Koutloumousiou_2Parisinus_Graecus_1219
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ευ° περ ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ, καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαίον ὠήθην εἶδον μυστήρια καὶ ἤκουσα εξηγήσασθαι. ἐγὼ ἰωάννης σὺνἀκολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν και βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκὴ στολὴ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος, καὶ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθησεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. ὡς δὲ τὸ ὄραμα εἶδον γενόμενος ἔντρομος, καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα ἀπήγγειλα αὐτῶ εἶδον μυστήρια καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἵνίκα ἀνεθέμην τὰ τοιαύτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξεἶπεις τὴν δύναμιν ἣν εἶδες. γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει, ὡς γὰρ ἐδ θ ηκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν τὸν ὄντα ἐγγὺς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκά, νῦν οὖν τέκνον φύλαξον ἐν σε αὐτῶ τὰ ῥήματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀπὸκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μου παρ αυτοῦ, εμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἤλθομεν ἐν αντιοχεῖα ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία, ἐκεῖθεν δὲ προσμείναντες ἡμέρας τρεῖς ἀπελεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς ἄχρις οὗ περὶήλθω μεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν, ὡσεὶ μεί νας δύο, βουλόμενος ἐπι τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεῖα ἦσαν, ἐπορεύθη πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμόνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἶς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικία ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχὴς ὑπηρέτην με αὐτοὺς εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλας, κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον, μετὰ σοῦ πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν, ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὀδεύσαντα ἡμῖν οὐκ αποστρέφεται χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἀγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπεὶδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἐμοῦ ἵνα τέλειος κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι πορεύομαι ἐν κύπρω τελειωθῆναι και σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ ἐν τῆ δοθείσει σοι χάριτι πορεύου εἰς ἱἐροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη. ἠσπασάμεθα τοίγαρ οὖν ἀλλήλοὺς, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ηδυνήθημεν, ἤλθωμεν ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν ἀνεψύξαμεν ἕως ὥρας ἕκτης, μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μη γνῶναι τινὰ ὅτι ἀνεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιὰς τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσσω τινὶ πιτυοῦσι καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τοὺς ἀκονισίας, καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αυτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ εἰς τὴν ἰδίαν στολὴν, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ ηὐλογήσαμεν αὐτούς. δὲ εἷς ἐξ αυτῶν κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθῆσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηὕρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς βιβλῖον τῆς τοῦ θυ φωνὴς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῶν χῶραν, εὐθέως τῶν παθῶν ΐασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασενν ἡμᾶς, εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ διὰ τῆς λαπίθου διὰ τῶν ὁρέων διοδεύσαμεν, καὶ ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτον πρώην ἐπι τῆς κιτέων συντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτόν· ὃς καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες ἡρακλείδην χειροτονήσαντές αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρῶ, καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμωσῶ, καὶ τοῖς ἐκεῖ οὗσιν ἀδελφοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιωνῶδες κατὴντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥώδονα τινὰ ϊερόδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας, σὺνἐπικολούθησεν ἡμῖν. συνήντήσαμεν δέ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισε τὸν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὔτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν, ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπιτέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αὐτῶν ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ὢν ἐκεῖ ϊουδαίων· ὑπὸβληθὲν ὑπὸ τοῦ βαριησου ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τω ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ἤλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὁ βαριησοὺς συνεσκεύασεν τὸ ἔθντῶν ϊουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χήὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξε κατέναντι τοῦ ϊεροῦ ἐκείνου ἔνθα σπονδὴ τῶν μιωρῶν ἐγενετο. ἐκεῖθεν τὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ καὶ τίμων μεθ ἡμῶν, καὶ ἐλθόντων ἡμῶν εἰς κιτείη, πολλοῦ θορύβου γενομένου ἐν τω δρόμω αὐτῶν, κακεῖ μαθόντες παρηλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω, ἀπὸ κιτιέων, ἤλθομεν ἐπὶ σαλόμινα, καὶ κατήχθημεν ἐν ταῖς λογομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχε· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδ αμεν αὐτὸν πῶς δεῖ κηρύσοῦ χυ εὐαγγέλιον, καθιστᾶντεκκλησιαι ς καὶ λειτουργοὺς ἐν αὐταῖς. ελθόντων δὲ ἡμῶν ἐν σαλαμηαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης · κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας, ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ θῆναι ἰουδαίους οὐκ ὀλίγους τοῦ βαρνάβα, πλῆθος τῶν ἰουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμώνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ἰουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπι τὸν ἱπποδρόμον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αυτοῦ ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ἰωάννης καὶ μετονομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ρώδονος βαστάσαι δυνηθέντες, ἤλθομεν ἐν τόπω τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσέων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ ἀπεθέμεθα, ἄμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἠμέρα σαββάτω. μηνὶ πάνυ ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δὲ γενεας ἔτους δωδεκάτου κατὰ ρωμαίους μηνὶ ἰουνίω ι̅α̅ . ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν καθ ἡμῶν, καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμας, ἕως τῆς κόμης λεβρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης διελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διεαίθασαν ἡμᾶς, ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον, προσλαβόμενοι δὲ ἀρίστονα καὶ ῥώδανα, ἤλθομεν ἐν κώμη λημνητῆ. εὑροντες δε πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αυτῶ, καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεῖα. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ἐλπίζω προσενέγκαι πολλοὺς, εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεὰς καὶ χάριτος· αὐτῶ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. τῆ αὐτῆ ἡμε(ρα) περίοδοι καὶ μαρτύριον· τοῦ ἁγίου καὶ πανευφήμου ἀπο καὶ μάρτυρος βαρνάβα.ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἱσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ ἴδων ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαίον ὠήθην· ἴδον μυστήρια καὶ ἥκουσα, ἐξηγήσασθαι· ἐγὼ ἰωάννης σὺνἀκολουθῶν· βαρναβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ῶν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν, πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου. τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν ὁράματι ἄνδρα τινὰ. ἐφ’ἑστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἴπεν μοι· θάρσι ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετ’ὀνομάσθη μάρκος· καὶ δόξα σου ἐν ὅλω τῶ κόσμώ κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθει σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ο ραμα ἴδον· σύντρομος γενόμενος· ἀπελθὼν προς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος ἀπόστολος οὐκ ἦν ἔγγιστα· ἠνίκα ἀνεθέμην τὰ τοιαύτα μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνώθη γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν· καὶ ἀπ’ἀλλοτριωθῆναι τοῦ ἑθνους σου, οὕτω καὶ τελειωθήσει· πλὴν· καὶ τὸν ὅντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ’ ἑαὐτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεικᾶ· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥῆματα εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταῦτα δι’ ἐμου· κατηχηθέντες οὖν παρ’ αὐτοῦ, ἐμείναμεν ἐν ιεροσολύμοις ἡμέρας ἱκανᾶς· καὶ ἤλθαμεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὖ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο· βουλόμενος ἐπὶ τὰ δυτικᾶ μέρη πορέυεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν· ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεῖα ἧσαν, ἐπορεύθην πρὸς αὐτούς· εὔρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεῖα· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμώνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱλημ τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικεῖα μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς· διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτον εἶναι· καὶ ἐν τῆ κύπρω πᾶση ὑπηρετῆσαι αὐτοῖς· ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔκλεγων ὥστε με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σεαὐτοῦ. πορεύου εἰς ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ’ ἡμῶν· βαρνάβας δὲ ἐν ἐαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε· λαβῶν αὐτὸν πορεύου· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μοι κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πός σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ’ἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοῖ τῆ νυκτὶ ταῦτη· παρέστη κς λέγων· μὴ βιάσι βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη· ἡσπασάμεθα τοι γὰρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοίον ἐν λαωδικία. ἡρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ’ εἰδυνήθημεν· ἥλθομεν δὲ ἐν τῶ κορασίω· καὶ εἰσελθόντων ἡμῶν εἰς τὸν αἱγιαλὸν ἔνθα πηγὴ ἣν , ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν· μὴδ’ἑνὶ ἑἀυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παῦλου· ἐκεῖθεν δὲ ἥλθωμεν εἰς παλαιᾶς τῆς ἰσαυρίας· κακ εῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούσι καλουμένη· καὶ χειμώνος γενομένου, παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὐφήμιος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπἡρώτουν πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπένεται οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρὰ ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἡρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω· μέλλεται ἡμῖν διδόναι; εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἂν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ σὺντάσσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνω ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ δός ἡμῖν τὸ ἔνδυμα ἐκεῖνω· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἀγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς ἀφ ὦν καὶ οἱ ναῦται πολλὰ ἡδυνήθησαν κερδάναι· κατελθόντες δὲ ἐν τῶ αἱγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ καὶ ἡυλογήσαμεν αὐτοὺς· δὲ εἶς ἐξ αὐτῶν κληθεῖς στέφανος, ἐβούλετο σὺνἀκολουθήσαι ἡμῖν· καὶ οὐκ είασεν αὐτὸν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυάκι, εὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδοῦλους· πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ σὺνήχετω πυρετῶ πολλῶ· καὶ ἐπιθέντες τὰς χείρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ χυ· ἣν δὲ βαρνάβας μαθήματα παρὰ ματθαῖου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταῦτην ἐπιτηθεῖς πᾶσι τοῖς ἀσθενοῦσιν βαρνάβας κατὰ τὴν ἁπάντων ἡμῖν χῶραν, εὐθέως τῶν παθῶν ἵασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλωμανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἥλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου διὰ τῶν ὁρίων διοδεύσαντες, ἥλθομεν εἰς κόμην λαμπαδιστοῦ ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν, εὐρῶντες καὶ ἡρακλέωνα ὅντα ἐκεῖ, ἐξενίσθημεν παρ’ αὐτῶ· οὕτος ἣν ἀπὸ τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν. ἀτενίσας βαρνάβας, ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς σκιτιέων σὺντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτὸν· καὶ πνα ἅγιον ἔδωκαν μετ’ὀνομάσαντες αὐτὸν ἡρακλείδην χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιτηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ· καὶ τοῖς ἐκεῖσε οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ’ αὐτοῦ, παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖθεν εὔραμεν ῥώδονα τινὰ ἱερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας τῶ χω, σὺνἡκολούθησεν ἡμῖν· συνηντῆσαμεν δὲ ιουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὅντα πρώην μετὰ παύλου· οὗτος οὐκ εῖασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τῶ κουρίω· καὶ εὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τὲ καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτο βαρνάβας ἐπὶστραφεὶς ἐπετίμησεν· καὶ κατἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοῖ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὅντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ἰουδαίων ὃν ἐκεῖ· ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τῶν δένδρων τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιοῦση ἥλθομεν εἰς κώμην τινὰ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν, ἐκαθαρίσθη ἐν ἀντιοχεῖα· ὃν καὶ ἐσφράγησαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστηλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι καὶ πολὺ πλῆθος ἣν ἐλλήνων ἐν τω ϊερῶ ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ· πρὸσἐλθῶν οὖν βαριησοῦς σὺνἐσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα. καὶ αὕτη τοῖς εἰδώλοις μὴ πρὸσκυνοῦσα· πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξεν κατ’ ἔναντι τοῦ ἱεροῦ ἐκεῖνου ἔνθα σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες, ἥλθομεν διὰ τῶν ἐρήμων τόπων· ἡκολοῦθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς σκιτιεῖς πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθόντες παρήλθομεν τὴν πόλιν· ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν εἰς πλοίον ἀπὸ τῆς σκιτιέων, ἥλθομεν ἐπὶ σαλαμίναν· καὶ κατήχθημεν ἐν τοῖς λεγομένοις νήσοις ἔνθα κατ’εἴδωλος τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὑρόντες ἡρακλίδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθστᾶν ταῖς ἑκκλησίαις καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντίσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρὰ ματθαῖου, ἥρξατο διδάσκειν τοὺς ϊουδαῖους· καταντίσαντος δὲ τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας· μετὰ τὸ κατηχηθῆναι ιουδαίους οὐκ’ ὁλίγους ὑπὸ βαρνάβα, θυμοθεὶς βαριησοῦς συνήξεν πᾶν τὸ πλῆθος τῶν ιουδαῖων· καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ ὡς ἔδισαν αὐτὸν πρὸς τὸ ἀπαγαγὴν αὐτὸν πρὸς τὸν ἡγεμόνα εὐσεβοὺς ïεβουσσαίου· συγγενοὺς νέρωνος καταντίσαντος ἐν κύπρω μαθόντες οἱ ιουδαῖοι λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδεισαν ἐν σχυνίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς σὺναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί· δε χάρις τοῦ θυ διεφύλαξε σῶον, τὸ τίμιον αὐτοῦ σώμα· εὐθέως δὲ τῆ αὐτη τῆ νυκτῆ λαβόντες τὸ λείψανον αὐτοῦ, εἴλησαν ἐν σινδόνι· καὶ μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥήψαι αὐτὸν· εὐρὼν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ἰωάννης καὶ μετ’ὀνομασθεῖς μάρκος· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθείς, ἥλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγωμεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ἰεβουσσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες, ἐν αὐτῶ ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς, παρέλαβεν παρὰ ματθαίου· ἣν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παυνὶ ι̅ζ̅ κατ’ αἰγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους· μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω τινὶ, ζήτησιν οὐκ’ ὁλίγην ἐποίησαν οἱ ϊουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγωμεν ἐν αὐτῶ· καὶ οὕτω διἡλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδονα ἥλθομεν ἐν κώμη λημνίτι· καὶ εὑρόντες πλοίον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσα ντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετ’ὀνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος· ἐν ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῶ δόξα τῶ πρι καὶ τῶ ὑιῶ καὶ τῶ ἁγίω πνι νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν

Agreements: 1612/2021 (80%)

Collation table