῆ στολῆ περιβεβλημένον καὶ εἶπέν μοι· θάρσει ἰωάννη καὶ γὰρ τὸ ὄνομα σου μετονομασθήσεται μάρκος, καὶ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος. παρῆλθεν ἀπο σου· καὶ ἐδόθη σοι σύνεσις. προγνῶναι τὰ μυστήρια τοῦ θυ ὡς δε τὸ ὅραμα εἶδον. σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας βαρνάβας καὶ ἀπήγγειλα αὐτῶ εἶδον καὶ ἤκουσαν παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἐγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμυ ἣν εἶδες· καμοὶ γὰρ τη νυκτὶ ταύτη παρέστη κς λέγων ὅτι θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σου ἐθνους. οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα μεθ ὑμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ. ἔχει γάρ τινα μυστήρια· νῦν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα εἶδες καὶ ἤκουσας, καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει· ταῦτα δέ μου κατηχηθέντος παρ’ αὐτοῦ. ἐμείναμεν ἐν εἰκονίω ἡμέρας ἱκανὰς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβὴς ὅστις ἡμᾶς καὶ ὑπεδέξατο. οὗ καὶ τὸν οἶκον ἡγίασε παῦλος· ἐκεῖθεν τοίνυν. κατηντήσαμεν ἐν σελευκεία· καὶ προσμείναντες ἡμέρας τρεῖς, ἐπλεύσαμεν εἰς κύπρον καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας κακεῖσε λοιπὸν παρεμεινα ὡσεὶ μῆνας δύο βουλόμενος ἐπὶ τα δοτικὰ μερη ἀποπλεπαι · καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους· και μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν. ἐπορεύθην πρὸς αὐτούς εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν αντιοχεία ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με, σφόδρα ἐλυπήθη δια τὸ βραδυναί με ἐν παμφυλία· καὶ προσελθὸν βαρνάβας παρεκάλεσεν αὐτόν καὶ ἐγέσατο ἄρτου ὀλίγον δὲ ἔλαβεν αὐτὸν καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κύ καὶ πολλοὺς τo ν ἰουδαίων καὶ ἑλλήνων ἐφώστισαν· ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς καὶ ἐφοβούμην παῦλον προσεγγίσαι αὐτῶ. καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν παμφυλία διάγοντα· καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ’ ἐμοῦ· μετάνοιαν δὲ ἐδίδον ἐπι τοῖς γόνασιν εἰς τὴν γῆν παύλω. καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπι σάββατα τρία τῆ παρακλήσει· καὶ τῆ δεήσει γονυπαιτῶν. οὐκ ηδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμ’αὐτοῦ· δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με, διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν παμφυλία· ὡς δὲ ἐγενετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν ἀντιοχεια· τῆ μιᾶ τῶν σαββάτων καθεσθέντες ὁμοῦ. συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους· καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν κύπρω καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας. ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θυ· παρεκάλει δὲ βαρνάβας ἐλθεῖν τὸν παῦλον πρότερον ἐν κύπρω. καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῆ κώμη αὐτοῦ· καὶ λούκιος δὲ παρεκάλει· ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ κορίνην· ὅραμα δὲ ἦν καθύπνον ὀφθὲν τῶ παύλω. ὥστε σπεῦσαι αὐτὸν ἐπι ιλημ δια τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ· βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν κύπρω καὶ ποιῆσαι τὸν χειμῶνα. καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιλημ ἐν τῆ ἑορτῆ· πολλὴ μεταξὺ αὐτῶν τοίνυν φιλονεικία ἐγίνετο· βαρνάβας δὲ παρεκάλει. καμὲ συνακολουθῆσαι αὐτοῖς. δια τὸ ἐξ αρχῆς ὑπηρέτην αὐτῶν εἶναί με· καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησα αὐτοῖς. ἄχρις οῦ καντήντησαν ἐν πέργη τῆς παμφυλίας. κακεῖ ἀπεμεινα ἡμέρας ἱκανὰς· δε παῦλος κατέκραζεν τοῦ βαρναβα λέγων ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν· καὶ οἱ ὄντες δὲ μεθ ἡμῶν ἐκεῖ, παρεκάλουν ὥστε καμὲ συνακολουθῆσαι αὐτοῖς· ὥστε λέγειν τὸν παῦλον τῶ βαρνάβα· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετονομασθέντα μετα σεαυτοῦ. πορεύου ἑτέραν ὁδόν οὐ γὰρ ἐλθη μεθ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα. οὐκ ἀποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς πορεύου ἐν τῆ χάριτι τοῦ χυ. καὶ ἡμεῖς ἐν τῆ δυνάμει τοῦ πνς· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο τῶ θω· καὶ ἀναστενάξας παῦλος, ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς τὴν ἀρχὴν. οὕτως καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μου κάματος γένηται εἰς αἴνεσιν· οἶδας γὰρ πῶς σοι ἐδούλευσα εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν ἡμῖν· πορεύομαι γὰρ ἐν κύπρω καὶ σπεύδω τελειωθῆναι. οἶδα γὰρ οὐκἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ δὲ ἐν τῆ δοθείση σοι χάριτι. πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγιω τόπω· κακεῖ σοι δειχθήσεται. ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα δὲ ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· καὶ κατελθόντες εἰς λαοδίκειαν. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ευρόντες πλοῖον ἀπερχόμενον εἰς κύπρον, ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν. ἄνεμος ἐναντίος ευρέθη· ἤλθομεν δὲ ἐν τῶ κορασίω· καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ· μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες. διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἀναχθέντες δὲ ἀπο κορασίου. ἤλθομεν ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου. ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνηρ τις εὐλαβὴς. ὀνόματι εὔφημος. ὃν καὶ πολλὰ κατήχησε βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλω τῶ οἴκω αὐτοῦ· ἐκεῖθεν τε παρεπλεύσαμεν τὰς ἀκονησίας. καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμὲν ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα. καὶ περιβάλλω ὑμᾶς ἐσθητα. ἥτις οὐδέποτε ῥυπαίνεται. οὐδέ ἐστιν ἐν αὐτῆ ῥυπαρία ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο μέλλει διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάξησθε τῶ κω ἡμῶν ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο. ὅπέρ ἐστιν ἄφθαρτον εἰς τον αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἐπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ. δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο ἡμεῖς γὰρ πιστεύομεν κηρύττεις ζῶντι θω καὶ ἀληθινῶ· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν. ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς. ὅτι ἐνεδύσαντο δύναμιν καὶ στολὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ χρήματα αὐτῶ. καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας τοῖς πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ. ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ εὐλογήσας αὐτοὺς. ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῶ πλοίω· δε εἷς αὐτῶν ἐπικληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ, ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω δια νυκτός. καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομμυακίτη εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους. πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστησαμεν τὸν πυρετὸν αὐτοῦ. ἐπικαλεσάμενοι τὸ ὄμα τοῦ κυ ιυ· ἦν δὲ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον· τῆς τοῦ θυ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων συγγράμματα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν. καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψυξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν σὺν ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου, δια τῶν ὀρέων ὡδεύσαμεν· και ἤλθομεν εἰς πόλιν λαμπαδίστου ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠράκλειον ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτῶ· οὗτος ἠρακλέων ἦν ἀπὸ τῆς ταμασέων ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτὸν. πρώην ἐπι τῆς κητιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτὸν. καὶ πνα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος· μετωνόμασέν τε αὐτὸν ηρακλείδην· χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν ταμάσω κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν· ἡμῶν δὲ διελθόντων τὸ ὄρος τὸ καλούμενον χιονῶδες. καντηντήσαμεν ἐν παλαιῶ πάφω· κακεῖ εὑρόντες ῥόδωνα ἱερόδουλον· ὃς καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνατήσαντες δέ τινι ἰουδαίω ὀνόματι βαρὶησοῦ ἐρχομένω ἀπο πάφου· ὅστις καὶ ἐγνωρισεν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ ἠθελησεν ἡμᾶς εἰσελθεῖν ἐν πάφω· ἀλλ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῆ ὁδῶ πλησίον τῆς πόλεως ἐπιτελούμενον ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῶ τόπω ἐκείνω· στραφεὶς δὲ βαρνάβας. τούτω ἐπετίμησεν καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος. ὡστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῆ καλουμένη ἱερᾶ· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ ἱεροῦ· πολὺ πλῆθος ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ βαρἰησοῦ. ἔστησαν ἔξω τῆς πόλεως. καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν· καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινί ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν ἀντιοχεια· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ ἀπέστειλαν εἰς τὴν κώμην αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκει· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν ἀμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων· προλαβὼν δε κακεῖ βαριησοῦς. συνεσκευασεν τὸ ἔθνος τῶν ἰουδαίων. καὶ οὐκ εἴασεν ἡμας εἰσελθεῖν εἰς τὴν πόλιν εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα ἔξω τῆς πόλεως οὖσα. καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσέχουσ α ἡμῖν. ἐδεξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν, τῶν ποδῶν ἐξετιναξαμεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα σπονδὴ τῶν ἱερέων ἐγίνετο· ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ τίμων· καὶ ἐλθόντων ἡμῶν προς κιτιεῖς. πολλοῦ θορύβου γενομένου· κακεῖ ἐν τῶ ἱπποδρομείω αὐτῶν. μαθόντες ἐξήλθομεν τὴν πόλιν ἐκτιναξαμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο. ἡμὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν. πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κητιαίων. ἤλθομεν ἐπὶ σαλαμίνη· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις. ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· κακεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· εὑρόντες δὲ κακεῖ πάλιν ἡρακλείδην. ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θυ εὐαγγέλιον· καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη. κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομενης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου τοῦ συνεργου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δε τοῦ βαριησοῦ μετα δύο ἡμέρας· μετὰ τὸ κατηχῆσαι ἰουδαίους οὐκ ὀλίγους. θυμωθεὶς, συνῆξε πᾶν τὸ πλῆθος τῶν ἰουδαίων· καὶ κατασχόντες τὸν βαρνάβαν. ἐζήτησαν παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ δήσαντες αὐτὸν πρὸς τὸ ἀγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς δὲ ἰεβουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω· μαθόντες οἱ ἰουδαῖοι· λαβόντες τὸν βαρνάβαν νυκτος. ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομεῖον ἀπὸ τῆς συναγωγῆς καὶ περάσαντες ἔξω τῆς πύλης, περιστάντες, κατέκαυσαν αὐτὸν πυρί. ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενεσθαι· εὐθέως δὲ αὐτῆ τῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέπτοντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς. ἤλθομεν ἐν τόπω τινί καὶ εὑρόντες σπήλαιον. κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ. ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κώμης λέδρων· καὶ εὑρόντες κακεῖ σπήλαιον πλησίον τῆς κώμης, κατεφύγομεν ἐν αὐτῶ. καὶ οὕτως διελάθομεν αὐτούς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω τρεῖς ἡμέρας· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων. ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός· ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν. εὕρομεν πλοῖον αἰγύπτιον· καὶ ανελθόντες εἰς αὐτὸ. κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος. ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θυ διὰ τῆς χάριτος αὐτοῦ. ὅτι αὐτῶ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.περίoδ(οι|ος) καὶ μρ τοῦ ἁγίου ἀπο βαρνάβα πεπληστ(αι) δια θυ

Agreements: 1486/2322 (64%)

Collation table