Messine_SS_26Vaticanus_Graecus_821
λόγ(ος) ι̅α̅ μαρτύριον καὶ περίοδος τοῦ ἁγ(ιου) ἀπο βαρνάβα· ευ° επειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρ῀ς ἡμῶν ἰῦ χῦ παρουσίας· τοῦ ἀόκνου καὶ φιλανου, εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ απόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων· καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὠήθην εἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι· ἐγὼ ἰωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὤν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς´ ἁγίου λαβὼν. διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με, εἴδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα στολὴν λευκὴν περιβεβλημένον, καὶ εἶπε μοι· θάρσει ιωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετωνομάσθει μάρκος· καὶ δόξα σου εν ὅλω τῶ κόσμω λαληθήσεται· καὶ τὸ ἐν σοὶ σκόος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θῦ· ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρναβὰ, ἀπήγγειλα αὐτῶ εἶδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα μυστήρια· εἶπε δε μοι βαρνάβας· μηδενὶ ἐξεἴπης τὴν δύναμιν ἣν εἶδες· γνώθη γὰρ ὃτι κἀμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς´ λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου. οὕτω καὶ τελείωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ, μεθ’ ἐαυτῶ· ἐχεί γὰρ τινὰ μυστήρια θεϊκά· νὺν οὐν τεκνον· φύλαξόν σε αὐτῶ τὰ ῥήματα, ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψεως καλεῖ πρὸς ταῦτα δι’ ἐμοῦ· κατηχηθέντες οὖν παρ’ αὐτοῦ. ἐμείναμεν ἐν ἰεροσολύμοις ἠμέρας ἱκανὰς. καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες οὖν ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσαι λοιπὸν παρ’ ἐμείναμεν· ὡσεὶ μήνας δύο· ἐβουλόμην δὲ ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι καὶ οὐκ ἔασέ με τὸ πνᾶ τὸ ἁγίον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς· εῦρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει· ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν εἰς ἰλημ` τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει με συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ’ ἀρχῆς ὑπηρετήν με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρέτησα αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην παμφυλίας· κακεῖ ἐπέμεινα χρόνους ἱκανούς· δὲ παῦλος κατέκραζε τῶ βαρναβα λεγών· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι υπάρχειν· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σὲ αὐτοῦ, πορεύου εἰς ἐτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ’ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελιώ, καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποτρέφομαι τῆ χάριτι τοῦ χῦ· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις· ἐπειδὴ δὲ καὶ οὕτως σοι ἔδοξε πέρ παῦλε· πρόσευξαι ὑπὲρ ἐμου ἵνα τελειώς μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θῦ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι. καὶ σπεῦδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου· πέρ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· κἀμοὶ τῆ νυκτὶ ταύτης ἐπέστη κς´ λέγων· μὴ βιάσης βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ἱεροσόλυμα, προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέ με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ τοῦ ἀνέμου ἐναντίου ὄντος, ἤλθομεν ἐν τῶ κορασίω· καὶ ἐξελθόντες παρὰ τὸν αἰγιαλόν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναι τινὰ, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν τὲ ἤλθομεν ἐκ παλαιὰς τῆς ἱσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμενή· καὶ χειμῶνος γενομένου, παρ’ἐμείμανεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος τῶ ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκινησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντες ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς. ἐπερώτων πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμῖν ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπαίνεται· οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο· μέλλετε δοῦναι ἡμῖν· εἶπε δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κώ ἰῦ χῶ· λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο, ὅπέρ ἐστι(ν) ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς´· ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε πέρ, δὸς ἡμῖν τὸ ἔνμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· καὶ ἔγνωσαν ἑαυτοὺς, ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ ἐμοῦ μίαν στολὴν, ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ἰδείας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι. κατ’ἐλθόντες δὲ εἰς τὸν αἰγιαλὸν, ἠσπασάμεθα αὐτοὺς τῶ λόγω τοῦ θῦ καὶ ηὐλογήσαμεν αὐτοὺς· δὲ εἷς ἐξ αὐτῶν κλιθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ ἴασεν βαρνάβας· διαπερασάντες δὲ, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυατικὴ· εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ χυ· ἦν δὲ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφὼς βίβλον, τῆς τοῦ θῦ φωνῆς· καὶ ποιήματα συγγράμματα· ταυτα ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χάριν· εὐθέως τῶν παθῶν ἴασεις ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπιθῶ· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασεν ἡμᾶς ἐν τῆ πόλει· ἀλλὰ πρὸς τὴν πύλην ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστιθῆναι ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν· ἐξἐλθοντες δὲ τῆς λαπίθου. καὶ διὰ τῶν ὀρέων διοδεύσαντες· ἤλθομεν εἰς κώμην λαμπαδιστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡράκλεωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ· οὗτος ἦν ἀπὸ τῆς μασίας ἐλθὼν, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας ἀνεγνώρησεν αὐτόν· πρόην ἐπὶ τῆς κιτιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτον· ὧ, καὶ πνα ἅγιον ἔδωκεν μετωνομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίζαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν αδελφοῖς κατηθηχηθεὶς μετ’ αὐτῶν παρεθέμεθα αὐτῶ τὸν λόγον του θυ· διἐλθόντες τὸ ὄρος τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖ εὕρομεν ῥόδωνά τινα ἱερόδουλον· ὅς τις καὶ αὐτὸς πιστεύσας· συνηκωλούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ἰουδαίω τινὶ, ὀνόματι βαρισοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου. ὅστις καὶ ἐγνώρησεν βαρνάβαν, ὄντα πρόην μετὰ παύλου· οὗτος, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν, ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τουτω βαρνάβας ἐπιστραφεις, ἐπετίμησε καὶ ἀπέπεσε τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὶ τραυματισθέντες ὥς τινες ἐξ αὐτοὺς καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ, ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ κουρείου. πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισοῦ. ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως· ἐποιήσαμεν τὴν ἑσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινὶ· ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λαιπρὸςὢν, ἐκαθαιρίσθη ἐν αντιοχεία· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ απέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κἀκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρων σπενδόντων ἐκεῖ· προσελθὼν οὒν βαρισοῦς, συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς εἰς τὸν οἶκον αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξέτε κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο· εκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων ἠμᾶς· καὶ ἐλθόντων ἡμῶν ἐν κιτιῆ, πολλοῦ θορύβου γινομένου· κακεῖ ἐν τω δρομίω αὐτῶν, καὶ μαθόντες, παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν ἁπὰντες τῶν ποδῶν ἡμῶν· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο· εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντες δὲ ἐν πλοίω ἀπὸ τῶν κιτιαίων, ἤλθομεν ἐπὶ σαλαμείναν· καὶ κατήλχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· πανηγύρεις καὶ σπονδαὶ γὰρ ἐκεῖ ἐγίνοντο· κἀκεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρυσσειν τὸ τοῦ χῦ εὐαγγέλιον· καθιστῶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνῃ· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν καὶ ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δὲ τοῦ βαρισοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ’ ὀλίγους ὑπὸ βαρνάβα θυμωθεὶς βαρισοῦς, συνῆξαι πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησε κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἠγεμῶνι τῆς σαλαμήνης· καὶ ὡς ἔδησαν αὐτὸν τοῦ ἀγαγεῖν πρὸς τὸν ἠγεμῶνα, εὐσεβοὺς ἰεβουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς· ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἀπὸ τοῦ ἱπποδρομίου ἐπὶ τῆς συναγωγῆς, καὶ περάσαντες έξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολύβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· εὑρὼν δὲ καιρὸν τῆς νυκτὸς, ἐγὼ ἰωάννης καὶ μετωνομασθεῖς μάρκος. καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ. καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἐβουσαίων, τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον τόπον εὑρόντες, ἐν αὐτῶ απεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ τοῦ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παϋνὶ ι̅ζ̅ κατ’ αιγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς πόλις λεδρῶν· καὶ εὑρόντες κακακεῖ κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν ἑαυτῶ· καὶ οὕτως ἐλίθασαν ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδωνα, ἤλθομεν ἐν κώμη λιμνήτη· εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσαντες κατήχθημεν εἰς ἀλεξανδρείαν· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ´, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χῦ, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετωνομάσαντων με μάρκον, ἐν τῶ υδατι τοῦ βαπτίσματος. ἐν ἐλπίζω προσενεγκεῖν πολλοὺς εἰς τὴν δόξαν τοῦ χῦ, διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἁπο βαρνάβα. ευ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγώ καὶ ἐδούλευσα προθύμως ἀναγκαίον, ὠήθην ἴδον μυστήρια καὶ ήκουσα ἐζηγήσασθε. ἐγὼ ϊωάννης σὺνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δε χάριν πνς ἁγίου λαβῶν, διά τε πέτρου τοῦ ἀπὸστόλου καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετα δὲ τὸ βαπτισθήναῖ με ἶδον ἐν οράματι, ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολὴ περὶβεβλημένον, καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὅνομά σου μετονομάσθη μάρκος, καὶ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τα μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὄραμα εἶδον, σύντρομος γενάμενος ἀπελθῶν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ἀπόστολος οὐκ ἣν ἔγγιστα ἡνίκα ἀνεθέμην τα τοιαύτα ρήματα. εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες. γνώθη γὰρ ὅτι καμοὶ τη νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθήναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ εαὐτοῦ· ἔχει γαρ τινὰ μυστήρια θεϊκά. νῦν οὖν τεκνον φύλαξόν σε αὐτῶ τὰ ῥήματα εἶδες καὶ ήκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταύτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἦλθωμεν ἐν ἀντιοχεία· ἐκείθεν τοίνυν κατηντήσαμεν ἐν σελεύκια, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέραν τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οῦ περὶἦλθωμεν πάσαν τὴν κύπρον· ἀναχθεντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε λοιπὸν παρέμεινα ὡσ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυσικὰ μέρη πορεύεσθαι καὶ οὐκ είασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. ηὕρον δὲ τὸν παύλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει αὐτὸν ὥστε εἰσἐλθειν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλὴμ τῆ ἐορτῆ. πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγίνετο. βαρνάβας δε παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησαι αὐτοῖς, ἄχρις οῦ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεὶ ἀπέμεινα χρόνους ἱκανοὺς. δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. καὶ οἱ ώντες ἀδελφοὶ ἐκεὶ ἐλεγον ὥστε με σὺν αὐτοῖς ἀκολουθήσαι· διὰ τὸ εὔχειν μοι ὑπάρχειν ἐως τέλους αὐτοῖς ἀκολουθήσαι· ὥστε λέγειν τον παύλον· ὅτι εἰ βούλη λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σὲ αὐτοῦ, πορεύου ετέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν εαὐτω γενόμενος· εἶπεν· ὄτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὁδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδέη ἐστὶν περ παύλε, λαβὼν αὐτὸν πορεύομαι. καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα πρὸσηύξαντο. καὶ ἀναστενάξας παύλος έκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἢν ἡμᾶς κοινῶς καθῶς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις. ἐπειδὴ δὲ οὕτως σοι έδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ· ἵνα τελείως μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἷδες γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθήσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω τεληωθήναι· καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι όψομαι τὸ πρόσωπόν σου περ παύλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανως. δὲ παύλος ἔφη προς αὐτόν· καμοὶ τη νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεὶ γὰρ αὐτῶ ἡτοίμαστε φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τη δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακείθεν σοι δηχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἡσπασάμεθα τοίγὰρ οὗν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἡρωτῶμεν περᾶσαι εἰς κύπρον καὶ ἄνεμος ἐναντίος ηὑρεθη. καὶ οὐκ ηδυνήθημεν περᾶσαι· ἥλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιἀλὸν ένθα πηγὴ ἣν, ἀνεψύξαμεν οὖν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαὐτοὺς ἐμφανήσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου. ἐκεῖθεν δὲ ἦλθαμεν εἰς παλαίας τῆς ϊσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμόνος γενομένου παρεβάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος ὀνόματι. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας, καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὕρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτον πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθήτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθήτα, ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῆ μώμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τω λόγω ἡρώτων ἡμᾶς· τί ἐστὶν τὸ ἔνδυμα ἐκείνο· μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἃν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσεσθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο, ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἁξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· κατὰγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτησεν αὐτοὺς, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υιυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἐαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν ἁγίαν. λαβῶν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολὴς ἐνέδυσεν τὸν ἔτερον. προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ῶν καὶ οἰ ναύται πολλὰ ἡδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηὐλογήσαμεν αὐτούς. δὲ εἶς ἐξ αὐτῶν κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθήσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διὰπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηυρῶμεν τίμoνα, καὶ ρίστωνα, τοὺς ἱεροὺς δοῦλους, πρὸς οὺς καὶ ἐξενήσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· καὶ ἐπὶθέντες τὰς χείρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αὐτοῦ, ἐπὶκαλεσάμενοι τὸ όνομα ιυ. ἣν δὲ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς, βίβλον τῆς τοῦ θυ φωνὴς καὶ ποιἡμάτων σύγγραμμα· ταύτην ἐπὶτιθεὶς πάσιν τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει. γενομένων δε ἡμῶν ἐν τῆ πόλει λαπιθῶ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ έασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ προς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστήναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν ἇμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπηθοῦ διὰ τῶν ὁρέων διοδεύσαντες ἤλθομεν εἰς κόμην λαμπαδίστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρῶντες καὶ ἡρακλεῶνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αὐτοῦ. οὗτος ἢν ἀπὸ τῆς ταμασίων, ἐλθὼν ἐπὶσκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὸν ἀτενίσας βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς κιτιεῶν, συντυχίαν πεποικῶς μετὰ παύλου πρὸς αὐτὸν· καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ αὐτοῦ παρεθεμεθα αὐτῶ τὸν λόγον τοῦ θυ. διἐλθόντων δὲ ἡμῶν τὸ ὅρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφῶ, κακεῖ ηὕραμεν ῥόδονα τινὰ ἱεροδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας σὺνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ϊοὐδαίω τινι ὀνόματι βαρισσοῦ ἐρχομένω ἀπὸ της πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντα πρώην μετα παύλου· οὕτος οὐκ έασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τω κουρίω. καὶ ηὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὅρει ἐπιτελούμενον πλησιον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλήθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτω βαρνάβας ἐπιστραφεῖς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λυποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος, τῶ ὅντι πλησίον. ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου, πολὺ πλήθος ϊουδαίων ὃν, ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δε ἐπιούση ἥλθαμεν ἐν κῶμη τινὶ, ἔνθα ἁριστοκλιανὸς κατέμενεν· οὕτος λεπρὸς ὣν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παύλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενήθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ όρει, κακεὶ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ, ἥλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλήθος ἢν ἐλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὅρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακει. πρὸσελθὼν οὗν βαριησοῦς, σὺνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εις τὴν πόλιν, εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὁγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ώραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετειναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κίτιεἰ πολλοῦ θορύβου γενομένου, κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθῶντες παρήλθομεν τὴν πόλιν ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὶ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψήξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμίνα καὶ κατηχήθημεν ἐν ταῖς λεγομέναις νήσοις, ένθα κατείδωλος τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρῶντες ἡρακλίδην ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τῶ τοῦ χυ εὐαγγέλιον, καθηστᾶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρα ματθαίου, ἥρξατο διδάσκειν τοὺς ϊουδαίους. καταντήσαντος δὲ τοῦ βαριησίου, μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθήναι ϊουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα, θυμωθεὶς βαριἡσοὺς, συνήξεν πᾶν τὸ πλήθος τῶν ϊοὐδαίων καὶ εζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι τῆς σαλαμίνης. καὶ ὡς έδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν, πρὸς τὸν ἡγεμῶνα εὐσεβοὺς ἰεβοσαίου συγγενοὺς νέρωνος κρατήσαντος ἐν κύπρω, μαθῶντες οἱ ϊουδαίοι λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομίον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἐξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρί ὤστε καὶ τὰ ὁστὰ αὐτοῦ κονιὰν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονιὰν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν. εὐρῶν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ϊωάννης, καὶ μετονομασθὴς μάρκος, καὶ τοῦτον μετα τίμονος καὶ ῥώδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρῶντες σπήλαιον κατηγάγωμεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ έθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ ἀπεθέμεθα ἄμα τοῖς μαθήμασιν, οἷς παρέλαβεν παρα ματθαίου. ἣν δὲ ὧρα τετάρτη τῆς νυκτὸς, δευτέρα σαββάτω. μηνὶ παϋνι εἰς τὰς δεκα ἐπτὰ κατ αιγυπτίους, τῆς δὲ γενεάς ἔτους δωδεκάτου, κατὰ δὲ ρωμαίους μηνὶ ἰουνίω εἰς τὰς ένδεκα. ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὐρῶντες κατεδιωξαν ἡμᾶς ἔως τῆς κώμης ἀεδρῶν·καὶ εὐρῶντες κακεὶ σπήλαιον ἐν τῶ ὅρει πλησίον τῆς κώμης, ἀνελθῶντες κατεφύγωμεν ἐν αὐτῶ, καὶ οὕτως δὲ ἐλίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρισάντων τῶν ϊουδαίων ἐξελθώντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἁρίστωνα καὶ ρόδωνα ἥλθωμεν ἐν κόμη λιμνήτι. εὐρῶντες δὲ πλοίον αἱγύπτιον ἀνήλθωμεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρία. κακεὶ ἐκεινα διδάσκων τοὺς πρὸσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐἁγγελιζόμενος ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀπὸστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα του πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὖδατι τοῦ παπτίσματος, ἐν ἐλπίζω πρὸσἐνέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.

Agreements: 1611/1981 (81%)

Collation table