Koutloumousiou_2 | Philotheou_8 |
---|---|
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ευ° περ ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ, καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαίον ὠήθην ἃ εἶδον μυστήρια καὶ ἤκουσα εξηγήσασθαι. ἐγὼ ἰωάννης σὺνἀκολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν και βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκὴ στολὴ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθησεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. ὡς δὲ τὸ ὄραμα εἶδον γενόμενος ἔντρομος, καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα ἀπήγγειλα αὐτῶ ἃ εἶδον μυστήρια καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἵνίκα ἀνεθέμην τὰ τοιαύτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξεἶπεις τὴν δύναμιν ἣν εἶδες. γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει, ὡς γὰρ ἐδ θ ηκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν τὸν ὄντα ἐγγὺς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκά, νῦν οὖν τέκνον φύλαξον ἐν σε αὐτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀπὸκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μου παρ αυτοῦ, εμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἤλθομεν ἐν αντιοχεῖα ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία, ἐκεῖθεν δὲ προσμείναντες ἡμέρας τρεῖς ἀπελεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς ἄχρις οὗ περὶήλθω μεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν, ὡσεὶ μεί νας δύο, βουλόμενος ἐπι τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεῖα ἦσαν, ἐπορεύθη πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμόνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἶς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικία ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχὴς ὑπηρέτην με αὐτοὺς εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλας, κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον, μετὰ σοῦ πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν, ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὀδεύσαντα ἡμῖν οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἀγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπεὶδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἐμοῦ ἵνα τέλειος ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι πορεύομαι ἐν κύπρω τελειωθῆναι και σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ ἐν τῆ δοθείσει σοι χάριτι πορεύου εἰς ἱἐροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη. ἠσπασάμεθα τοίγαρ οὖν ἀλλήλοὺς, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ὁ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ηδυνήθημεν, ἤλθωμεν ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν ἀνεψύξαμεν ἕως ὥρας ἕκτης, μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μη γνῶναι τινὰ ὅτι ἀνεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιὰς τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσσω τινὶ πιτυοῦσι καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τοὺς ἀκονισίας, καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αυτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω ὃ μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ εἰς τὴν ἰδίαν στολὴν, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ ηὐλογήσαμεν αὐτούς. ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθῆσαι ἡμῖν καὶ οὐκ έασεν ὁ βαρνάβας. διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηὕρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὃ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς βιβλῖον τῆς τοῦ θυ φωνὴς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῶν χῶραν, εὐθέως τῶν παθῶν ΐασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασενν ἡμᾶς, εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ διὰ τῆς λαπίθου διὰ τῶν ὁρέων διοδεύσαμεν, καὶ ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν ὁ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτον πρώην ἐπι τῆς κιτέων συντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτόν· ὃς καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες ἡρακλείδην χειροτονήσαντές αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρῶ, καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμωσῶ, καὶ τοῖς ἐκεῖ οὗσιν ἀδελφοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιωνῶδες κατὴντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥώδονα τινὰ ϊερόδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας, σὺνἐπικολούθησεν ἡμῖν. συνήντήσαμεν δέ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισε τὸν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὔτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν, ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπιτέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αὐτῶν ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ὢν ἐκεῖ ϊουδαίων· ὑπὸβληθὲν ὑπὸ τοῦ βαριησου ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τω ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ἤλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὁ βαριησοὺς συνεσκεύασεν τὸ ἔθντῶν ϊουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χήὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξε κατέναντι τοῦ ϊεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιωρῶν ἐγενετο. ἐκεῖθεν τὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ καὶ τίμων μεθ ἡμῶν, καὶ ἐλθόντων ἡμῶν εἰς κιτείη, πολλοῦ θορύβου γενομένου ἐν τω δρόμω αὐτῶν, κακεῖ μαθόντες παρηλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω, ἀπὸ κιτιέων, ἤλθομεν ἐπὶ σαλόμινα, καὶ κατήχθημεν ἐν ταῖς λογομέναις νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχε· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδ αμεν αὐτὸν πῶς δεῖ κηρύσοῦ χυ εὐαγγέλιον, καθιστᾶντεκκλησιαι ς καὶ λειτουργοὺς ἐν αὐταῖς. ελθόντων δὲ ἡμῶν ἐν σαλαμηαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης · κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας, ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ θῆναι ἰουδαίους οὐκ ὀλίγους τοῦ βαρνάβα, πλῆθος τῶν ἰουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμώνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ἰουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπι τὸν ἱπποδρόμον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αυτοῦ ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ἰωάννης ὁ καὶ μετονομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ρώδονος βαστάσαι δυνηθέντες, ἤλθομεν ἐν τόπω τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσέων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ ἀπεθέμεθα, ἄμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἠμέρα σαββάτω. μηνὶ πάνυ ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δὲ γενεας ἔτους δωδεκάτου κατὰ ρωμαίους μηνὶ ἰουνίω ι̅α̅ . ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν καθ ἡμῶν, καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμας, ἕως τῆς κόμης λεβρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης διελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διεαίθασαν ἡμᾶς, ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον, προσλαβόμενοι δὲ ἀρίστονα καὶ ῥώδανα, ἤλθομεν ἐν κώμη λημνητῆ. εὑροντες δε πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αυτῶ, καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεῖα. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς, εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεὰς καὶ χάριτος· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | περίοδοι καὶ ἄθλησις τοῦ ἁγίου ἀποστόλου βαρνάβα, ἑνὸς ὄντα τῶν ἑβδομήκοντ(α). ἐπειδήπερ ἀπὸ τῆς καθόδου τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ ποιμένος καὶ ἱατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖον ὠήθην, ἃ ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι ἐγὼ ἰωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ τῶν ἱεροσολύμων ἀρχιερέως, νῦν δὲ χάριν πνς ἁγίου λαβὼν, διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα, τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με. μετὰ δὲ τὸ βαπτισθῆναί με, ἴδον ἐν ὀράματι ἄνδρα τινὰ ἐφεστῶτα, περιβεβλημένην στολὴν λευκὴν, καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ καὶ τὸ ὄνομά σου μετὠνομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται, καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὅραμα ἴδον ἔντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ ἴδον μυστήρια, καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα. εἶπεν δέ μοι βαρνάββας·μηδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνοματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ, οὕτως καὶ τελειωθήση. πλὴν, καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκὰ. νῦν οὖν τέκνον φύλαξον ἐν σεαυτῶ τὰ ῥήματα ἃ ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀποκαλύψαι. δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μοι παρ αὐτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἰκανὰς· καὶ ἤλθομεν ἐν ἀντιοχεία, ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς, ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατηχήθημεν ἐν πέργη τῆς παμφυλίας, κακεῖσε λοιπὸν παρεμείναμεν ὡς εἰ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἰασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν ἀντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, , καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγένετο, βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην μετ αὐτῶν εἶναί, καὶ ἐν τῆ κύπρω πάση ὑπηρετῆσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἰκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. ἀλλὰ καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὅτι ἀδύνατον τοῦτον συνακολουθῆσαι, διὰ τὸ εὐχήν μοι, ὑπάρχειν ἕως τέλους αὐτοὺς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βουλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σοῦ, πορεύου ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ ἡμῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε, προσευξε περι ἐμοῦ· ἵνα τελείως μοι εἰς ἀνάπαυσιν ὁ κόπος γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω καὶ τελειωθῆναι σπεύδω· οἶδα γὰρ ὅτι οὐκἔτι ὅψομαι τὸ πρόσωπον σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι πορεύου εἰς ἱεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθειν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἠσπασάμεθα τοιγαροῦν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία, ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ἠδυνήθημεν· ἤλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν, ἀνεψύξαμεν ἕκτῆν ὥραν, μὴ δὲ ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ· ὅτι ἀπεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ἰσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλλουμένη, καὶ χειμῶνος γενομένου, παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας, καὶ ἤλθομεν ἐν τῆ πόλει ἀνέμω οὕριωκαὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὕραμεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αὐτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρᾶ ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδοναι. εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνo. καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἀλλον. προσήνεγκαν δὲ αὐτῶ τᾶ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται, πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, κατηχήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ ἠσπασάμεθα, καὶ εὐλογήσαμεν αὐτοὺς. ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος ἐβούλετο συνακολουθῆσαι ἡμᾶς· καὶ οὐκ ἔασεν βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομοιακιάτη, εὕραμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς, βιβλίον τῆς τοῦ θυ φωνῆς, καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτηθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν χώραν, εὐθέως τῶν ἴασιν ἐποίει. γενομμῶν ἐν τῆ πόλει λαεἰδωλομανίας ἐπιουμένης ἐν τῶ θεάτρἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπίθου, διὰ τῶν ὀρέων διοδεύσαντες, ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς σκητέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν, μετὠνομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονήσαντες δὲ αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν ἀδέλφοῖς τοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμετα αὐτῶ τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὀρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥόδωνα τινὰ ἱερόδουλον, ὅστις καὶ αὐτὸς πιστεύσας, συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ἰουδαίω τινὶ ὀνόματι βαρϊησοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντι πρώην μετὰ παύλου· οὗτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω. καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· τινὲς δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λοιποὶ, ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος, τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ, ὑποβληθὲν ὑπὸ τοῦ βαρϊησοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ ὑπο δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν, καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινί, ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν, ἐκαθαρίσθη ἐν ἀντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον, καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐν τῶ τόπω ἐκείνω. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὼν οὖν ὁ βὰρϊησοὺς συνεσκεύασεν τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, εἰ μὴ γυνή τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν ἀπέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν. καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖ, πολλοῦ θορύβου γινομένου ἐν τῶ δρομίω αὐτῶν, κακεῖ μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμῖνα, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἠρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον, καθιστᾶν τε καὶ λειτουργοὺς ἐν ταῖς ἐκκλησίαις. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν, τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος δὲ του βὰρϊησοῦ μετὰ δύο ἡμέρας, μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ὀλίγους ὑπο βαρνάβας, θυμωθεὶς ὁ βὰρἰησοὺς, συνῆξεν πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν πρὸς τὸν ἡγεμόνα, εὐσεβοῦς τινὸς ὀνόματι ἰεβουσαίου, συγγενοῦς νέρωνος, καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστὰ αὐτοῦ κόνιν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ, λαβόντες τὴν κόνιν αὐτοῦ, ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν νυκτὸς ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐκεῖ αὐτὸν ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς, ἡμέρα σαββάτω, μηνὶ ἰουνίω ἑνδεκάτη· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο ἰουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὑρόντες κατείωξαν ἡμᾶς τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διελίθουσαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον. πρὸσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδονα ἤλθομεν ἐν κώμη λιμνητὶ. εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ, καὶ πλεύσαντες, κατήχθημεν ἐν ἀλεξανδρεία. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγότας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀγίων τοῦ χυ ἀποστόλων, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετωνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ ἁγίου βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολεἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ ἀγαθότητος· ὅτι αὐτῶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ πορσκύνησις ἅμα τῶ πρι καὶ τῶ ζωοποιῶ ἀπνι, νῦν καὶ ἀεὶ καὶ εἰαἰώνας τῶν ἀιών |
Agreements: 1636/1984 (82%)