Megistes_Lauras_gamma87 | Messine_SS_26 |
---|---|
μην(ι) ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. εὐ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖων ὠήθην ἃ εἶδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ αρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διά πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν ὀράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις, πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ. ὡς δε τὸ ὄραμα εἶδον, γενόμενος σύντρομος καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἃ εἶδον μυστήρια καὶ ἤκουσα παρα τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἠνίκα ἀνεθέμην τὰ τοιάυτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἦν εἶδες. γνώθι γὰρ ὅτι καμοὶ παρέστη ταύτη τῆ νυκτὶ ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήσει. πλὴν τὸν ὄντα ἐγγύς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαύτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά. νῦν οὖν τέκνον φύλαξον ἐν σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀποκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μοι παρ αυτοῦ, ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἱκανὰς· καὶ ἤλθομεν ἐν αντιοχεία. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία, ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς, ἄχρις οὖ περιῆλθωμεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν ὡσεὶ μήνας δύο, βουλόμενος ἐπι τα δυτικὰ μέρει πορεύσεσθαι· καὶ οὐκ’ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς. εὖρον δὲ τὸν παῦλ(ον) ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλήμ τῆ ἐορτῆ. πολλῆ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι, καὶ ἐν τῆ κύπρω πᾶσι ὑπηρετῆσαι αὐτοῖς, ἄχρις οὖ κατήντησαν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκείνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σοῦ, πορεύου ἐτέραν ὁδόν οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σου ἐστὶν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος τὸ ἐν ἀνοις κοινὼς ποιήσασθαι. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἑμοῦ ἵνα τέλειος ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθείσαν σοι. πορεύομαι ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ϊκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάσει βαρνάβαν, τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σοὶ ἐν τῆ δοθήσει σοι χάριτι πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ὁ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ ηδυνήθημεν· ἤλθωμεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρα τὸν αἰγιαλόν ἔνθα πηγὴ ἢν, ἀνεψύξαμεν ἕως ὥρας ἔκτης· μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ῆλθωμεν εἰς παλαὶας τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἤλθωμεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αυτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα, ἤτις οὐδέποτε ῥυπαίνεται; οὐδὲ ἔστιν ἐν αυτῆ μῶμος; ἀλλὰ πάντοτε λαμπρά ἐστιν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω ὃ μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσαν εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκείνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αυτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὣν καὶ οἱ ναύται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἡσπασάμεθα αὐτοῖς τον λόγον του θῦ καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δε εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, εβούλετο συνακολουθῆσαι ἡμᾶς· καὶ οὐκ ἔασεν ὁ βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακίατη·ηὔρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνῆχετο πυρετῶ πολλῷ· ὃ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτηθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἁπαντῶσαν ἡμῶν χώρα, εὐθέως τῶν παθῶν ἴασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἐασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νήσου ῆλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ δι τῆς λαπίθου διὰ τῶν ὀρέων διοδεύσαμεν, καὶ ἦλθωμεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν ὁ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠρακλέωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτόν πρώην ἐπὶ τῆς κιτέων συντυχίαν πεποιηκὼς μετα παύλου πρὸς αὐτόν· ὃ καὶ πνα ἅγιον ἔδωκαν μετoνομάσαν τε ἡρακλήδειν. χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμάσω, καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρο(ς) τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὔρωμεν ῥώδωνά τινα ἱερόδουλον, ὅστις καὶ αὐτὸς πιστεύσας, συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπο τῆς πάφου, ὅστις καὶ ἐγνώρισεν τὸν βαρνάβα ὄντα πρώην μετα παύλου· οὗτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν ἀλλ’ υποστρέψαντες ῆλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει επιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ἐπιτέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αυτῶν ἀπέθανον, οἱ δε λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου. πολὺ πλῆθος ὢν ἐκεῖ ἰουδαίων, ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ, ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπο δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ῆλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ῆλθομεν ἐν αμαθούντι, καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὼν οὖν ὁ βαριησοὺς συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν τὲ ἐξελθόντες, ἦλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν. καὶ ἐλθόντων ἡμῶν εἰς κιτεῖη, πολλοῦ θορύβου γενομένου ἐν τῶ δρομω αὐτῶν, κακεῖ μαθόντες διῆλθομεν τὴν πόλιν, ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω· ἀπο κιτιέων ῆλθομεν ἐπὶ σαλάμινα, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρόντες ἡρακλείδην ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθιστᾶν τε ταῖς ἐκκλησίαις καὶ λειτουργοὺς ἐν αυταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδασκειν τους ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετα δύο ημέρας, μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ὀλίγους ὑπὸ τοῦ βαρνάβα· θυμωθεὶς ὁ βαριησοὺς συνῆξε πᾶν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ϊουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ϊουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατα τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸν ϊππόδρομον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν ἐγὼ ϊωάννης ὁ και μετὀνομασθεὶς μάρκος, καὶ τοῦτον μετα τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθέντες, ἦλθομεν ἐν τόπω τινὶ, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες, ἐν αυτῶ ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου. ἢν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἡμέρα σαββάτω· μηνι παύνι ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δε γενεᾶς, ἔτους δωδεκάτου κατα ρωμαίους μηνὶ ϊουνίω ι̅α̅ · ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν καθ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἡμᾶς, ἕως τῆς κώμης λεβρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον, ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διελίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ϊουδαίων, εξελθόντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδωνα, ῆλθομεν ἐν κώμη λημνητή. εὐρόντες δὲ πλοίον αἱγύπτιον, ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες, κατήχθημεν ἐν αλεξανδρεία. κακεῖ ἔμεινα διδάσκων τοὺς πρὸσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ φωτίζων αὐτοὺς· καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεᾶς καὶ χάριτος· αὐτῶ ἡ δόξα εἰς τοῦς αἰῶνας τῶν αἰῶνων ἀμήν. | λόγ(ος) ι̅α̅ μαρτύριον καὶ περίοδος τοῦ ἁγ(ιου) ἀπο βαρνάβα· ευ° επειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρ῀ς ἡμῶν ἰῦ χῦ παρουσίας· τοῦ ἀόκνου καὶ φιλανου, εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ απόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων· καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὠήθην ἃ εἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι· ἐγὼ ἰωάννης ὁ συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὤν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς´ ἁγίου λαβὼν. διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με, εἴδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα στολὴν λευκὴν περιβεβλημένον, καὶ εἶπε μοι· θάρσει ιωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετωνομάσθει μάρκος· καὶ ἡ δόξα σου εν ὅλω τῶ κόσμω λαληθήσεται· καὶ τὸ ἐν σοὶ σκόος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θῦ· ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρναβὰ, ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα μυστήρια· εἶπε δε μοι βαρνάβας· μηδενὶ ἐξεἴπης τὴν δύναμιν ἣν εἶδες· γνώθη γὰρ ὃτι κἀμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς´ λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου. οὕτω καὶ τελείωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ, μεθ’ ἐαυτῶ· ἐχεί γὰρ τινὰ μυστήρια θεϊκά· νὺν οὐν τεκνον· φύλαξόν σε αὐτῶ τὰ ῥήματα, ἅ ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψεως καλεῖ πρὸς ταῦτα δι’ ἐμοῦ· κατηχηθέντες οὖν παρ’ αὐτοῦ. ἐμείναμεν ἐν ἰεροσολύμοις ἠμέρας ἱκανὰς. καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες οὖν ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσαι λοιπὸν παρ’ ἐμείναμεν· ὡσεὶ μήνας δύο· ἐβουλόμην δὲ ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι καὶ οὐκ ἔασέ με τὸ πνᾶ τὸ ἁγίον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς· εῦρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει· ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν εἰς ἰλημ` τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει με συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ’ ἀρχῆς ὑπηρετήν με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρέτησα αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην παμφυλίας· κακεῖ ἐπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παῦλος κατέκραζε τῶ βαρναβα λεγών· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι υπάρχειν· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σὲ αὐτοῦ, πορεύου εἰς ἐτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ’ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελιώ, καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποτρέφομαι τῆ χάριτι τοῦ χῦ· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις· ἐπειδὴ δὲ καὶ οὕτως σοι ἔδοξε πέρ παῦλε· πρόσευξαι ὑπὲρ ἐμου ἵνα τελειώς μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θῦ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι. καὶ σπεῦδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου· πέρ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· κἀμοὶ τῆ νυκτὶ ταύτης ἐπέστη ὁ κς´ λέγων· μὴ βιάσης βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ἱεροσόλυμα, προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέ με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ τοῦ ἀνέμου ἐναντίου ὄντος, ἤλθομεν ἐν τῶ κορασίω· καὶ ἐξελθόντες παρὰ τὸν αἰγιαλόν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναι τινὰ, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν τὲ ἤλθομεν ἐκ παλαιὰς τῆς ἱσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμενή· καὶ χειμῶνος γενομένου, παρ’ἐμείμανεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος τῶ ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκινησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντες ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς. ἐπερώτων πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμῖν ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπαίνεται· οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο· ὃ μέλλετε δοῦναι ἡμῖν· εἶπε δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κώ ἰῦ χῶ· λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο, ὅπέρ ἐστι(ν) ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς´· ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε πέρ, δὸς ἡμῖν τὸ ἔνμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· καὶ ἔγνωσαν ἑαυτοὺς, ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ ἐμοῦ μίαν στολὴν, ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ἰδείας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι. κατ’ἐλθόντες δὲ εἰς τὸν αἰγιαλὸν, ἠσπασάμεθα αὐτοὺς τῶ λόγω τοῦ θῦ καὶ ηὐλογήσαμεν αὐτοὺς· ὁ δὲ εἷς ἐξ αὐτῶν ὁ κλιθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ ἴασεν ὁ βαρνάβας· διαπερασάντες δὲ, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυατικὴ· εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ χυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφὼς βίβλον, τῆς τοῦ θῦ φωνῆς· καὶ ποιήματα συγγράμματα· ταυτα ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χάριν· εὐθέως τῶν παθῶν ἴασεις ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπιθῶ· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασεν ἡμᾶς ἐν τῆ πόλει· ἀλλὰ πρὸς τὴν πύλην ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστιθῆναι ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν· ἐξἐλθοντες δὲ τῆς λαπίθου. καὶ διὰ τῶν ὀρέων διοδεύσαντες· ἤλθομεν εἰς κώμην λαμπαδιστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡράκλεωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ· οὗτος ἦν ἀπὸ τῆς μασίας ἐλθὼν, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρησεν αὐτόν· πρόην ἐπὶ τῆς κιτιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτον· ὧ, καὶ πνα ἅγιον ἔδωκεν μετωνομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίζαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν αδελφοῖς κατηθηχηθεὶς μετ’ αὐτῶν παρεθέμεθα αὐτῶ τὸν λόγον του θυ· διἐλθόντες τὸ ὄρος τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖ εὕρομεν ῥόδωνά τινα ἱερόδουλον· ὅς τις καὶ αὐτὸς πιστεύσας· συνηκωλούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ἰουδαίω τινὶ, ὀνόματι βαρισοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου. ὅστις καὶ ἐγνώρησεν βαρνάβαν, ὄντα πρόην μετὰ παύλου· οὗτος, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν, ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τουτω ὁ βαρνάβας ἐπιστραφεις, ἐπετίμησε καὶ ἀπέπεσε τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὶ τραυματισθέντες ὥς τινες ἐξ αὐτοὺς καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ, ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ κουρείου. πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισοῦ. ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως· ἐποιήσαμεν τὴν ἑσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινὶ· ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λαιπρὸςὢν, ἐκαθαιρίσθη ἐν αντιοχεία· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ απέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κἀκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρων σπενδόντων ἐκεῖ· προσελθὼν οὒν ὁ βαρισοῦς, συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς εἰς τὸν οἶκον αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξέτε κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· εκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων ἠμᾶς· καὶ ἐλθόντων ἡμῶν ἐν κιτιῆ, πολλοῦ θορύβου γινομένου· κακεῖ ἐν τω δρομίω αὐτῶν, καὶ μαθόντες, παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν ἁπὰντες τῶν ποδῶν ἡμῶν· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο· εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντες δὲ ἐν πλοίω ἀπὸ τῶν κιτιαίων, ἤλθομεν ἐπὶ σαλαμείναν· καὶ κατήλχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· πανηγύρεις καὶ σπονδαὶ γὰρ ἐκεῖ ἐγίνοντο· κἀκεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρυσσειν τὸ τοῦ χῦ εὐαγγέλιον· καθιστῶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνῃ· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν καὶ ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δὲ τοῦ βαρισοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ’ ὀλίγους ὑπὸ βαρνάβα θυμωθεὶς ὁ βαρισοῦς, συνῆξαι πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησε κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἠγεμῶνι τῆς σαλαμήνης· καὶ ὡς ἔδησαν αὐτὸν τοῦ ἀγαγεῖν πρὸς τὸν ἠγεμῶνα, εὐσεβοὺς ἰεβουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς· ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἀπὸ τοῦ ἱπποδρομίου ἐπὶ τῆς συναγωγῆς, καὶ περάσαντες έξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολύβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· εὑρὼν δὲ καιρὸν τῆς νυκτὸς, ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεῖς μάρκος. καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ. καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἐβουσαίων, τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον τόπον εὑρόντες, ἐν αὐτῶ απεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ τοῦ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παϋνὶ ι̅ζ̅ κατ’ αιγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς πόλις λεδρῶν· καὶ εὑρόντες κακακεῖ κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν ἑαυτῶ· καὶ οὕτως ἐλίθασαν ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδωνα, ἤλθομεν ἐν κώμη λιμνήτη· εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσαντες κατήχθημεν εἰς ἀλεξανδρείαν· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ´, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χῦ, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετωνομάσαντων με μάρκον, ἐν τῶ υδατι τοῦ βαπτίσματος. ἐν ὧ ἐλπίζω προσενεγκεῖν πολλοὺς εἰς τὴν δόξαν τοῦ χῦ, διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. |
Agreements: 1568/1997 (79%)