Messine_SS_26Parisinus_Graecus_1219
λόγ(ος) ι̅α̅ μαρτύριον καὶ περίοδος τοῦ ἁγ(ιου) ἀπο βαρνάβα· ευ° επειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρ῀ς ἡμῶν ἰῦ χῦ παρουσίας· τοῦ ἀόκνου καὶ φιλανου, εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ απόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων· καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὠήθην εἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι· ἐγὼ ἰωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὤν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς´ ἁγίου λαβὼν. διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με, εἴδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα στολὴν λευκὴν περιβεβλημένον, καὶ εἶπε μοι· θάρσει ιωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετωνομάσθει μάρκος· καὶ δόξα σου εν ὅλω τῶ κόσμω λαληθήσεται· καὶ τὸ ἐν σοὶ σκόος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θῦ· ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρναβὰ, ἀπήγγειλα αὐτῶ εἶδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα μυστήρια· εἶπε δε μοι βαρνάβας· μηδενὶ ἐξεἴπης τὴν δύναμιν ἣν εἶδες· γνώθη γὰρ ὃτι κἀμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς´ λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου. οὕτω καὶ τελείωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ, μεθ’ ἐαυτῶ· ἐχεί γὰρ τινὰ μυστήρια θεϊκά· νὺν οὐν τεκνον· φύλαξόν σε αὐτῶ τὰ ῥήματα, ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψεως καλεῖ πρὸς ταῦτα δι’ ἐμοῦ· κατηχηθέντες οὖν παρ’ αὐτοῦ. ἐμείναμεν ἐν ἰεροσολύμοις ἠμέρας ἱκανὰς. καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες οὖν ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσαι λοιπὸν παρ’ ἐμείναμεν· ὡσεὶ μήνας δύο· ἐβουλόμην δὲ ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι καὶ οὐκ ἔασέ με τὸ πνᾶ τὸ ἁγίον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς· εῦρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει· ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν εἰς ἰλημ` τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει με συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ’ ἀρχῆς ὑπηρετήν με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρέτησα αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην παμφυλίας· κακεῖ ἐπέμεινα χρόνους ἱκανούς· δὲ παῦλος κατέκραζε τῶ βαρναβα λεγών· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι υπάρχειν· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σὲ αὐτοῦ, πορεύου εἰς ἐτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ’ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελιώ, καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποτρέφομαι τῆ χάριτι τοῦ χῦ· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις· ἐπειδὴ δὲ καὶ οὕτως σοι ἔδοξε πέρ παῦλε· πρόσευξαι ὑπὲρ ἐμου ἵνα τελειώς μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θῦ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι. καὶ σπεῦδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου· πέρ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· κἀμοὶ τῆ νυκτὶ ταύτης ἐπέστη κς´ λέγων· μὴ βιάσης βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ἱεροσόλυμα, προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέ με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ τοῦ ἀνέμου ἐναντίου ὄντος, ἤλθομεν ἐν τῶ κορασίω· καὶ ἐξελθόντες παρὰ τὸν αἰγιαλόν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναι τινὰ, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν τὲ ἤλθομεν ἐκ παλαιὰς τῆς ἱσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμενή· καὶ χειμῶνος γενομένου, παρ’ἐμείμανεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος τῶ ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκινησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντες ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς. ἐπερώτων πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμῖν ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπαίνεται· οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο· μέλλετε δοῦναι ἡμῖν· εἶπε δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κώ ἰῦ χῶ· λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο, ὅπέρ ἐστι(ν) ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς´· ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε πέρ, δὸς ἡμῖν τὸ ἔνμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· καὶ ἔγνωσαν ἑαυτοὺς, ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ ἐμοῦ μίαν στολὴν, ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ἰδείας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι. κατ’ἐλθόντες δὲ εἰς τὸν αἰγιαλὸν, ἠσπασάμεθα αὐτοὺς τῶ λόγω τοῦ θῦ καὶ ηὐλογήσαμεν αὐτοὺς· δὲ εἷς ἐξ αὐτῶν κλιθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ ἴασεν βαρνάβας· διαπερασάντες δὲ, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυατικὴ· εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ χυ· ἦν δὲ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφὼς βίβλον, τῆς τοῦ θῦ φωνῆς· καὶ ποιήματα συγγράμματα· ταυτα ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χάριν· εὐθέως τῶν παθῶν ἴασεις ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπιθῶ· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασεν ἡμᾶς ἐν τῆ πόλει· ἀλλὰ πρὸς τὴν πύλην ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστιθῆναι ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν· ἐξἐλθοντες δὲ τῆς λαπίθου. καὶ διὰ τῶν ὀρέων διοδεύσαντες· ἤλθομεν εἰς κώμην λαμπαδιστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡράκλεωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ· οὗτος ἦν ἀπὸ τῆς μασίας ἐλθὼν, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας ἀνεγνώρησεν αὐτόν· πρόην ἐπὶ τῆς κιτιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτον· ὧ, καὶ πνα ἅγιον ἔδωκεν μετωνομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίζαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν αδελφοῖς κατηθηχηθεὶς μετ’ αὐτῶν παρεθέμεθα αὐτῶ τὸν λόγον του θυ· διἐλθόντες τὸ ὄρος τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖ εὕρομεν ῥόδωνά τινα ἱερόδουλον· ὅς τις καὶ αὐτὸς πιστεύσας· συνηκωλούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ἰουδαίω τινὶ, ὀνόματι βαρισοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου. ὅστις καὶ ἐγνώρησεν βαρνάβαν, ὄντα πρόην μετὰ παύλου· οὗτος, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν, ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τουτω βαρνάβας ἐπιστραφεις, ἐπετίμησε καὶ ἀπέπεσε τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὶ τραυματισθέντες ὥς τινες ἐξ αὐτοὺς καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ, ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ κουρείου. πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισοῦ. ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως· ἐποιήσαμεν τὴν ἑσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινὶ· ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λαιπρὸςὢν, ἐκαθαιρίσθη ἐν αντιοχεία· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ απέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κἀκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρων σπενδόντων ἐκεῖ· προσελθὼν οὒν βαρισοῦς, συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς εἰς τὸν οἶκον αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξέτε κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο· εκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων ἠμᾶς· καὶ ἐλθόντων ἡμῶν ἐν κιτιῆ, πολλοῦ θορύβου γινομένου· κακεῖ ἐν τω δρομίω αὐτῶν, καὶ μαθόντες, παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν ἁπὰντες τῶν ποδῶν ἡμῶν· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο· εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντες δὲ ἐν πλοίω ἀπὸ τῶν κιτιαίων, ἤλθομεν ἐπὶ σαλαμείναν· καὶ κατήλχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· πανηγύρεις καὶ σπονδαὶ γὰρ ἐκεῖ ἐγίνοντο· κἀκεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρυσσειν τὸ τοῦ χῦ εὐαγγέλιον· καθιστῶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνῃ· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν καὶ ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δὲ τοῦ βαρισοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ’ ὀλίγους ὑπὸ βαρνάβα θυμωθεὶς βαρισοῦς, συνῆξαι πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησε κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἠγεμῶνι τῆς σαλαμήνης· καὶ ὡς ἔδησαν αὐτὸν τοῦ ἀγαγεῖν πρὸς τὸν ἠγεμῶνα, εὐσεβοὺς ἰεβουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς· ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἀπὸ τοῦ ἱπποδρομίου ἐπὶ τῆς συναγωγῆς, καὶ περάσαντες έξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολύβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· εὑρὼν δὲ καιρὸν τῆς νυκτὸς, ἐγὼ ἰωάννης καὶ μετωνομασθεῖς μάρκος. καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ. καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἐβουσαίων, τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον τόπον εὑρόντες, ἐν αὐτῶ απεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ τοῦ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παϋνὶ ι̅ζ̅ κατ’ αιγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς πόλις λεδρῶν· καὶ εὑρόντες κακακεῖ κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν ἑαυτῶ· καὶ οὕτως ἐλίθασαν ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδωνα, ἤλθομεν ἐν κώμη λιμνήτη· εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσαντες κατήχθημεν εἰς ἀλεξανδρείαν· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ´, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χῦ, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετωνομάσαντων με μάρκον, ἐν τῶ υδατι τοῦ βαπτίσματος. ἐν ἐλπίζω προσενεγκεῖν πολλοὺς εἰς τὴν δόξαν τοῦ χῦ, διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. τῆ αὐτῆ ἡμε(ρα) περίοδοι καὶ μαρτύριον· τοῦ ἁγίου καὶ πανευφήμου ἀπο καὶ μάρτυρος βαρνάβα.ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἱσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ ἴδων ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαίον ὠήθην· ἴδον μυστήρια καὶ ἥκουσα, ἐξηγήσασθαι· ἐγὼ ἰωάννης σὺνἀκολουθῶν· βαρναβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ῶν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν, πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου. τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν ὁράματι ἄνδρα τινὰ. ἐφ’ἑστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἴπεν μοι· θάρσι ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετ’ὀνομάσθη μάρκος· καὶ δόξα σου ἐν ὅλω τῶ κόσμώ κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθει σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ο ραμα ἴδον· σύντρομος γενόμενος· ἀπελθὼν προς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος ἀπόστολος οὐκ ἦν ἔγγιστα· ἠνίκα ἀνεθέμην τὰ τοιαύτα μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνώθη γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν· καὶ ἀπ’ἀλλοτριωθῆναι τοῦ ἑθνους σου, οὕτω καὶ τελειωθήσει· πλὴν· καὶ τὸν ὅντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ’ ἑαὐτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεικᾶ· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥῆματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταῦτα δι’ ἐμου· κατηχηθέντες οὖν παρ’ αὐτοῦ, ἐμείναμεν ἐν ιεροσολύμοις ἡμέρας ἱκανᾶς· καὶ ἤλθαμεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὖ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο· βουλόμενος ἐπὶ τὰ δυτικᾶ μέρη πορέυεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν· ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεῖα ἧσαν, ἐπορεύθην πρὸς αὐτούς· εὔρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεῖα· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμώνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱλημ τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικεῖα μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς· διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτον εἶναι· καὶ ἐν τῆ κύπρω πᾶση ὑπηρετῆσαι αὐτοῖς· ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔκλεγων ὥστε με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σεαὐτοῦ. πορεύου εἰς ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ’ ἡμῶν· βαρνάβας δὲ ἐν ἐαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε· λαβῶν αὐτὸν πορεύου· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πός σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ’ἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοῖ τῆ νυκτὶ ταῦτη· παρέστη κς λέγων· μὴ βιάσι βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη· ἡσπασάμεθα τοι γὰρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοίον ἐν λαωδικία. ἡρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ’ εἰδυνήθημεν· ἥλθομεν δὲ ἐν τῶ κορασίω· καὶ εἰσελθόντων ἡμῶν εἰς τὸν αἱγιαλὸν ἔνθα πηγὴ ἣν , ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν· μὴδ’ἑνὶ ἑἀυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παῦλου· ἐκεῖθεν δὲ ἥλθωμεν εἰς παλαιᾶς τῆς ἰσαυρίας· κακ εῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούσι καλουμένη· καὶ χειμώνος γενομένου, παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὐφήμιος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπἡρώτουν πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπένεται οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρὰ ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἡρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω· μέλλεται ἡμῖν διδόναι; εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἂν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ σὺντάσσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνω ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ δός ἡμῖν τὸ ἔνδυμα ἐκεῖνω· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἀγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς ἀφ ὦν καὶ οἱ ναῦται πολλὰ ἡδυνήθησαν κερδάναι· κατελθόντες δὲ ἐν τῶ αἱγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ καὶ ἡυλογήσαμεν αὐτοὺς· δὲ εἶς ἐξ αὐτῶν κληθεῖς στέφανος, ἐβούλετο σὺνἀκολουθήσαι ἡμῖν· καὶ οὐκ είασεν αὐτὸν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυάκι, εὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδοῦλους· πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ σὺνήχετω πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χείρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ χυ· ἣν δὲ βαρνάβας μαθήματα παρὰ ματθαῖου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταῦτην ἐπιτηθεῖς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἁπάντων ἡμῖν χῶραν, εὐθέως τῶν παθῶν ἵασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλωμανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἥλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου διὰ τῶν ὁρίων διοδεύσαντες, ἥλθομεν εἰς κόμην λαμπαδιστοῦ ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν, εὐρῶντες καὶ ἡρακλέωνα ὅντα ἐκεῖ, ἐξενίσθημεν παρ’ αὐτῶ· οὕτος ἣν ἀπὸ τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν. ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς σκιτιέων σὺντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτὸν· καὶ πνα ἅγιον ἔδωκαν μετ’ὀνομάσαντες αὐτὸν ἡρακλείδην χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιτηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ· καὶ τοῖς ἐκεῖσε οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ’ αὐτοῦ, παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖθεν εὔραμεν ῥώδονα τινὰ ἱερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας τῶ χω, σὺνἡκολούθησεν ἡμῖν· συνηντῆσαμεν δὲ ιουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὅντα πρώην μετὰ παύλου· οὗτος οὐκ εῖασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τῶ κουρίω· καὶ εὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τὲ καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπὶστραφεὶς ἐπετίμησεν· καὶ κατἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοῖ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὅντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ἰουδαίων ὃν ἐκεῖ· ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τῶν δένδρων τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιοῦση ἥλθομεν εἰς κώμην τινὰ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν, ἐκαθαρίσθη ἐν ἀντιοχεῖα· ὃν καὶ ἐσφράγησαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστηλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι καὶ πολὺ πλῆθος ἣν ἐλλήνων ἐν τω ϊερῶ ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ· πρὸσἐλθῶν οὖν βαριησοῦς σὺνἐσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα. καὶ αὕτη τοῖς εἰδώλοις μὴ πρὸσκυνοῦσα· πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξεν κατ’ ἔναντι τοῦ ἱεροῦ ἐκεῖνου ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες, ἥλθομεν διὰ τῶν ἐρήμων τόπων· ἡκολοῦθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς σκιτιεῖς πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθόντες παρήλθομεν τὴν πόλιν· ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν εἰς πλοίον ἀπὸ τῆς σκιτιέων, ἥλθομεν ἐπὶ σαλαμίναν· καὶ κατήχθημεν ἐν τοῖς λεγομένοις νήσοις ἔνθα κατ’εἴδωλος τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὑρόντες ἡρακλίδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθστᾶν ταῖς ἑκκλησίαις καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντίσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρὰ ματθαῖου, ἥρξατο διδάσκειν τοὺς ϊουδαῖους· καταντίσαντος δὲ τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας· μετὰ τὸ κατηχηθῆναι ιουδαίους οὐκ’ ὁλίγους ὑπὸ βαρνάβα, θυμοθεὶς βαριησοῦς συνήξεν πᾶν τὸ πλῆθος τῶν ιουδαῖων· καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ ὡς ἔδισαν αὐτὸν πρὸς τὸ ἀπαγαγὴν αὐτὸν πρὸς τὸν ἡγεμόνα εὐσεβοὺς ïεβουσσαίου· συγγενοὺς νέρωνος καταντίσαντος ἐν κύπρω μαθόντες οἱ ιουδαῖοι λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδεισαν ἐν σχυνίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς σὺναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί· δε χάρις τοῦ θυ διεφύλαξε σῶον, τὸ τίμιον αὐτοῦ σώμα· εὐθέως δὲ τῆ αὐτη τῆ νυκτῆ λαβόντες τὸ λείψανον αὐτοῦ, εἴλησαν ἐν σινδόνι· καὶ μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥήψαι αὐτὸν· εὐρὼν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ἰωάννης καὶ μετ’ὀνομασθεῖς μάρκος· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθείς, ἥλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγωμεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ἰεβουσσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες, ἐν αὐτῶ ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς, παρέλαβεν παρὰ ματθαίου· ἣν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παυνὶ ι̅ζ̅ κατ’ αἰγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους· μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω τινὶ, ζήτησιν οὐκ’ ὁλίγην ἐποίησαν οἱ ϊουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγωμεν ἐν αὐτῶ· καὶ οὕτω διἡλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδονα ἥλθομεν ἐν κώμη λημνίτι· καὶ εὑρόντες πλοίον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσα ντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετ’ὀνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος· ἐν ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῶ δόξα τῶ πρι καὶ τῶ ὑιῶ καὶ τῶ ἁγίω πνι νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν

Agreements: 1592/2011 (79%)

Collation table