Koutloumousiou_2Vatopedi_84
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ευ° περ ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ, καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαίον ὠήθην εἶδον μυστήρια καὶ ἤκουσα εξηγήσασθαι. ἐγὼ ἰωάννης σὺνἀκολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν και βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκὴ στολὴ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος, καὶ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθησεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. ὡς δὲ τὸ ὄραμα εἶδον γενόμενος ἔντρομος, καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα ἀπήγγειλα αὐτῶ εἶδον μυστήρια καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἵνίκα ἀνεθέμην τὰ τοιαύτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξεἶπεις τὴν δύναμιν ἣν εἶδες. γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει, ὡς γὰρ ἐδ θ ηκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν τὸν ὄντα ἐγγὺς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκά, νῦν οὖν τέκνον φύλαξον ἐν σε αὐτῶ τὰ ῥήματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀπὸκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μου παρ αυτοῦ, εμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἤλθομεν ἐν αντιοχεῖα ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία, ἐκεῖθεν δὲ προσμείναντες ἡμέρας τρεῖς ἀπελεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς ἄχρις οὗ περὶήλθω μεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν, ὡσεὶ μεί νας δύο, βουλόμενος ἐπι τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεῖα ἦσαν, ἐπορεύθη πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμόνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἶς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικία ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχὴς ὑπηρέτην με αὐτοὺς εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλας, κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον, μετὰ σοῦ πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν, ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὀδεύσαντα ἡμῖν οὐκ αποστρέφεται χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἀγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπεὶδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἐμοῦ ἵνα τέλειος κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι πορεύομαι ἐν κύπρω τελειωθῆναι και σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ ἐν τῆ δοθείσει σοι χάριτι πορεύου εἰς ἱἐροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη. ἠσπασάμεθα τοίγαρ οὖν ἀλλήλοὺς, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ηδυνήθημεν, ἤλθωμεν ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν ἀνεψύξαμεν ἕως ὥρας ἕκτης, μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μη γνῶναι τινὰ ὅτι ἀνεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιὰς τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσσω τινὶ πιτυοῦσι καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τοὺς ἀκονισίας, καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αυτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ εἰς τὴν ἰδίαν στολὴν, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ ηὐλογήσαμεν αὐτούς. δὲ εἷς ἐξ αυτῶν κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθῆσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηὕρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς βιβλῖον τῆς τοῦ θυ φωνὴς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῶν χῶραν, εὐθέως τῶν παθῶν ΐασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασενν ἡμᾶς, εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ διὰ τῆς λαπίθου διὰ τῶν ὁρέων διοδεύσαμεν, καὶ ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτον πρώην ἐπι τῆς κιτέων συντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτόν· ὃς καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες ἡρακλείδην χειροτονήσαντές αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρῶ, καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμωσῶ, καὶ τοῖς ἐκεῖ οὗσιν ἀδελφοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιωνῶδες κατὴντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥώδονα τινὰ ϊερόδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας, σὺνἐπικολούθησεν ἡμῖν. συνήντήσαμεν δέ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισε τὸν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὔτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν, ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπιτέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αὐτῶν ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ὢν ἐκεῖ ϊουδαίων· ὑπὸβληθὲν ὑπὸ τοῦ βαριησου ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τω ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ἤλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὁ βαριησοὺς συνεσκεύασεν τὸ ἔθντῶν ϊουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χήὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξε κατέναντι τοῦ ϊεροῦ ἐκείνου ἔνθα σπονδὴ τῶν μιωρῶν ἐγενετο. ἐκεῖθεν τὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ καὶ τίμων μεθ ἡμῶν, καὶ ἐλθόντων ἡμῶν εἰς κιτείη, πολλοῦ θορύβου γενομένου ἐν τω δρόμω αὐτῶν, κακεῖ μαθόντες παρηλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω, ἀπὸ κιτιέων, ἤλθομεν ἐπὶ σαλόμινα, καὶ κατήχθημεν ἐν ταῖς λογομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχε· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδ αμεν αὐτὸν πῶς δεῖ κηρύσοῦ χυ εὐαγγέλιον, καθιστᾶντεκκλησιαι ς καὶ λειτουργοὺς ἐν αὐταῖς. ελθόντων δὲ ἡμῶν ἐν σαλαμηαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης · κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας, ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ θῆναι ἰουδαίους οὐκ ὀλίγους τοῦ βαρνάβα, πλῆθος τῶν ἰουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμώνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ἰουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπι τὸν ἱπποδρόμον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αυτοῦ ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ἰωάννης καὶ μετονομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ρώδονος βαστάσαι δυνηθέντες, ἤλθομεν ἐν τόπω τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσέων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ ἀπεθέμεθα, ἄμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἠμέρα σαββάτω. μηνὶ πάνυ ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δὲ γενεας ἔτους δωδεκάτου κατὰ ρωμαίους μηνὶ ἰουνίω ι̅α̅ . ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν καθ ἡμῶν, καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμας, ἕως τῆς κόμης λεβρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης διελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διεαίθασαν ἡμᾶς, ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον, προσλαβόμενοι δὲ ἀρίστονα καὶ ῥώδανα, ἤλθομεν ἐν κώμη λημνητῆ. εὑροντες δε πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αυτῶ, καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεῖα. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ἐλπίζω προσενέγκαι πολλοὺς, εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεὰς καὶ χάριτος· αὐτῶ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. μηνὶ ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα· κε ευ° ἐπειδήπερ ἀπο τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ· καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὡήθην ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχϊερέως· νῦν δὲ χάρις πνς ἁγίου λαβὼν διά τε πέτρου τοῦ ἀποστόλου, καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξιων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος· καὶ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυὡς δὲ τὸ ὄραμα εἶδον σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ. εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ἀπόστολος οὐκ’ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ρήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἧν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὐπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεηκά·νῦν οὖν τέκνον, φύλαξον σὲ αὐτῶ τὰ ρήματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει ταῦτα δι εμου· κατηχηθέντες οὖν παρ αυτοῦ· ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἰκανάς· καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκια. ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω. καὶ ήμην ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον·ἀναχθέντες δὲ ἀπο τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον·ἐπιστρέψας δὲ πάλιν, ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτοὺς· ηὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία·βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον· καὶ ποιῆσαι τὸν χειμῶνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊλημ τῆ ἑορτῆ·πολλῆ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγίνετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς· δια τὸ ἐξ αρχῆς ὑπηρέτην με αυτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τούτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν· ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι. ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην καὶ μάρκον μετὰ σὲ αυτοῦ· πορεύου εἰς ετέραν ὁδόν, οὐ γὰρ ἔλθεις μεθ ημῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβῶν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ· καὶ ἡμεῖς ἐν τῶ πνι τῶ ἀγίω· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν·ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ημᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ, ἴνα τέλειός μοι κάματος εἰς ἀνάπαυσιν γένηται·οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσάν σοι, πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς·ὁ δὲ παῦλος ἔφη πρὸς αὐτὸν·καμοὶ τῆ νυκτὶ ταύτῆ παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον·ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σοι δὲ ἐν τῆ δοθείση σοι χάριτι· πορεύου εἰς ϊεροσόλυμα προσκυνήσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται, ποῦ σοι τὸ μαρτύριον ἡτοίμαστθη·ἡσπασάμεθα τοιγαρ οὖν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικεία. ηρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ἄνεμος ἐναντίος ηυρέθη καὶ οὐκ ηδυνήθημεν· ήλθομεν δὲ ἐν τῶ κορασίω. καὶ εισελθόντων ἡμῶν παρα τὸν αἰγιαλὸν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν, μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναίτινα, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου·ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ϊσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ, πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνηρ τις εὐφημος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὔρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν·εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἧν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα. ήτις οὐδέποτε ρυπαίνεται οὐδὲ ἐστιν ἐν αυτῆ μῶμος ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπι τῶ λόγω, ηρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνο μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας. ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα·κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αυτοῦ παρακαλοῦντες καὶ λέγοντες·ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο·καταγαγὼν δὲ αυτοὺς κάτω εἰς τὴν πηγῆν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὡν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι·κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηυλογήσαμεν αὐτοὺς· δὲ εἶς ἐξ αυτῶν κληθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν, καὶ οὐκ εἴασεν βαρνάβας·διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ελθόντες ἐν τῶ λεγομένω κρομυακιάτη· ηύρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους· πρὸς οὺς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ, καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ. ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ· ἦν δὲ βαρνάβας, μαθήματα παρα ματθαίου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς· καὶ ποιημάτων σύγγραμμα ταύτην ἐπιτιθεις πᾶσιν τοῖς ἀσθενοῦσιν βαρνάβας, κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει·γενομένων δὲ ἡμῶν ἐν πόλει λαπίθων καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρῶ, οὐκ είασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλῆ ἀνεψύξαμεν μικρόν·τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ῆλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου δια τῶν ὀρέων διοδεύσαντες, ήλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρόντες καὶ ἡράκλέωνα ὄντα ἐκεῖ· ἐξενίσθημεν παρ αυτῶ·οὗτος ἦν ἀπο τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αυτοῦ· προς ὸν ἀτενίσας βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπι τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ηρακλείδην. χειροτονήσαντες αὐτὸν εἰς επίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ημῶν τὸ ὄρος τὸ καλούμενον χειονῶδες, κατηντήσαμεν εν παλαιᾶ πάφω· κακεῖ ηύραμεν pοδονα τινὰ ἱερόδουλον· ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ημῖν· συνηντήσαμεν δὲ ϊουδαίω τινὶ ὀνόματι βαρισσου, ἐρχομένω ἀπο τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν, ὄντα πρώην μετὰ παύλου· οὕτως οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ ὑποστρέψαντες ήλθομεν ἐν τῶ κουρίω. καὶ ηύρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιπὸν ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ϊουδαίων ὂν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισσου ἔστη ἔξω τῆς πόλεως· καὶ οὐκ είασαν ημᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ·τῆ δὲ ἐπιούση ήλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν ἐκαθαρίσθη ἐν αντιοχεία·ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω· δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ·εξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολῦ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει ἀσεμνων γυναικῶν τε καὶ ἀνδρῶν, σπενδόντων κακεῖ· προσελθὼν οὖν βαρισσους συνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνη τις χήρα ὡς ετῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ημῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ εκείνου· ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο·ἐκεῖθεν δὲ ἐξελθόντες, ήλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ημῶν·καὶ ἐλθόντων ημῶν εἰς κιτιεῖς, πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ημῶν ἄπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων, ήλθομεν ἐπι σαλαμινα· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις· ἔνθα κατείδωλος τόπος ὑπήρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο·κακεῖ πάλιν εὑρόντες ηρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον· καθιστάντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς·εισελθόντων δὲ ημῶν ἐν σαλαμῆνα· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρα ματθαίου· ἤρξατο διδάσκειν τοὺς ϊουδαίους· καταντήσαντος δὲ τοῦ βαριησσου, μετα δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ολίγους ὑπο βαρνάβα θυμωθεὶς βαριησσοὺς· συνηξεν πὰν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν· καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης, καὶ ὡς ἔδησαν αυτὸν πρὸς τὸ ἀπαγαγεῖν αυτὸν πρὸς τὸν ηγεμόνα εὐσεβοῦς ϊεβουσαίου συγγενοῦς νέρωνος· καταντήσαντος ἐν κύπρω· μαθόντες δὲ οἱ ϊουδαῖοι, λβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου. καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι·εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ· λαβόντες τὴν κονίαν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτὸν· εὐρῶν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ϊωάννης καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτον μετα τίμων καὶ ρόδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει·ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες εν αυτῶ ἀποθέμεθα ἅμα τοῖς μαθήμασιν. οἶς παρέλαβεν παρὰ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μενὶ παυνὶ ι̅ζ̅ κατ αιγυτπτίους· τῆς δὲ γενεας ἔτους δωδεκάτου·κατα δὲ ρωμαίους, μηνὶ ἰουνίω ι̅α̅·ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ημῶν καὶ μόλις εὐρόντες κατεδίωξαν ἡμᾶς. ἕως τῆς ποκώμης κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει· πλησίον τῆς κώμης ἀνελθοντες κατεφύγομεν ἐν αυτῶ· καὶ οὕτως διειλίθησαν εἰς ημᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ϊουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ρόδωνα, ήλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ η δόξα εἰς τοῦς αἰῶνας ἀμήν.

Agreements: 1597/1993 (80%)

Collation table