Koutloumousiou_2 | Megistes_Lauras_gamma87 |
---|---|
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ευ° περ ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ, καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαίον ὠήθην ἃ εἶδον μυστήρια καὶ ἤκουσα εξηγήσασθαι. ἐγὼ ἰωάννης σὺνἀκολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν και βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκὴ στολὴ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθησεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. ὡς δὲ τὸ ὄραμα εἶδον γενόμενος ἔντρομος, καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα ἀπήγγειλα αὐτῶ ἃ εἶδον μυστήρια καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἵνίκα ἀνεθέμην τὰ τοιαύτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξεἶπεις τὴν δύναμιν ἣν εἶδες. γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει, ὡς γὰρ ἐδ θ ηκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν τὸν ὄντα ἐγγὺς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκά, νῦν οὖν τέκνον φύλαξον ἐν σε αὐτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀπὸκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μου παρ αυτοῦ, εμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἤλθομεν ἐν αντιοχεῖα ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία, ἐκεῖθεν δὲ προσμείναντες ἡμέρας τρεῖς ἀπελεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς ἄχρις οὗ περὶήλθω μεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν, ὡσεὶ μεί νας δύο, βουλόμενος ἐπι τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεῖα ἦσαν, ἐπορεύθη πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμόνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἶς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικία ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχὴς ὑπηρέτην με αὐτοὺς εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλας, κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον, μετὰ σοῦ πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν, ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὀδεύσαντα ἡμῖν οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἀγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπεὶδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἐμοῦ ἵνα τέλειος ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι πορεύομαι ἐν κύπρω τελειωθῆναι και σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ ἐν τῆ δοθείσει σοι χάριτι πορεύου εἰς ἱἐροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη. ἠσπασάμεθα τοίγαρ οὖν ἀλλήλοὺς, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ὁ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ηδυνήθημεν, ἤλθωμεν ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν ἀνεψύξαμεν ἕως ὥρας ἕκτης, μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μη γνῶναι τινὰ ὅτι ἀνεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιὰς τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσσω τινὶ πιτυοῦσι καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τοὺς ἀκονισίας, καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αυτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω ὃ μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ εἰς τὴν ἰδίαν στολὴν, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ ηὐλογήσαμεν αὐτούς. ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθῆσαι ἡμῖν καὶ οὐκ έασεν ὁ βαρνάβας. διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηὕρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὃ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς βιβλῖον τῆς τοῦ θυ φωνὴς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῶν χῶραν, εὐθέως τῶν παθῶν ΐασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασενν ἡμᾶς, εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ διὰ τῆς λαπίθου διὰ τῶν ὁρέων διοδεύσαμεν, καὶ ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν ὁ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτον πρώην ἐπι τῆς κιτέων συντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτόν· ὃς καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες ἡρακλείδην χειροτονήσαντές αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρῶ, καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμωσῶ, καὶ τοῖς ἐκεῖ οὗσιν ἀδελφοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιωνῶδες κατὴντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥώδονα τινὰ ϊερόδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας, σὺνἐπικολούθησεν ἡμῖν. συνήντήσαμεν δέ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισε τὸν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὔτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν, ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπιτέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αὐτῶν ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ὢν ἐκεῖ ϊουδαίων· ὑπὸβληθὲν ὑπὸ τοῦ βαριησου ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τω ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ἤλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὁ βαριησοὺς συνεσκεύασεν τὸ ἔθντῶν ϊουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χήὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξε κατέναντι τοῦ ϊεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιωρῶν ἐγενετο. ἐκεῖθεν τὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ καὶ τίμων μεθ ἡμῶν, καὶ ἐλθόντων ἡμῶν εἰς κιτείη, πολλοῦ θορύβου γενομένου ἐν τω δρόμω αὐτῶν, κακεῖ μαθόντες παρηλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω, ἀπὸ κιτιέων, ἤλθομεν ἐπὶ σαλόμινα, καὶ κατήχθημεν ἐν ταῖς λογομέναις νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχε· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδ αμεν αὐτὸν πῶς δεῖ κηρύσοῦ χυ εὐαγγέλιον, καθιστᾶντεκκλησιαι ς καὶ λειτουργοὺς ἐν αὐταῖς. ελθόντων δὲ ἡμῶν ἐν σαλαμηαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης · κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας, ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ θῆναι ἰουδαίους οὐκ ὀλίγους τοῦ βαρνάβα, πλῆθος τῶν ἰουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμώνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ἰουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπι τὸν ἱπποδρόμον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αυτοῦ ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ἰωάννης ὁ καὶ μετονομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ρώδονος βαστάσαι δυνηθέντες, ἤλθομεν ἐν τόπω τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσέων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ ἀπεθέμεθα, ἄμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἠμέρα σαββάτω. μηνὶ πάνυ ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δὲ γενεας ἔτους δωδεκάτου κατὰ ρωμαίους μηνὶ ἰουνίω ι̅α̅ . ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν καθ ἡμῶν, καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμας, ἕως τῆς κόμης λεβρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης διελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διεαίθασαν ἡμᾶς, ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον, προσλαβόμενοι δὲ ἀρίστονα καὶ ῥώδανα, ἤλθομεν ἐν κώμη λημνητῆ. εὑροντες δε πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αυτῶ, καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεῖα. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς, εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεὰς καὶ χάριτος· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | μην(ι) ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. εὐ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖων ὠήθην ἃ εἶδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ αρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διά πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν ὀράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις, πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ. ὡς δε τὸ ὄραμα εἶδον, γενόμενος σύντρομος καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἃ εἶδον μυστήρια καὶ ἤκουσα παρα τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἠνίκα ἀνεθέμην τὰ τοιάυτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἦν εἶδες. γνώθι γὰρ ὅτι καμοὶ παρέστη ταύτη τῆ νυκτὶ ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήσει. πλὴν τὸν ὄντα ἐγγύς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαύτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά. νῦν οὖν τέκνον φύλαξον ἐν σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀποκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μοι παρ αυτοῦ, ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἱκανὰς· καὶ ἤλθομεν ἐν αντιοχεία. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία, ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς, ἄχρις οὖ περιῆλθωμεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν ὡσεὶ μήνας δύο, βουλόμενος ἐπι τα δυτικὰ μέρει πορεύσεσθαι· καὶ οὐκ’ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς. εὖρον δὲ τὸν παῦλ(ον) ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλήμ τῆ ἐορτῆ. πολλῆ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι, καὶ ἐν τῆ κύπρω πᾶσι ὑπηρετῆσαι αὐτοῖς, ἄχρις οὖ κατήντησαν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκείνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σοῦ, πορεύου ἐτέραν ὁδόν οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σου ἐστὶν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος τὸ ἐν ἀνοις κοινὼς ποιήσασθαι. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἑμοῦ ἵνα τέλειος ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθείσαν σοι. πορεύομαι ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ϊκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάσει βαρνάβαν, τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σοὶ ἐν τῆ δοθήσει σοι χάριτι πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ὁ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ ηδυνήθημεν· ἤλθωμεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρα τὸν αἰγιαλόν ἔνθα πηγὴ ἢν, ἀνεψύξαμεν ἕως ὥρας ἔκτης· μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ῆλθωμεν εἰς παλαὶας τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἤλθωμεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αυτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα, ἤτις οὐδέποτε ῥυπαίνεται; οὐδὲ ἔστιν ἐν αυτῆ μῶμος; ἀλλὰ πάντοτε λαμπρά ἐστιν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω ὃ μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσαν εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκείνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αυτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὣν καὶ οἱ ναύται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἡσπασάμεθα αὐτοῖς τον λόγον του θῦ καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δε εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, εβούλετο συνακολουθῆσαι ἡμᾶς· καὶ οὐκ ἔασεν ὁ βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακίατη·ηὔρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνῆχετο πυρετῶ πολλῷ· ὃ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτηθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἁπαντῶσαν ἡμῶν χώρα, εὐθέως τῶν παθῶν ἴασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἐασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νήσου ῆλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ δι τῆς λαπίθου διὰ τῶν ὀρέων διοδεύσαμεν, καὶ ἦλθωμεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν ὁ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠρακλέωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτόν πρώην ἐπὶ τῆς κιτέων συντυχίαν πεποιηκὼς μετα παύλου πρὸς αὐτόν· ὃ καὶ πνα ἅγιον ἔδωκαν μετoνομάσαν τε ἡρακλήδειν. χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμάσω, καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρο(ς) τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὔρωμεν ῥώδωνά τινα ἱερόδουλον, ὅστις καὶ αὐτὸς πιστεύσας, συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπο τῆς πάφου, ὅστις καὶ ἐγνώρισεν τὸν βαρνάβα ὄντα πρώην μετα παύλου· οὗτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν ἀλλ’ υποστρέψαντες ῆλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει επιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ἐπιτέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αυτῶν ἀπέθανον, οἱ δε λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου. πολὺ πλῆθος ὢν ἐκεῖ ἰουδαίων, ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ, ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπο δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ῆλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ῆλθομεν ἐν αμαθούντι, καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὼν οὖν ὁ βαριησοὺς συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν τὲ ἐξελθόντες, ἦλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν. καὶ ἐλθόντων ἡμῶν εἰς κιτεῖη, πολλοῦ θορύβου γενομένου ἐν τῶ δρομω αὐτῶν, κακεῖ μαθόντες διῆλθομεν τὴν πόλιν, ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω· ἀπο κιτιέων ῆλθομεν ἐπὶ σαλάμινα, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρόντες ἡρακλείδην ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθιστᾶν τε ταῖς ἐκκλησίαις καὶ λειτουργοὺς ἐν αυταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδασκειν τους ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετα δύο ημέρας, μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ὀλίγους ὑπὸ τοῦ βαρνάβα· θυμωθεὶς ὁ βαριησοὺς συνῆξε πᾶν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ϊουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ϊουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατα τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸν ϊππόδρομον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν ἐγὼ ϊωάννης ὁ και μετὀνομασθεὶς μάρκος, καὶ τοῦτον μετα τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθέντες, ἦλθομεν ἐν τόπω τινὶ, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες, ἐν αυτῶ ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου. ἢν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἡμέρα σαββάτω· μηνι παύνι ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δε γενεᾶς, ἔτους δωδεκάτου κατα ρωμαίους μηνὶ ϊουνίω ι̅α̅ · ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν καθ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἡμᾶς, ἕως τῆς κώμης λεβρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον, ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διελίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ϊουδαίων, εξελθόντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδωνα, ῆλθομεν ἐν κώμη λημνητή. εὐρόντες δὲ πλοίον αἱγύπτιον, ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες, κατήχθημεν ἐν αλεξανδρεία. κακεῖ ἔμεινα διδάσκων τοὺς πρὸσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ φωτίζων αὐτοὺς· καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεᾶς καὶ χάριτος· αὐτῶ ἡ δόξα εἰς τοῦς αἰῶνας τῶν αἰῶνων ἀμήν. |
Agreements: 1763/1918 (92%)