Koutloumousiou_2Parisinus_Graecus_1470
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ευ° περ ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ, καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαίον ὠήθην εἶδον μυστήρια καὶ ἤκουσα εξηγήσασθαι. ἐγὼ ἰωάννης σὺνἀκολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν και βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκὴ στολὴ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος, καὶ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθησεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. ὡς δὲ τὸ ὄραμα εἶδον γενόμενος ἔντρομος, καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα ἀπήγγειλα αὐτῶ εἶδον μυστήρια καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἵνίκα ἀνεθέμην τὰ τοιαύτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξεἶπεις τὴν δύναμιν ἣν εἶδες. γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει, ὡς γὰρ ἐδ θ ηκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν τὸν ὄντα ἐγγὺς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκά, νῦν οὖν τέκνον φύλαξον ἐν σε αὐτῶ τὰ ῥήματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀπὸκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μου παρ αυτοῦ, εμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἤλθομεν ἐν αντιοχεῖα ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία, ἐκεῖθεν δὲ προσμείναντες ἡμέρας τρεῖς ἀπελεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς ἄχρις οὗ περὶήλθω μεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν, ὡσεὶ μεί νας δύο, βουλόμενος ἐπι τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεῖα ἦσαν, ἐπορεύθη πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμόνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἶς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικία ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχὴς ὑπηρέτην με αὐτοὺς εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλας, κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον, μετὰ σοῦ πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν, ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὀδεύσαντα ἡμῖν οὐκ αποστρέφεται χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἀγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπεὶδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἐμοῦ ἵνα τέλειος κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι πορεύομαι ἐν κύπρω τελειωθῆναι και σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ ἐν τῆ δοθείσει σοι χάριτι πορεύου εἰς ἱἐροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη. ἠσπασάμεθα τοίγαρ οὖν ἀλλήλοὺς, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ηδυνήθημεν, ἤλθωμεν ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν ἀνεψύξαμεν ἕως ὥρας ἕκτης, μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μη γνῶναι τινὰ ὅτι ἀνεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιὰς τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσσω τινὶ πιτυοῦσι καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τοὺς ἀκονισίας, καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αυτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ εἰς τὴν ἰδίαν στολὴν, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ ηὐλογήσαμεν αὐτούς. δὲ εἷς ἐξ αυτῶν κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθῆσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηὕρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς βιβλῖον τῆς τοῦ θυ φωνὴς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῶν χῶραν, εὐθέως τῶν παθῶν ΐασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασενν ἡμᾶς, εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ διὰ τῆς λαπίθου διὰ τῶν ὁρέων διοδεύσαμεν, καὶ ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτον πρώην ἐπι τῆς κιτέων συντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτόν· ὃς καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες ἡρακλείδην χειροτονήσαντές αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρῶ, καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμωσῶ, καὶ τοῖς ἐκεῖ οὗσιν ἀδελφοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιωνῶδες κατὴντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥώδονα τινὰ ϊερόδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας, σὺνἐπικολούθησεν ἡμῖν. συνήντήσαμεν δέ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισε τὸν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὔτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν, ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπιτέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αὐτῶν ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ὢν ἐκεῖ ϊουδαίων· ὑπὸβληθὲν ὑπὸ τοῦ βαριησου ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τω ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ἤλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὁ βαριησοὺς συνεσκεύασεν τὸ ἔθντῶν ϊουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χήὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξε κατέναντι τοῦ ϊεροῦ ἐκείνου ἔνθα σπονδὴ τῶν μιωρῶν ἐγενετο. ἐκεῖθεν τὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ καὶ τίμων μεθ ἡμῶν, καὶ ἐλθόντων ἡμῶν εἰς κιτείη, πολλοῦ θορύβου γενομένου ἐν τω δρόμω αὐτῶν, κακεῖ μαθόντες παρηλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω, ἀπὸ κιτιέων, ἤλθομεν ἐπὶ σαλόμινα, καὶ κατήχθημεν ἐν ταῖς λογομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχε· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδ αμεν αὐτὸν πῶς δεῖ κηρύσοῦ χυ εὐαγγέλιον, καθιστᾶντεκκλησιαι ς καὶ λειτουργοὺς ἐν αὐταῖς. ελθόντων δὲ ἡμῶν ἐν σαλαμηαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης · κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας, ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ θῆναι ἰουδαίους οὐκ ὀλίγους τοῦ βαρνάβα, πλῆθος τῶν ἰουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμώνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ἰουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπι τὸν ἱπποδρόμον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αυτοῦ ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ἰωάννης καὶ μετονομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ρώδονος βαστάσαι δυνηθέντες, ἤλθομεν ἐν τόπω τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσέων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ ἀπεθέμεθα, ἄμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἠμέρα σαββάτω. μηνὶ πάνυ ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δὲ γενεας ἔτους δωδεκάτου κατὰ ρωμαίους μηνὶ ἰουνίω ι̅α̅ . ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν καθ ἡμῶν, καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμας, ἕως τῆς κόμης λεβρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης διελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διεαίθασαν ἡμᾶς, ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον, προσλαβόμενοι δὲ ἀρίστονα καὶ ῥώδανα, ἤλθομεν ἐν κώμη λημνητῆ. εὑροντες δε πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αυτῶ, καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεῖα. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ἐλπίζω προσενέγκαι πολλοὺς, εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεὰς καὶ χάριτος· αὐτῶ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. περίοδοι και μαρτύριον τοῦ π̅δ̅ ἁγίου βαρνάβα τοῦ αποστο(λου)ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χῦ παρουσίας· τοῦ αόκνου καὶ φιλανου καὶ ἰσχυροῦ· καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην ἤκουσα καὶ εἶδον μυστήρια ἐγὼ ἰωάννης ἐξηγήσασθαι συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἁγίοις ἀποστόλοις· ὑπηρέτης ὢν· τὸ πρὶν μὲν, κυρίλλου τοῦ ἀρχιερέως τοῦ διός· νῦν δὲ, χάριν λαβὼν πνς ἁγίου δια παύλου καὶ βαρνάβα καὶ σíλα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με ἐν εἰκονίω· μετὰ οὖν τὸ βαπτισθῆναί με. εἶδον ἄνδρα τινὰ ἐφεστῶτα ἐν λεη κῆ στολῆ περιβεβλημένον καὶ εἶπέν μοι· θάρσει ἰωάννη καὶ γὰρ τὸ ὄνομα σου μετονομασθήσεται μάρκος, καὶ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος. παρῆλθεν ἀπο σου· καὶ ἐδόθη σοι σύνεσις. προγνῶναι τὰ μυστήρια τοῦ θυ ὡς δε τὸ ὅραμα εἶδον. σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας βαρνάβας καὶ ἀπήγγειλα αὐτῶ εἶδον καὶ ἤκουσαν παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἐγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμυ ἣν εἶδες· καμοὶ γὰρ τη νυκτὶ ταύτη παρέστη κς λέγων ὅτι θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σου ἐθνους. οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα μεθ ὑμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ. ἔχει γάρ τινα μυστήρια· νῦν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα εἶδες καὶ ἤκουσας, καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει· ταῦτα δέ μου κατηχηθέντος παρ’ αὐτοῦ. ἐμείναμεν ἐν εἰκονίω ἡμέρας ἱκανὰς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβὴς ὅστις ἡμᾶς καὶ ὑπεδέξατο. οὗ καὶ τὸν οἶκον ἡγίασε παῦλος· ἐκεῖθεν τοίνυν. κατηντήσαμεν ἐν σελευκεία· καὶ προσμείναντες ἡμέρας τρεῖς, ἐπλεύσαμεν εἰς κύπρον καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας κακεῖσε λοιπὸν παρεμεινα ὡσεὶ μῆνας δύο βουλόμενος ἐπὶ τα δοτικὰ μερη ἀποπλεπαι · καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους· και μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν. ἐπορεύθην πρὸς αὐτούς εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν αντιοχεία ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με, σφόδρα ἐλυπήθη δια τὸ βραδυναί με ἐν παμφυλία· καὶ προσελθὸν βαρνάβας παρεκάλεσεν αὐτόν καὶ ἐγέσατο ἄρτου ὀλίγον δὲ ἔλαβεν αὐτὸν καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κύ καὶ πολλοὺς τo ν ἰουδαίων καὶ ἑλλήνων ἐφώστισαν· ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς καὶ ἐφοβούμην παῦλον προσεγγίσαι αὐτῶ. καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν παμφυλία διάγοντα· καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ’ ἐμοῦ· μετάνοιαν δὲ ἐδίδον ἐπι τοῖς γόνασιν εἰς τὴν γῆν παύλω. καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπι σάββατα τρία τῆ παρακλήσει· καὶ τῆ δεήσει γονυπαιτῶν. οὐκ ηδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμ’αὐτοῦ· δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με, διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν παμφυλία· ὡς δὲ ἐγενετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν ἀντιοχεια· τῆ μιᾶ τῶν σαββάτων καθεσθέντες ὁμοῦ. συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους· καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν κύπρω καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας. ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θυ· παρεκάλει δὲ βαρνάβας ἐλθεῖν τὸν παῦλον πρότερον ἐν κύπρω. καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῆ κώμη αὐτοῦ· καὶ λούκιος δὲ παρεκάλει· ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ κορίνην· ὅραμα δὲ ἦν καθύπνον ὀφθὲν τῶ παύλω. ὥστε σπεῦσαι αὐτὸν ἐπι ιλημ δια τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ· βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν κύπρω καὶ ποιῆσαι τὸν χειμῶνα. καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιλημ ἐν τῆ ἑορτῆ· πολλὴ μεταξὺ αὐτῶν τοίνυν φιλονεικία ἐγίνετο· βαρνάβας δὲ παρεκάλει. καμὲ συνακολουθῆσαι αὐτοῖς. δια τὸ ἐξ αρχῆς ὑπηρέτην αὐτῶν εἶναί με· καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησα αὐτοῖς. ἄχρις οῦ καντήντησαν ἐν πέργη τῆς παμφυλίας. κακεῖ ἀπεμεινα ἡμέρας ἱκανὰς· δε παῦλος κατέκραζεν τοῦ βαρναβα λέγων ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν· καὶ οἱ ὄντες δὲ μεθ ἡμῶν ἐκεῖ, παρεκάλουν ὥστε καμὲ συνακολουθῆσαι αὐτοῖς· ὥστε λέγειν τὸν παῦλον τῶ βαρνάβα· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετονομασθέντα μετα σεαυτοῦ. πορεύου ἑτέραν ὁδόν οὐ γὰρ ἐλθη μεθ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα. οὐκ ἀποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς πορεύου ἐν τῆ χάριτι τοῦ χυ. καὶ ἡμεῖς ἐν τῆ δυνάμει τοῦ πνς· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο τῶ θω· καὶ ἀναστενάξας παῦλος, ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς τὴν ἀρχὴν. οὕτως καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μου κάματος γένηται εἰς αἴνεσιν· οἶδας γὰρ πῶς σοι ἐδούλευσα εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν ἡμῖν· πορεύομαι γὰρ ἐν κύπρω καὶ σπεύδω τελειωθῆναι. οἶδα γὰρ οὐκἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ δὲ ἐν τῆ δοθείση σοι χάριτι. πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγιω τόπω· κακεῖ σοι δειχθήσεται. ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα δὲ ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· καὶ κατελθόντες εἰς λαοδίκειαν. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ευρόντες πλοῖον ἀπερχόμενον εἰς κύπρον, ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν. ἄνεμος ἐναντίος ευρέθη· ἤλθομεν δὲ ἐν τῶ κορασίω· καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ· μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες. διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἀναχθέντες δὲ ἀπο κορασίου. ἤλθομεν ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου. ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνηρ τις εὐλαβὴς. ὀνόματι εὔφημος. ὃν καὶ πολλὰ κατήχησε βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλω τῶ οἴκω αὐτοῦ· ἐκεῖθεν τε παρεπλεύσαμεν τὰς ἀκονησίας. καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμὲν ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα. καὶ περιβάλλω ὑμᾶς ἐσθητα. ἥτις οὐδέποτε ῥυπαίνεται. οὐδέ ἐστιν ἐν αὐτῆ ῥυπαρία ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο μέλλει διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάξησθε τῶ κω ἡμῶν ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο. ὅπέρ ἐστιν ἄφθαρτον εἰς τον αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἐπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ. δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο ἡμεῖς γὰρ πιστεύομεν κηρύττεις ζῶντι θω καὶ ἀληθινῶ· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν. ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς. ὅτι ἐνεδύσαντο δύναμιν καὶ στολὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ χρήματα αὐτῶ. καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας τοῖς πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ. ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ εὐλογήσας αὐτοὺς. ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῶ πλοίω· δε εἷς αὐτῶν ἐπικληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ, ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω δια νυκτός. καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομμυακίτη εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους. πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστησαμεν τὸν πυρετὸν αὐτοῦ. ἐπικαλεσάμενοι τὸ ὄμα τοῦ κυ ιυ· ἦν δὲ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον· τῆς τοῦ θυ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων συγγράμματα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν. καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψυξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν σὺν ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου, δια τῶν ὀρέων ὡδεύσαμεν· και ἤλθομεν εἰς πόλιν λαμπαδίστου ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠράκλειον ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτῶ· οὗτος ἠρακλέων ἦν ἀπὸ τῆς ταμασέων ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτὸν. πρώην ἐπι τῆς κητιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτὸν. καὶ πνα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος· μετωνόμασέν τε αὐτὸν ηρακλείδην· χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν ταμάσω κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν· ἡμῶν δὲ διελθόντων τὸ ὄρος τὸ καλούμενον χιονῶδες. καντηντήσαμεν ἐν παλαιῶ πάφω· κακεῖ εὑρόντες ῥόδωνα ἱερόδουλον· ὃς καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνατήσαντες δέ τινι ἰουδαίω ὀνόματι βαρὶησοῦ ἐρχομένω ἀπο πάφου· ὅστις καὶ ἐγνωρισεν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ ἠθελησεν ἡμᾶς εἰσελθεῖν ἐν πάφω· ἀλλ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῆ ὁδῶ πλησίον τῆς πόλεως ἐπιτελούμενον ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῶ τόπω ἐκείνω· στραφεὶς δὲ βαρνάβας. τούτω ἐπετίμησεν καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος. ὡστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῆ καλουμένη ἱερᾶ· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ ἱεροῦ· πολὺ πλῆθος ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ βαρἰησοῦ. ἔστησαν ἔξω τῆς πόλεως. καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν· καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινί ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν ἀντιοχεια· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ ἀπέστειλαν εἰς τὴν κώμην αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκει· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν ἀμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων· προλαβὼν δε κακεῖ βαριησοῦς. συνεσκευασεν τὸ ἔθνος τῶν ἰουδαίων. καὶ οὐκ εἴασεν ἡμας εἰσελθεῖν εἰς τὴν πόλιν εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα ἔξω τῆς πόλεως οὖσα. καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσέχουσ α ἡμῖν. ἐδεξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν, τῶν ποδῶν ἐξετιναξαμεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα σπονδὴ τῶν ἱερέων ἐγίνετο· ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ τίμων· καὶ ἐλθόντων ἡμῶν προς κιτιεῖς. πολλοῦ θορύβου γενομένου· κακεῖ ἐν τῶ ἱπποδρομείω αὐτῶν. μαθόντες ἐξήλθομεν τὴν πόλιν ἐκτιναξαμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο. ἡμὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν. πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κητιαίων. ἤλθομεν ἐπὶ σαλαμίνη· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις. ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· κακεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· εὑρόντες δὲ κακεῖ πάλιν ἡρακλείδην. ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θυ εὐαγγέλιον· καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη. κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομενης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου τοῦ συνεργου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δε τοῦ βαριησοῦ μετα δύο ἡμέρας· μετὰ τὸ κατηχῆσαι ἰουδαίους οὐκ ὀλίγους. θυμωθεὶς, συνῆξε πᾶν τὸ πλῆθος τῶν ἰουδαίων· καὶ κατασχόντες τὸν βαρνάβαν. ἐζήτησαν παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ δήσαντες αὐτὸν πρὸς τὸ ἀγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς δὲ ἰεβουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω· μαθόντες οἱ ἰουδαῖοι· λαβόντες τὸν βαρνάβαν νυκτος. ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομεῖον ἀπὸ τῆς συναγωγῆς καὶ περάσαντες ἔξω τῆς πύλης, περιστάντες, κατέκαυσαν αὐτὸν πυρί. ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενεσθαι· εὐθέως δὲ αὐτῆ τῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέπτοντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς. ἤλθομεν ἐν τόπω τινί καὶ εὑρόντες σπήλαιον. κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ. ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κώμης λέδρων· καὶ εὑρόντες κακεῖ σπήλαιον πλησίον τῆς κώμης, κατεφύγομεν ἐν αὐτῶ. καὶ οὕτως διελάθομεν αὐτούς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω τρεῖς ἡμέρας· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων. ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός· ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν. εὕρομεν πλοῖον αἰγύπτιον· καὶ ανελθόντες εἰς αὐτὸ. κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος. ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θυ διὰ τῆς χάριτος αὐτοῦ. ὅτι αὐτῶ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.περίoδ(οι|ος) καὶ μρ τοῦ ἁγίου ἀπο βαρνάβα πεπληστ(αι) δια θυ

Agreements: 1434/2308 (62%)

Collation table