Koutloumousiou_2 | Vaticanus_Graecus_1667 |
---|---|
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ευ° περ ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ, καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαίον ὠήθην ἃ εἶδον μυστήρια καὶ ἤκουσα εξηγήσασθαι. ἐγὼ ἰωάννης σὺνἀκολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν και βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκὴ στολὴ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθησεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. ὡς δὲ τὸ ὄραμα εἶδον γενόμενος ἔντρομος, καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα ἀπήγγειλα αὐτῶ ἃ εἶδον μυστήρια καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἵνίκα ἀνεθέμην τὰ τοιαύτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξεἶπεις τὴν δύναμιν ἣν εἶδες. γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει, ὡς γὰρ ἐδ θ ηκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν τὸν ὄντα ἐγγὺς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκά, νῦν οὖν τέκνον φύλαξον ἐν σε αὐτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀπὸκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μου παρ αυτοῦ, εμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἤλθομεν ἐν αντιοχεῖα ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία, ἐκεῖθεν δὲ προσμείναντες ἡμέρας τρεῖς ἀπελεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς ἄχρις οὗ περὶήλθω μεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν, ὡσεὶ μεί νας δύο, βουλόμενος ἐπι τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεῖα ἦσαν, ἐπορεύθη πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμόνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἶς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικία ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχὴς ὑπηρέτην με αὐτοὺς εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλας, κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον, μετὰ σοῦ πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν, ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὀδεύσαντα ἡμῖν οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἀγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπεὶδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἐμοῦ ἵνα τέλειος ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι πορεύομαι ἐν κύπρω τελειωθῆναι και σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ ἐν τῆ δοθείσει σοι χάριτι πορεύου εἰς ἱἐροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη. ἠσπασάμεθα τοίγαρ οὖν ἀλλήλοὺς, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ὁ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ηδυνήθημεν, ἤλθωμεν ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν ἀνεψύξαμεν ἕως ὥρας ἕκτης, μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μη γνῶναι τινὰ ὅτι ἀνεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιὰς τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσσω τινὶ πιτυοῦσι καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τοὺς ἀκονισίας, καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αυτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω ὃ μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ εἰς τὴν ἰδίαν στολὴν, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ ηὐλογήσαμεν αὐτούς. ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθῆσαι ἡμῖν καὶ οὐκ έασεν ὁ βαρνάβας. διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηὕρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὃ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς βιβλῖον τῆς τοῦ θυ φωνὴς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῶν χῶραν, εὐθέως τῶν παθῶν ΐασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασενν ἡμᾶς, εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ διὰ τῆς λαπίθου διὰ τῶν ὁρέων διοδεύσαμεν, καὶ ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν ὁ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτον πρώην ἐπι τῆς κιτέων συντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτόν· ὃς καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες ἡρακλείδην χειροτονήσαντές αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρῶ, καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμωσῶ, καὶ τοῖς ἐκεῖ οὗσιν ἀδελφοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιωνῶδες κατὴντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥώδονα τινὰ ϊερόδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας, σὺνἐπικολούθησεν ἡμῖν. συνήντήσαμεν δέ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισε τὸν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὔτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν, ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπιτέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αὐτῶν ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ὢν ἐκεῖ ϊουδαίων· ὑπὸβληθὲν ὑπὸ τοῦ βαριησου ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τω ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ἤλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὁ βαριησοὺς συνεσκεύασεν τὸ ἔθντῶν ϊουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χήὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξε κατέναντι τοῦ ϊεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιωρῶν ἐγενετο. ἐκεῖθεν τὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ καὶ τίμων μεθ ἡμῶν, καὶ ἐλθόντων ἡμῶν εἰς κιτείη, πολλοῦ θορύβου γενομένου ἐν τω δρόμω αὐτῶν, κακεῖ μαθόντες παρηλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω, ἀπὸ κιτιέων, ἤλθομεν ἐπὶ σαλόμινα, καὶ κατήχθημεν ἐν ταῖς λογομέναις νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχε· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδ αμεν αὐτὸν πῶς δεῖ κηρύσοῦ χυ εὐαγγέλιον, καθιστᾶντεκκλησιαι ς καὶ λειτουργοὺς ἐν αὐταῖς. ελθόντων δὲ ἡμῶν ἐν σαλαμηαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης · κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας, ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ θῆναι ἰουδαίους οὐκ ὀλίγους τοῦ βαρνάβα, πλῆθος τῶν ἰουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμώνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ἰουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπι τὸν ἱπποδρόμον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αυτοῦ ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ἰωάννης ὁ καὶ μετονομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ρώδονος βαστάσαι δυνηθέντες, ἤλθομεν ἐν τόπω τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσέων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ ἀπεθέμεθα, ἄμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἠμέρα σαββάτω. μηνὶ πάνυ ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δὲ γενεας ἔτους δωδεκάτου κατὰ ρωμαίους μηνὶ ἰουνίω ι̅α̅ . ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν καθ ἡμῶν, καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμας, ἕως τῆς κόμης λεβρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης διελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διεαίθασαν ἡμᾶς, ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον, προσλαβόμενοι δὲ ἀρίστονα καὶ ῥώδανα, ἤλθομεν ἐν κώμη λημνητῆ. εὑροντες δε πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αυτῶ, καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεῖα. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς, εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεὰς καὶ χάριτος· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | μ(ηνὶ) τῶ αὐ(τῶ) ια περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ισχυροῦ· καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ εἶδον ἐγώ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην καὶ ἃ εἶδον καὶ ἤκουσα μυστήρια ἐξηγήσασθαι· ἐγὼ ιωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις· ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ιδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημμένον καὶ εἶπεν μοι· θάρση ιωάννη καὶ γὰρ τὸ ὄνομα σου μετωνομάσθη μαρκος καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ. καὶ ἐδόθη σοι σύνεσις προς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ὅραμα ίδον· σύντρομος γενόμενος ἀπελθὼν προς τοὺς πόδας βαρνάβα. ἀπήγγειλα αὐτῶ ἃ ιδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξειπης τὴν δύναμιν ἣν ίδες γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ· οὕτως καὶ τελειωθήσει πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβου μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀ πὸ καλύψαι μελλει ταῦτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ. ἐμείναμεν εν ιεροσολύμοις ἡμέρας ικανας· καὶ ἦλθομεν ἐν αντειοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς. απεπλεύσαμεν ἐν κύπρω. καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὖ περιῆλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο. βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ ειασεν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν. ἐπορεύθην προς αὐτούς· ἦυρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιερουσαλὴμ τῆ ἐορτῆ· πολλῆ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθήσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρητῆσαι αὐτοῖς ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας κακεῖ ἐπέμεινα χρόνους ικανούς ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθειν· καὶ οἱ ὅντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὡστέ με συν αυτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλη λαβεῖν ιωάννην τὸν καὶ μάρκον μετὰ σεαυτοῦ· πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος. εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφει· πορεύου ἐν τῆ χάριτι τοῦ θυ και ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες οὖν τὰ γόνατα προσηὔξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς, καθὼς καὶ τὴν ψυχὴν. καὶ τὸ τελος ποιήσασθαι ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε. πρόσευξαι ὑπὲρ εμοῦ, ἵνα τελείως μοι ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν σοι· πορεύομαι γὰρ εν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ικανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μη βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἠτοίμασται φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ ιδοθείση σοι χάριτι πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω. κακείθεν σοι δειχθήσεται πού σοι τὸ μαρτύριον ἡτοιμασθη· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἠρωτῶμεν περάσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηὐρεθη καὶ οὐκ ηδυνήθημεν· ἤλθομεν δὲ ἐν τω κορασίω καὶ εἰσελθόντων ἡμῶν ἐν τῶ αἰγιαλῶ ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ τὴν ὤραν· μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ισαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεβάλωμεν ἡμέρας τρεῖς· καὶ εδόξατο ἡμας ἀνὴρ τίς εὔφημος ὀνόματι· ἐκεῖθέν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. ηὔρομεν δύο ἕλληνας· καὶ εἰσἐλθόντες πρὸς ἡμᾶς. ἐπηρώτον τίνες καὶ πόθεν ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας. εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν. ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα· καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα. ἥτις οὐδέποτε ῥυπένεται ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγῶ ἠρώτων ἡμᾶς· τί εστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κω ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπέρ εστιν ἄφθαρτον εἰς αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καὶ καταγαγὼν αὐτοὺς εὐθὺς κάτω εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ιδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα αὐτοὺς καὶ ἐλαλήσαμεν τὸν λόγον τοῦ θυ· καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐισελθόντες ἐν τῶ λεγομένω κρομυακίατι. ηὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ιεροδούλους· προς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς· βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατα τὴν ἀπαντῶσαν ἡμῖν χάριν. εὐθέως τῶν παθῶν ἴασιν ἐποίειτο· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ είασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου. ἦλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου. διὰ τῶν ὀρέων διοδεύσαντες ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· προς ὃν εὐρόντες καὶ ἡράκλεονα ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτοῦ· οὗτος ἦν ἀπὸ τῆς ταμασίων ἐλθὼν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας. ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου προς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ’ αὐτοῦ. παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες. κατηντήσαμεν ἐν παλαιᾶ πάφω κακεῖ ἠύραμεν ῥόδονα τινὰ ιερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ιουδαίω τινὶ ὀνοματι βαρισσοῦ ἐρχομένω ἀπὸ τῆς πάφου ὅστις καὶ ἐγνώρισεν βαρναβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ιερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου· πολὺ πλῆθος iουδαίων ὃν ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ. ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασεν ἡμᾶς εἰσἐλθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ανεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιουση ἦλθομεν ἐν κώμη τινὶ. ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχεία ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω προς αὐτὸν ἐν τῶ ὄρει κἁκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ιερῶ ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τὲ καὶ ἀνδρῶν σπενδόντων· κακεῖ προσελθὼν ὁ βαρισσοῦς συνεσκεύασε τὸ ἔθνος τῶν ιουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθειν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὁγδοήκοντα· καὶ αὐτῆ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα. ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξἐτείναξεν κατέναντι τοῦ ιεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες. ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖς· πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τω δρομίω αὐτῶν. μαθόντες παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο. εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθεντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων. ἤλθομεν ἐπι σαλαμίνα καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις· ἐνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὐρόντες ἡρακλειδην. ἐδιδάξαμεν αὐτὸν σπουδῆ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον καθιστᾶν τὲ ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμῆνα. κατηντήσαμεν εἰς την συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσἐλθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου ἤρξατο διδάσκειν τοὺς ιουδαίους· καταντήσαντος δὲ τοῦ βαρισσοῦ μετὰ δύο ἡμέρας μετα τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα· θυμωθεὶς ὁ βαρισσοῦς. συνῆξε πᾶν τὸ πλῆθος τῶν ιουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης· καὶ ὡς έδησαν αὐτὸν προς τὸ απαγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς ιεβουσσέου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω μαθόντες οἱ iουδαίοι λαβόντες τὸν βαρναβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχείλου· καὶ σύραντες ἐπὶ τὸ ιπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρὶ. ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι. ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν· εὑρὼν δε καιρὸν τῆς νυκτός ἐγὼ ιωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτο μετα τίμωνος καὶ ρωδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τὸ ιεβουσσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ. ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὦρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μηνὶ παϋνὶ κατ αιγυπτίους ἑπτακαιδεκάτη· τῆς δε γενεὰς ἔτους ι̅β̅· κατα δε ῥωμαίους μηνι ιουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ιουδαίοι καθ ημῶν· καὶ μόλις εὐρόντες. κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης ἀνελθόντες κατεφύγομεν ἐν αυτῶ. καὶ οὕτως διειλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ αναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δε ἀρίστωνα καὶ ῥώδονα. ἤλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἄπερ ἐδιδάχθην ἁπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ἐλπίζω πολλοὺς προσἐνέγκαι εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τους αἰῶνας τῶν αἰῶνων· ἀμήντοῦ ἀγίου αποστολ(ου) βαρνάβα |
Agreements: 1626/1993 (82%)