Megistes_Lauras_gamma87Vatopedi_84
μην(ι) ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. εὐ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖων ὠήθην εἶδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ αρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διά πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν ὀράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετονομάσθη μάρκος, καὶ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις, πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ. ὡς δε τὸ ὄραμα εἶδον, γενόμενος σύντρομος καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ εἶδον μυστήρια καὶ ἤκουσα παρα τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἠνίκα ἀνεθέμην τὰ τοιάυτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἦν εἶδες. γνώθι γὰρ ὅτι καμοὶ παρέστη ταύτη τῆ νυκτὶ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήσει. πλὴν τὸν ὄντα ἐγγύς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαύτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά. νῦν οὖν τέκνον φύλαξον ἐν σεαυτῶ τὰ ῥήματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀποκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μοι παρ αυτοῦ, ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἱκανὰς· καὶ ἤλθομεν ἐν αντιοχεία. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία, ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς, ἄχρις οὖ περιῆλθωμεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν ὡσεὶ μήνας δύο, βουλόμενος ἐπι τα δυτικὰ μέρει πορεύσεσθαι· καὶ οὐκ’ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς. εὖρον δὲ τὸν παῦλ(ον) ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλήμ τῆ ἐορτῆ. πολλῆ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι, καὶ ἐν τῆ κύπρω πᾶσι ὑπηρετῆσαι αὐτοῖς, ἄχρις οὖ κατήντησαν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκείνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σοῦ, πορεύου ἐτέραν ὁδόν οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποστρέφεται χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σου ἐστὶν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος τὸ ἐν ἀνοις κοινὼς ποιήσασθαι. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἑμοῦ ἵνα τέλειος κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθείσαν σοι. πορεύομαι ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ϊκανῶς. δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάσει βαρνάβαν, τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σοὶ ἐν τῆ δοθήσει σοι χάριτι πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ ηδυνήθημεν· ἤλθωμεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρα τὸν αἰγιαλόν ἔνθα πηγὴ ἢν, ἀνεψύξαμεν ἕως ὥρας ἔκτης· μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ῆλθωμεν εἰς παλαὶας τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἤλθωμεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αυτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα, ἤτις οὐδέποτε ῥυπαίνεται; οὐδὲ ἔστιν ἐν αυτῆ μῶμος; ἀλλὰ πάντοτε λαμπρά ἐστιν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσαν εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκείνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αυτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὣν καὶ οἱ ναύται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἡσπασάμεθα αὐτοῖς τον λόγον του θῦ καὶ ηὐλογήσαμεν αὐτούς· δε εἷς ἐξ αυτῶν κληθεὶς στέφανος, εβούλετο συνακολουθῆσαι ἡμᾶς· καὶ οὐκ ἔασεν βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακίατη·ηὔρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνῆχετο πυρετῶ πολλῷ· καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτηθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἁπαντῶσαν ἡμῶν χώρα, εὐθέως τῶν παθῶν ἴασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἐασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νήσου ῆλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ δι τῆς λαπίθου διὰ τῶν ὀρέων διοδεύσαμεν, καὶ ἦλθωμεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠρακλέωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας ἀνεγνώρισεν αὐτόν πρώην ἐπὶ τῆς κιτέων συντυχίαν πεποιηκὼς μετα παύλου πρὸς αὐτόν· καὶ πνα ἅγιον ἔδωκαν μετoνομάσαν τε ἡρακλήδειν. χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμάσω, καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρο(ς) τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὔρωμεν ῥώδωνά τινα ἱερόδουλον, ὅστις καὶ αὐτὸς πιστεύσας, συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπο τῆς πάφου, ὅστις καὶ ἐγνώρισεν τὸν βαρνάβα ὄντα πρώην μετα παύλου· οὗτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν ἀλλ’ υποστρέψαντες ῆλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει επιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ἐπιτέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αυτῶν ἀπέθανον, οἱ δε λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου. πολὺ πλῆθος ὢν ἐκεῖ ἰουδαίων, ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ, ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπο δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ῆλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ῆλθομεν ἐν αμαθούντι, καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὼν οὖν βαριησοὺς συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν τὲ ἐξελθόντες, ἦλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν. καὶ ἐλθόντων ἡμῶν εἰς κιτεῖη, πολλοῦ θορύβου γενομένου ἐν τῶ δρομω αὐτῶν, κακεῖ μαθόντες διῆλθομεν τὴν πόλιν, ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω· ἀπο κιτιέων ῆλθομεν ἐπὶ σαλάμινα, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· καὶ ἐκεῖ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρόντες ἡρακλείδην ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθιστᾶν τε ταῖς ἐκκλησίαις καὶ λειτουργοὺς ἐν αυταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδασκειν τους ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετα δύο ημέρας, μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ὀλίγους ὑπὸ τοῦ βαρνάβα· θυμωθεὶς βαριησοὺς συνῆξε πᾶν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ϊουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ϊουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατα τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸν ϊππόδρομον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν ἐγὼ ϊωάννης και μετὀνομασθεὶς μάρκος, καὶ τοῦτον μετα τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθέντες, ἦλθομεν ἐν τόπω τινὶ, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες, ἐν αυτῶ ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου. ἢν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἡμέρα σαββάτω· μηνι παύνι ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δε γενεᾶς, ἔτους δωδεκάτου κατα ρωμαίους μηνὶ ϊουνίω ι̅α̅ · ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν καθ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἡμᾶς, ἕως τῆς κώμης λεβρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον, ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διελίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ϊουδαίων, εξελθόντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδωνα, ῆλθομεν ἐν κώμη λημνητή. εὐρόντες δὲ πλοίον αἱγύπτιον, ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες, κατήχθημεν ἐν αλεξανδρεία. κακεῖ ἔμεινα διδάσκων τοὺς πρὸσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ φωτίζων αὐτοὺς· καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεᾶς καὶ χάριτος· αὐτῶ δόξα εἰς τοῦς αἰῶνας τῶν αἰῶνων ἀμήν. μηνὶ ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα· κε ευ° ἐπειδήπερ ἀπο τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ· καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὡήθην ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχϊερέως· νῦν δὲ χάρις πνς ἁγίου λαβὼν διά τε πέτρου τοῦ ἀποστόλου, καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξιων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος· καὶ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυὡς δὲ τὸ ὄραμα εἶδον σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ. εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ἀπόστολος οὐκ’ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ρήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἧν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὐπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεηκά·νῦν οὖν τέκνον, φύλαξον σὲ αὐτῶ τὰ ρήματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει ταῦτα δι εμου· κατηχηθέντες οὖν παρ αυτοῦ· ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἰκανάς· καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκια. ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω. καὶ ήμην ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον·ἀναχθέντες δὲ ἀπο τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον·ἐπιστρέψας δὲ πάλιν, ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτοὺς· ηὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία·βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον· καὶ ποιῆσαι τὸν χειμῶνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊλημ τῆ ἑορτῆ·πολλῆ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγίνετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς· δια τὸ ἐξ αρχῆς ὑπηρέτην με αυτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τούτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν· ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι. ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην καὶ μάρκον μετὰ σὲ αυτοῦ· πορεύου εἰς ετέραν ὁδόν, οὐ γὰρ ἔλθεις μεθ ημῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβῶν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ· καὶ ἡμεῖς ἐν τῶ πνι τῶ ἀγίω· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν·ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ημᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ, ἴνα τέλειός μοι κάματος εἰς ἀνάπαυσιν γένηται·οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσάν σοι, πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς·ὁ δὲ παῦλος ἔφη πρὸς αὐτὸν·καμοὶ τῆ νυκτὶ ταύτῆ παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον·ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σοι δὲ ἐν τῆ δοθείση σοι χάριτι· πορεύου εἰς ϊεροσόλυμα προσκυνήσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται, ποῦ σοι τὸ μαρτύριον ἡτοίμαστθη·ἡσπασάμεθα τοιγαρ οὖν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικεία. ηρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ἄνεμος ἐναντίος ηυρέθη καὶ οὐκ ηδυνήθημεν· ήλθομεν δὲ ἐν τῶ κορασίω. καὶ εισελθόντων ἡμῶν παρα τὸν αἰγιαλὸν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν, μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναίτινα, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου·ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ϊσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ, πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνηρ τις εὐφημος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὔρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν·εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἧν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα. ήτις οὐδέποτε ρυπαίνεται οὐδὲ ἐστιν ἐν αυτῆ μῶμος ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπι τῶ λόγω, ηρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνο μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας. ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα·κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αυτοῦ παρακαλοῦντες καὶ λέγοντες·ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο·καταγαγὼν δὲ αυτοὺς κάτω εἰς τὴν πηγῆν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὡν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι·κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηυλογήσαμεν αὐτοὺς· δὲ εἶς ἐξ αυτῶν κληθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν, καὶ οὐκ εἴασεν βαρνάβας·διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ελθόντες ἐν τῶ λεγομένω κρομυακιάτη· ηύρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους· πρὸς οὺς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ, καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ. ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ· ἦν δὲ βαρνάβας, μαθήματα παρα ματθαίου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς· καὶ ποιημάτων σύγγραμμα ταύτην ἐπιτιθεις πᾶσιν τοῖς ἀσθενοῦσιν βαρνάβας, κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει·γενομένων δὲ ἡμῶν ἐν πόλει λαπίθων καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρῶ, οὐκ είασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλῆ ἀνεψύξαμεν μικρόν·τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ῆλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου δια τῶν ὀρέων διοδεύσαντες, ήλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρόντες καὶ ἡράκλέωνα ὄντα ἐκεῖ· ἐξενίσθημεν παρ αυτῶ·οὗτος ἦν ἀπο τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αυτοῦ· προς ὸν ἀτενίσας βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπι τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ηρακλείδην. χειροτονήσαντες αὐτὸν εἰς επίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ημῶν τὸ ὄρος τὸ καλούμενον χειονῶδες, κατηντήσαμεν εν παλαιᾶ πάφω· κακεῖ ηύραμεν pοδονα τινὰ ἱερόδουλον· ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ημῖν· συνηντήσαμεν δὲ ϊουδαίω τινὶ ὀνόματι βαρισσου, ἐρχομένω ἀπο τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν, ὄντα πρώην μετὰ παύλου· οὕτως οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ ὑποστρέψαντες ήλθομεν ἐν τῶ κουρίω. καὶ ηύρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιπὸν ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ϊουδαίων ὂν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισσου ἔστη ἔξω τῆς πόλεως· καὶ οὐκ είασαν ημᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ·τῆ δὲ ἐπιούση ήλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν ἐκαθαρίσθη ἐν αντιοχεία·ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω· δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ·εξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολῦ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει ἀσεμνων γυναικῶν τε καὶ ἀνδρῶν, σπενδόντων κακεῖ· προσελθὼν οὖν βαρισσους συνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνη τις χήρα ὡς ετῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ημῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ εκείνου· ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο·ἐκεῖθεν δὲ ἐξελθόντες, ήλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ημῶν·καὶ ἐλθόντων ημῶν εἰς κιτιεῖς, πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ημῶν ἄπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων, ήλθομεν ἐπι σαλαμινα· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις· ἔνθα κατείδωλος τόπος ὑπήρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο·κακεῖ πάλιν εὑρόντες ηρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον· καθιστάντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς·εισελθόντων δὲ ημῶν ἐν σαλαμῆνα· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρα ματθαίου· ἤρξατο διδάσκειν τοὺς ϊουδαίους· καταντήσαντος δὲ τοῦ βαριησσου, μετα δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ολίγους ὑπο βαρνάβα θυμωθεὶς βαριησσοὺς· συνηξεν πὰν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν· καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης, καὶ ὡς ἔδησαν αυτὸν πρὸς τὸ ἀπαγαγεῖν αυτὸν πρὸς τὸν ηγεμόνα εὐσεβοῦς ϊεβουσαίου συγγενοῦς νέρωνος· καταντήσαντος ἐν κύπρω· μαθόντες δὲ οἱ ϊουδαῖοι, λβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου. καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι·εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ· λαβόντες τὴν κονίαν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτὸν· εὐρῶν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ϊωάννης καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτον μετα τίμων καὶ ρόδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει·ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες εν αυτῶ ἀποθέμεθα ἅμα τοῖς μαθήμασιν. οἶς παρέλαβεν παρὰ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μενὶ παυνὶ ι̅ζ̅ κατ αιγυτπτίους· τῆς δὲ γενεας ἔτους δωδεκάτου·κατα δὲ ρωμαίους, μηνὶ ἰουνίω ι̅α̅·ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ημῶν καὶ μόλις εὐρόντες κατεδίωξαν ἡμᾶς. ἕως τῆς ποκώμης κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει· πλησίον τῆς κώμης ἀνελθοντες κατεφύγομεν ἐν αυτῶ· καὶ οὕτως διειλίθησαν εἰς ημᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ϊουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ρόδωνα, ήλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ η δόξα εἰς τοῦς αἰῶνας ἀμήν.

Agreements: 1629/1990 (82%)

Collation table