Messine_SS_26 | Vaticanus_Graecus_1667 |
---|---|
λόγ(ος) ι̅α̅ μαρτύριον καὶ περίοδος τοῦ ἁγ(ιου) ἀπο βαρνάβα· ευ° επειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρ῀ς ἡμῶν ἰῦ χῦ παρουσίας· τοῦ ἀόκνου καὶ φιλανου, εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ απόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων· καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὠήθην ἃ εἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι· ἐγὼ ἰωάννης ὁ συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὤν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς´ ἁγίου λαβὼν. διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με, εἴδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα στολὴν λευκὴν περιβεβλημένον, καὶ εἶπε μοι· θάρσει ιωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετωνομάσθει μάρκος· καὶ ἡ δόξα σου εν ὅλω τῶ κόσμω λαληθήσεται· καὶ τὸ ἐν σοὶ σκόος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θῦ· ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρναβὰ, ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα μυστήρια· εἶπε δε μοι βαρνάβας· μηδενὶ ἐξεἴπης τὴν δύναμιν ἣν εἶδες· γνώθη γὰρ ὃτι κἀμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς´ λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου. οὕτω καὶ τελείωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ, μεθ’ ἐαυτῶ· ἐχεί γὰρ τινὰ μυστήρια θεϊκά· νὺν οὐν τεκνον· φύλαξόν σε αὐτῶ τὰ ῥήματα, ἅ ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψεως καλεῖ πρὸς ταῦτα δι’ ἐμοῦ· κατηχηθέντες οὖν παρ’ αὐτοῦ. ἐμείναμεν ἐν ἰεροσολύμοις ἠμέρας ἱκανὰς. καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες οὖν ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσαι λοιπὸν παρ’ ἐμείναμεν· ὡσεὶ μήνας δύο· ἐβουλόμην δὲ ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι καὶ οὐκ ἔασέ με τὸ πνᾶ τὸ ἁγίον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς· εῦρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει· ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν εἰς ἰλημ` τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει με συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ’ ἀρχῆς ὑπηρετήν με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρέτησα αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην παμφυλίας· κακεῖ ἐπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παῦλος κατέκραζε τῶ βαρναβα λεγών· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι υπάρχειν· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σὲ αὐτοῦ, πορεύου εἰς ἐτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ’ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελιώ, καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποτρέφομαι τῆ χάριτι τοῦ χῦ· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις· ἐπειδὴ δὲ καὶ οὕτως σοι ἔδοξε πέρ παῦλε· πρόσευξαι ὑπὲρ ἐμου ἵνα τελειώς μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θῦ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι. καὶ σπεῦδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου· πέρ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· κἀμοὶ τῆ νυκτὶ ταύτης ἐπέστη ὁ κς´ λέγων· μὴ βιάσης βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ἱεροσόλυμα, προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέ με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ τοῦ ἀνέμου ἐναντίου ὄντος, ἤλθομεν ἐν τῶ κορασίω· καὶ ἐξελθόντες παρὰ τὸν αἰγιαλόν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναι τινὰ, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν τὲ ἤλθομεν ἐκ παλαιὰς τῆς ἱσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμενή· καὶ χειμῶνος γενομένου, παρ’ἐμείμανεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος τῶ ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκινησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντες ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς. ἐπερώτων πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμῖν ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπαίνεται· οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο· ὃ μέλλετε δοῦναι ἡμῖν· εἶπε δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κώ ἰῦ χῶ· λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο, ὅπέρ ἐστι(ν) ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς´· ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε πέρ, δὸς ἡμῖν τὸ ἔνμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· καὶ ἔγνωσαν ἑαυτοὺς, ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ ἐμοῦ μίαν στολὴν, ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ἰδείας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι. κατ’ἐλθόντες δὲ εἰς τὸν αἰγιαλὸν, ἠσπασάμεθα αὐτοὺς τῶ λόγω τοῦ θῦ καὶ ηὐλογήσαμεν αὐτοὺς· ὁ δὲ εἷς ἐξ αὐτῶν ὁ κλιθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ ἴασεν ὁ βαρνάβας· διαπερασάντες δὲ, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυατικὴ· εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ χυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφὼς βίβλον, τῆς τοῦ θῦ φωνῆς· καὶ ποιήματα συγγράμματα· ταυτα ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χάριν· εὐθέως τῶν παθῶν ἴασεις ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπιθῶ· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασεν ἡμᾶς ἐν τῆ πόλει· ἀλλὰ πρὸς τὴν πύλην ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστιθῆναι ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν· ἐξἐλθοντες δὲ τῆς λαπίθου. καὶ διὰ τῶν ὀρέων διοδεύσαντες· ἤλθομεν εἰς κώμην λαμπαδιστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡράκλεωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ· οὗτος ἦν ἀπὸ τῆς μασίας ἐλθὼν, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρησεν αὐτόν· πρόην ἐπὶ τῆς κιτιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτον· ὧ, καὶ πνα ἅγιον ἔδωκεν μετωνομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίζαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν αδελφοῖς κατηθηχηθεὶς μετ’ αὐτῶν παρεθέμεθα αὐτῶ τὸν λόγον του θυ· διἐλθόντες τὸ ὄρος τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖ εὕρομεν ῥόδωνά τινα ἱερόδουλον· ὅς τις καὶ αὐτὸς πιστεύσας· συνηκωλούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ἰουδαίω τινὶ, ὀνόματι βαρισοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου. ὅστις καὶ ἐγνώρησεν βαρνάβαν, ὄντα πρόην μετὰ παύλου· οὗτος, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν, ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τουτω ὁ βαρνάβας ἐπιστραφεις, ἐπετίμησε καὶ ἀπέπεσε τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὶ τραυματισθέντες ὥς τινες ἐξ αὐτοὺς καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ, ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ κουρείου. πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισοῦ. ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως· ἐποιήσαμεν τὴν ἑσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινὶ· ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λαιπρὸςὢν, ἐκαθαιρίσθη ἐν αντιοχεία· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ απέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κἀκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρων σπενδόντων ἐκεῖ· προσελθὼν οὒν ὁ βαρισοῦς, συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς εἰς τὸν οἶκον αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξέτε κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· εκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων ἠμᾶς· καὶ ἐλθόντων ἡμῶν ἐν κιτιῆ, πολλοῦ θορύβου γινομένου· κακεῖ ἐν τω δρομίω αὐτῶν, καὶ μαθόντες, παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν ἁπὰντες τῶν ποδῶν ἡμῶν· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο· εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντες δὲ ἐν πλοίω ἀπὸ τῶν κιτιαίων, ἤλθομεν ἐπὶ σαλαμείναν· καὶ κατήλχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· πανηγύρεις καὶ σπονδαὶ γὰρ ἐκεῖ ἐγίνοντο· κἀκεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρυσσειν τὸ τοῦ χῦ εὐαγγέλιον· καθιστῶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνῃ· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν καὶ ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δὲ τοῦ βαρισοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ’ ὀλίγους ὑπὸ βαρνάβα θυμωθεὶς ὁ βαρισοῦς, συνῆξαι πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησε κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἠγεμῶνι τῆς σαλαμήνης· καὶ ὡς ἔδησαν αὐτὸν τοῦ ἀγαγεῖν πρὸς τὸν ἠγεμῶνα, εὐσεβοὺς ἰεβουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς· ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἀπὸ τοῦ ἱπποδρομίου ἐπὶ τῆς συναγωγῆς, καὶ περάσαντες έξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολύβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· εὑρὼν δὲ καιρὸν τῆς νυκτὸς, ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεῖς μάρκος. καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ. καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἐβουσαίων, τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον τόπον εὑρόντες, ἐν αὐτῶ απεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ τοῦ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παϋνὶ ι̅ζ̅ κατ’ αιγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς πόλις λεδρῶν· καὶ εὑρόντες κακακεῖ κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν ἑαυτῶ· καὶ οὕτως ἐλίθασαν ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδωνα, ἤλθομεν ἐν κώμη λιμνήτη· εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσαντες κατήχθημεν εἰς ἀλεξανδρείαν· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ´, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χῦ, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετωνομάσαντων με μάρκον, ἐν τῶ υδατι τοῦ βαπτίσματος. ἐν ὧ ἐλπίζω προσενεγκεῖν πολλοὺς εἰς τὴν δόξαν τοῦ χῦ, διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. | μ(ηνὶ) τῶ αὐ(τῶ) ια περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ισχυροῦ· καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ εἶδον ἐγώ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην καὶ ἃ εἶδον καὶ ἤκουσα μυστήρια ἐξηγήσασθαι· ἐγὼ ιωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις· ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ιδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημμένον καὶ εἶπεν μοι· θάρση ιωάννη καὶ γὰρ τὸ ὄνομα σου μετωνομάσθη μαρκος καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ. καὶ ἐδόθη σοι σύνεσις προς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ὅραμα ίδον· σύντρομος γενόμενος ἀπελθὼν προς τοὺς πόδας βαρνάβα. ἀπήγγειλα αὐτῶ ἃ ιδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξειπης τὴν δύναμιν ἣν ίδες γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ· οὕτως καὶ τελειωθήσει πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβου μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀ πὸ καλύψαι μελλει ταῦτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ. ἐμείναμεν εν ιεροσολύμοις ἡμέρας ικανας· καὶ ἦλθομεν ἐν αντειοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς. απεπλεύσαμεν ἐν κύπρω. καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὖ περιῆλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο. βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ ειασεν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν. ἐπορεύθην προς αὐτούς· ἦυρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιερουσαλὴμ τῆ ἐορτῆ· πολλῆ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθήσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρητῆσαι αὐτοῖς ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας κακεῖ ἐπέμεινα χρόνους ικανούς ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθειν· καὶ οἱ ὅντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὡστέ με συν αυτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλη λαβεῖν ιωάννην τὸν καὶ μάρκον μετὰ σεαυτοῦ· πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος. εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφει· πορεύου ἐν τῆ χάριτι τοῦ θυ και ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες οὖν τὰ γόνατα προσηὔξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς, καθὼς καὶ τὴν ψυχὴν. καὶ τὸ τελος ποιήσασθαι ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε. πρόσευξαι ὑπὲρ εμοῦ, ἵνα τελείως μοι ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν σοι· πορεύομαι γὰρ εν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ικανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μη βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἠτοίμασται φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ ιδοθείση σοι χάριτι πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω. κακείθεν σοι δειχθήσεται πού σοι τὸ μαρτύριον ἡτοιμασθη· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἠρωτῶμεν περάσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηὐρεθη καὶ οὐκ ηδυνήθημεν· ἤλθομεν δὲ ἐν τω κορασίω καὶ εἰσελθόντων ἡμῶν ἐν τῶ αἰγιαλῶ ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ τὴν ὤραν· μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ισαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεβάλωμεν ἡμέρας τρεῖς· καὶ εδόξατο ἡμας ἀνὴρ τίς εὔφημος ὀνόματι· ἐκεῖθέν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. ηὔρομεν δύο ἕλληνας· καὶ εἰσἐλθόντες πρὸς ἡμᾶς. ἐπηρώτον τίνες καὶ πόθεν ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας. εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν. ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα· καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα. ἥτις οὐδέποτε ῥυπένεται ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγῶ ἠρώτων ἡμᾶς· τί εστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κω ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπέρ εστιν ἄφθαρτον εἰς αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καὶ καταγαγὼν αὐτοὺς εὐθὺς κάτω εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ιδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα αὐτοὺς καὶ ἐλαλήσαμεν τὸν λόγον τοῦ θυ· καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐισελθόντες ἐν τῶ λεγομένω κρομυακίατι. ηὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ιεροδούλους· προς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς· βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατα τὴν ἀπαντῶσαν ἡμῖν χάριν. εὐθέως τῶν παθῶν ἴασιν ἐποίειτο· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ είασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου. ἦλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου. διὰ τῶν ὀρέων διοδεύσαντες ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· προς ὃν εὐρόντες καὶ ἡράκλεονα ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτοῦ· οὗτος ἦν ἀπὸ τῆς ταμασίων ἐλθὼν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας. ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου προς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ’ αὐτοῦ. παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες. κατηντήσαμεν ἐν παλαιᾶ πάφω κακεῖ ἠύραμεν ῥόδονα τινὰ ιερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ιουδαίω τινὶ ὀνοματι βαρισσοῦ ἐρχομένω ἀπὸ τῆς πάφου ὅστις καὶ ἐγνώρισεν βαρναβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ιερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου· πολὺ πλῆθος iουδαίων ὃν ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ. ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασεν ἡμᾶς εἰσἐλθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ανεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιουση ἦλθομεν ἐν κώμη τινὶ. ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχεία ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω προς αὐτὸν ἐν τῶ ὄρει κἁκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ιερῶ ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τὲ καὶ ἀνδρῶν σπενδόντων· κακεῖ προσελθὼν ὁ βαρισσοῦς συνεσκεύασε τὸ ἔθνος τῶν ιουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθειν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὁγδοήκοντα· καὶ αὐτῆ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα. ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξἐτείναξεν κατέναντι τοῦ ιεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες. ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖς· πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τω δρομίω αὐτῶν. μαθόντες παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο. εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθεντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων. ἤλθομεν ἐπι σαλαμίνα καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις· ἐνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὐρόντες ἡρακλειδην. ἐδιδάξαμεν αὐτὸν σπουδῆ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον καθιστᾶν τὲ ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμῆνα. κατηντήσαμεν εἰς την συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσἐλθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου ἤρξατο διδάσκειν τοὺς ιουδαίους· καταντήσαντος δὲ τοῦ βαρισσοῦ μετὰ δύο ἡμέρας μετα τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα· θυμωθεὶς ὁ βαρισσοῦς. συνῆξε πᾶν τὸ πλῆθος τῶν ιουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης· καὶ ὡς έδησαν αὐτὸν προς τὸ απαγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς ιεβουσσέου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω μαθόντες οἱ iουδαίοι λαβόντες τὸν βαρναβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχείλου· καὶ σύραντες ἐπὶ τὸ ιπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρὶ. ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι. ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν· εὑρὼν δε καιρὸν τῆς νυκτός ἐγὼ ιωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτο μετα τίμωνος καὶ ρωδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τὸ ιεβουσσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ. ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὦρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μηνὶ παϋνὶ κατ αιγυπτίους ἑπτακαιδεκάτη· τῆς δε γενεὰς ἔτους ι̅β̅· κατα δε ῥωμαίους μηνι ιουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ιουδαίοι καθ ημῶν· καὶ μόλις εὐρόντες. κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης ἀνελθόντες κατεφύγομεν ἐν αυτῶ. καὶ οὕτως διειλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ αναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δε ἀρίστωνα καὶ ῥώδονα. ἤλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἄπερ ἐδιδάχθην ἁπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ἐλπίζω πολλοὺς προσἐνέγκαι εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τους αἰῶνας τῶν αἰῶνων· ἀμήντοῦ ἀγίου αποστολ(ου) βαρνάβα |
Agreements: 1626/1977 (82%)