Messine_SS_29 | Philotheou_8 |
---|---|
λόγ(ος) ι̅ζ̅ ἰουν(ίω) ι̅α̅ μαρτύριον καὶ περίοδος τοῦ ἁγ(ίου) ἀποστόλου βαρνάβ(α)· ευo περ επειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς῀ ἡμῶν ἰυ χῦ παρουσίας· τοῦ ἀόκνου καὶ φιλανοῦ, εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν ἐλπίδα ὁσίως κατεχόντων, καὶ ἐσφραγισμένων χριστιἀνῶν· ἐθεασάμην καὶ ἴδον ἐγώ καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὠήθην ἃ εἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι· ἐγὼ ἰωάννης ὁ συνἀκολουθὼν βαρνάβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ὤν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχϊερέως· νῦν δὲ χάριν πνς´ ἁγίου λαβῶν, διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παῦλου τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με, εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα στολὴν λευκὴν περιβεβλημένον. καὶ εἶπε μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθει μάρκος. καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω λαληθήσεται· καὶ ἐν σοὶ κόπος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθη σοι σύνἐσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θῦ· ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπελθὼν. πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἅ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἠνίκα ἀνεθέμην τὰ τοιαῦτα μυστήρια· εἶπε δέ μοι βαρνάβας· μὴδενὶ ἐξεἴπης τὴν δύναμῖν ἣν εἶδες· γνώθη γὰρ ὅτι κἀμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς´ λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτω καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ, μεθ’ εἁυτῶ· ἔχει γὰρ τινὰ μυστήρια θεϊκά· νῦν οὖν τέκνον, φύλαξόν σε αὐτῶ τὰ ῥήματα, ἃ ἴδες καὶ ἤκουσας, καιρὸς γάρ σε ἀποκαλύψεως καλεῖ πρὸς ταῦτα δι’ ἐμοῦ. κατηχηθέντες οὖν παρ’ αὐτοῦ. ἐμείναμεν ἐν ἰεροσολύμοις ημέρας ἱκανὰς· καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ πρὸσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύμεν ἐν κύπρω· καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς, ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες οὖν ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσαι λοιπὸν παρ’ἐμείναμεν, ὡσεὶ εἴ μήνας δύο ἐβουλόμην δὲ ἐπὶ τὰ δυσικὰ μέρη πορεύεσθαι καὶ οὐκ ἔασέ με τὸ πνά τὸ ἁγίον· ἐπιστρέψας δὲ πάλιν, ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν ἀντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς· εὖρον δε τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει, ὥστε ἐλθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα· καὶ τότε ἀπελθεῖν εἰς ἰλὴμ τῆ ἐὁρτῆ. πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει με συνἀκολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ ἀρχῆς ὑπηρέτην με αὐτῶν εἶναί· καὶ ἐν τῆ κύπρω πάση ὑπήρετησα αὐτοῖς ἄχρις οὗ κατήντησαμεν εἰς πέργην παμφυλίας· κακεῖ ἐπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παῦλος κατέκραζε τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἔλεγον. ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοῖ ὑπάρχειν· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλει λαβεῖν ἰωἄννην τὸν καὶ μάρκον μετὰ σὲ αὐτοῦ, πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω, καὶ συνοδεύσαντα ἡμῖν, ουκ ἀποστρέφομαι τῆ χάριτι τοῦ χῦ· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις· ἐπεἰδὴ δὲ καὶ οὕτως σοι ἔδοξε πὲρ παῦλε, πρόσευξαι υπὲρ ἐμοῦ ἵνα τελείως μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θῦ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι, καὶ σπεῦδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸν πρόσωπόν σου, πέρ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· κἀμοὶ τῆ νυκτὶ ταύτη ἐπέστη ὁ κς´ λέγων· μὴ βιάσης βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι· πορεύου εἰς ἱεροσόλυμα, πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ητοίμασται· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους καὶ παρέλαβε βαρνάβας· κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικείαι ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ τοῦ ἀνέμου ἐναντίου ὄντος, ἤλθομεν ἐν τῶ κορασίω· καὶ ἐξελθόντες παρὰ τὸν αἰγιαλόν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαὐτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναί τινὰ· ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν τὲ ἤλθομεν ἐκ παλαιὰς τῆς ἱσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου, παρ’ἐμέιναμεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος τῶ ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκινησίἀς καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντες ἐν αὐτῆ εὕρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπερώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπε δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμῖν ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπαίνεται· οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπι τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο, ὃ μέλλετε δοῦναι ἡμῖν· εἶπε δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσσεσθε τῷ κῴ ἰῦ χῷ· λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο, ὄπέρ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς´· ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλτες καὶ λέγοντες· ἀξιοῦμέν σε πέρ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς´ καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· καὶ ἔγνωσαν ἐἁυτοὺς, ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ἰδείας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναύται πολλὰ ἡδυνήθησαν κερδάναι· κατ’ἐλθόντες δὲ εἰς τὸν αἰγιαλὸν, ἠσπασάμεθα αὐτοὺς τῶ λόγω τοῦ θῦ, καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἶς ἐξ’ αὐτῶν ὁ κλιθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν, καὶ οὐκ ἴασεν ὁ βαρνάβας· διαπεράσαντες δὲ, κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυατικὴ, εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους· πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέὡς ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ χῦ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς· βίβλον, τῆς τοῦ θῦ φωνῆς, καὶ ποιήματα συγγράματα· ταύτα ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χάριν, εὐθέως τῶν παθῶν ἰάσεις ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπιθῶ· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασεν ἡμᾶς ἐν τῆ πόλει, ἀλλὰ πρὸς τὴν πύλην ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστιθῆναι ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν· ἐξἐλθόντες δὲ τῆς λαπίθου, καὶ διὰ τῶν ὀρέων διοδεύσαντες, ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὂν εὑρόντες καὶ ἠρακλέωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ· οὗτος ἦν ἀπὸ τῆς μασίας ἐλθὼν, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρησεν αὐτόν· πρόην ἐπὶ τῆς κιτιαίων συντυχίαν πεποιηκὼς μετὰ παῦλου πρὸς αὐτον· ὧ, καὶ πνᾶ ἅγιον ἔδωκαν μετωνὀμάσαντες αὐτὸν ἠρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν αδελφοῖς κατηχηθεὶς μετ’ αὐτῶν παρέθέμεθα αὐτῶ τὸν λόγον τοῦ θῦ διἐλθόντες τὸ ὅρος τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖ εὕρομεν ῥόδωνἀ τινα ἱερόδουλον· ὃστις καὶ αὐτὸς πιστεύσας, συνηκωλούθησεν ἡμιν· συνηντήσαμεν δὲ ἰουδαίω τινὶ, ὀνόματι βαρισοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου, ὅς τι καὶ ἐγνώρησεν βαρνάβαν, ὄντα πρόην μετὰ παῦλου· οὗτος, οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν, ἐν τῶ ὄρει επιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτω ὁ βαρνάβας ἐπίστραφεῖς, ἐπετίμησε καὶ ἀπεπέσε τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὶ τραυματισθέντες ὥς τινες ἐξ αυτοὺς καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ, ἔφυγον ἐν τῶ ἰερῶ τοῦ ἀπόλλωνος, τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ κουρεῖου· πολὺ πλῆθος ἰουδαίων ὢν εκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισοῦ, ἔξω τῆς πόλεως, καὶ οὐκ ἔἀσεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἑσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινὶ, ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λαιπρὸς ὢν, ἐκαθαιρίσθη ἐν αντιοχεία· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον, καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ εμειναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἢν ἐν τῶ ἱερω ἐν τῶ ὄρει· ἀσέμνων νυναικῶν τε καὶ ἀνδρῶν σπενδόντῶν ἐκεῖ· προσελθὼν οὖν ὁ βαρισοὺς, συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, πρὸσχοῦσα, ἐδέξατο ἡμᾶς εἰς τὸν οἶκον αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξέτε κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα η σπονδὴ τῶν μιἀρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων ἡμᾶς· καὶ ρλθόντων ἡμῶν ἐν κιτιῆ, πολλοῦ θορύβου γινομένου· κακεῖ ἐν τω δρομίω αὐτῶν, καὶ μαθόντες, παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν ἅπαντες τῶν ποδῶν ἡμῶν· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο· εἰ μὴ ἐν τῆ πύλη μιαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντες δὲ ἐν πλοίω ἀπὸ τῶν κιτιαίων, ἤλθομεν ἐπὶ σαλαμείνα, καὶ κατήλχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· πανηγύρεις καὶ σπονδαὶ γὰρ ἐκεῖ πάλιν εὐρόντες ἠρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρυσσειν τὸ τοῦ χῦ εὐαγγέλιον· καθιστῶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δε ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν καὶ ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον, ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δὲ τοῦ βαρισοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ’ ὀλίγους ὑπὸ βαρνάβα, θυμωθεὶς ὁ βαρισοὺς, συνῆξαι πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησε κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ηγεμῶνι τῆς σαλαμήνης· καὶ ὡς ἔδησαν αὐτὸν τοῦ ἀγαγεῖν πρὸς τὸν ἡγεμῶν(α), εὐσεβοὺς ἰεβουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰὃυδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἀπὸ τοῦ ἱπποδρομίου ἐπὶ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστὰ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτι λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολύβδω ἀσφαλισάμενο(ι) ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτήν· εὐρῶν δὲ καιρὸν τῆς νυκτὸς, ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὑρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἐβυσαίων, τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον τόπον εὑρόντες, ἐν αὐτῶ ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ τοῦ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παϋνὶ ι̅ζ κατ’ αιγυπτίους· τῆς δὲ γενεὰς ἔτοὺς δωδεκάτου· κατὰ δὲ ῥωμαίους μηνὶ ἰουνίω δεκάτη πρῶτη· ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ἰουδαῖοι καθ’ ἡμῶν. καὶ μόλις εὐρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς πόλις λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν ἑαυτῶ· καὶ οὕτως ἐλίθασαν ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· πρὸσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδωνα, ἤλθομεν ἐν κώμι λιμνήτη· ἐὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσαντες κατήχθημεν εἰς ἀλεξάνδρειαν· κακεῖ ἔμεινα διδάσκων τοὺς πρὸσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κύ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χῦ, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς´ καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· τῶν καὶ μετωνομάσαντων με μάρκον, ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ελπίζω πρὸσἐνεγκεῖν πολλοὺς εἰς τὴν δόξαν τοῦ χῦ, διὰ τῆς χάριτος αὐτοῦ, αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. | περίοδοι καὶ ἄθλησις τοῦ ἁγίου ἀποστόλου βαρνάβα, ἑνὸς ὄντα τῶν ἑβδομήκοντ(α). ἐπειδήπερ ἀπὸ τῆς καθόδου τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ ποιμένος καὶ ἱατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖον ὠήθην, ἃ ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι ἐγὼ ἰωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ τῶν ἱεροσολύμων ἀρχιερέως, νῦν δὲ χάριν πνς ἁγίου λαβὼν, διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα, τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με. μετὰ δὲ τὸ βαπτισθῆναί με, ἴδον ἐν ὀράματι ἄνδρα τινὰ ἐφεστῶτα, περιβεβλημένην στολὴν λευκὴν, καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ καὶ τὸ ὄνομά σου μετὠνομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται, καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὅραμα ἴδον ἔντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ ἴδον μυστήρια, καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα. εἶπεν δέ μοι βαρνάββας·μηδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνοματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ, οὕτως καὶ τελειωθήση. πλὴν, καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκὰ. νῦν οὖν τέκνον φύλαξον ἐν σεαυτῶ τὰ ῥήματα ἃ ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀποκαλύψαι. δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μοι παρ αὐτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἰκανὰς· καὶ ἤλθομεν ἐν ἀντιοχεία, ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς, ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατηχήθημεν ἐν πέργη τῆς παμφυλίας, κακεῖσε λοιπὸν παρεμείναμεν ὡς εἰ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἰασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν ἀντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, , καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγένετο, βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην μετ αὐτῶν εἶναί, καὶ ἐν τῆ κύπρω πάση ὑπηρετῆσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἰκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. ἀλλὰ καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὅτι ἀδύνατον τοῦτον συνακολουθῆσαι, διὰ τὸ εὐχήν μοι, ὑπάρχειν ἕως τέλους αὐτοὺς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βουλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σοῦ, πορεύου ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ ἡμῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε, προσευξε περι ἐμοῦ· ἵνα τελείως μοι εἰς ἀνάπαυσιν ὁ κόπος γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω καὶ τελειωθῆναι σπεύδω· οἶδα γὰρ ὅτι οὐκἔτι ὅψομαι τὸ πρόσωπον σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι πορεύου εἰς ἱεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθειν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἠσπασάμεθα τοιγαροῦν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία, ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ἠδυνήθημεν· ἤλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν, ἀνεψύξαμεν ἕκτῆν ὥραν, μὴ δὲ ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ· ὅτι ἀπεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ἰσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλλουμένη, καὶ χειμῶνος γενομένου, παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας, καὶ ἤλθομεν ἐν τῆ πόλει ἀνέμω οὕριωκαὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὕραμεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αὐτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρᾶ ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδοναι. εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνo. καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἀλλον. προσήνεγκαν δὲ αὐτῶ τᾶ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται, πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, κατηχήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ ἠσπασάμεθα, καὶ εὐλογήσαμεν αὐτοὺς. ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος ἐβούλετο συνακολουθῆσαι ἡμᾶς· καὶ οὐκ ἔασεν βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομοιακιάτη, εὕραμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς, βιβλίον τῆς τοῦ θυ φωνῆς, καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτηθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν χώραν, εὐθέως τῶν ἴασιν ἐποίει. γενομμῶν ἐν τῆ πόλει λαεἰδωλομανίας ἐπιουμένης ἐν τῶ θεάτρἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπίθου, διὰ τῶν ὀρέων διοδεύσαντες, ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς σκητέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν, μετὠνομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονήσαντες δὲ αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν ἀδέλφοῖς τοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμετα αὐτῶ τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὀρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥόδωνα τινὰ ἱερόδουλον, ὅστις καὶ αὐτὸς πιστεύσας, συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ἰουδαίω τινὶ ὀνόματι βαρϊησοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντι πρώην μετὰ παύλου· οὗτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω. καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· τινὲς δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λοιποὶ, ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος, τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ, ὑποβληθὲν ὑπὸ τοῦ βαρϊησοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ ὑπο δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν, καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινί, ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν, ἐκαθαρίσθη ἐν ἀντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον, καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐν τῶ τόπω ἐκείνω. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὼν οὖν ὁ βὰρϊησοὺς συνεσκεύασεν τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, εἰ μὴ γυνή τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν ἀπέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν. καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖ, πολλοῦ θορύβου γινομένου ἐν τῶ δρομίω αὐτῶν, κακεῖ μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμῖνα, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἠρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον, καθιστᾶν τε καὶ λειτουργοὺς ἐν ταῖς ἐκκλησίαις. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν, τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος δὲ του βὰρϊησοῦ μετὰ δύο ἡμέρας, μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ὀλίγους ὑπο βαρνάβας, θυμωθεὶς ὁ βὰρἰησοὺς, συνῆξεν πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν πρὸς τὸν ἡγεμόνα, εὐσεβοῦς τινὸς ὀνόματι ἰεβουσαίου, συγγενοῦς νέρωνος, καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστὰ αὐτοῦ κόνιν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ, λαβόντες τὴν κόνιν αὐτοῦ, ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν νυκτὸς ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐκεῖ αὐτὸν ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς, ἡμέρα σαββάτω, μηνὶ ἰουνίω ἑνδεκάτη· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο ἰουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὑρόντες κατείωξαν ἡμᾶς τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διελίθουσαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον. πρὸσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδονα ἤλθομεν ἐν κώμη λιμνητὶ. εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ, καὶ πλεύσαντες, κατήχθημεν ἐν ἀλεξανδρεία. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγότας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀγίων τοῦ χυ ἀποστόλων, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετωνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ ἁγίου βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολεἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ ἀγαθότητος· ὅτι αὐτῶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ πορσκύνησις ἅμα τῶ πρι καὶ τῶ ζωοποιῶ ἀπνι, νῦν καὶ ἀεὶ καὶ εἰαἰώνας τῶν ἀιών |
Agreements: 1543/2025 (76%)