περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ευ° περ ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ, καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαίον ὠήθην ἃ εἶδον μυστήρια καὶ ἤκουσα εξηγήσασθαι. ἐγὼ ἰωάννης σὺνἀκολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν και βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκὴ στολὴ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθησεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ. ὡς δὲ τὸ ὄραμα εἶδον γενόμενος ἔντρομος, καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα ἀπήγγειλα αὐτῶ ἃ εἶδον μυστήρια καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἵνίκα ἀνεθέμην τὰ τοιαύτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξεἶπεις τὴν δύναμιν ἣν εἶδες. γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει, ὡς γὰρ ἐδ θ ηκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν τὸν ὄντα ἐγγὺς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκά, νῦν οὖν τέκνον φύλαξον ἐν σε αὐτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀπὸκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μου παρ αυτοῦ, εμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἤλθομεν ἐν αντιοχεῖα ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία, ἐκεῖθεν δὲ προσμείναντες ἡμέρας τρεῖς ἀπελεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς ἄχρις οὗ περὶήλθω μεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν, ὡσεὶ μεί νας δύο, βουλόμενος ἐπι τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεῖα ἦσαν, ἐπορεύθη πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμόνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἶς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικία ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχὴς ὑπηρέτην με αὐτοὺς εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλας, κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον, μετὰ σοῦ πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν, ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὀδεύσαντα ἡμῖν οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἀγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπεὶδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἐμοῦ ἵνα τέλειος ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι πορεύομαι ἐν κύπρω τελειωθῆναι και σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ ἐν τῆ δοθείσει σοι χάριτι πορεύου εἰς ἱἐροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη. ἠσπασάμεθα τοίγαρ οὖν ἀλλήλοὺς, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ὁ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ηδυνήθημεν, ἤλθωμεν ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν ἀνεψύξαμεν ἕως ὥρας ἕκτης, μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μη γνῶναι τινὰ ὅτι ἀνεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιὰς τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσσω τινὶ πιτυοῦσι καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τοὺς ἀκονισίας, καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αυτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω ὃ μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς ὁ βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ εἰς τὴν ἰδίαν στολὴν, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ ηὐλογήσαμεν αὐτούς. ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθῆσαι ἡμῖν καὶ οὐκ έασεν ὁ βαρνάβας. διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηὕρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὃ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς βιβλῖον τῆς τοῦ θυ φωνὴς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῶν χῶραν, εὐθέως τῶν παθῶν ΐασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασενν ἡμᾶς, εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ διὰ τῆς λαπίθου διὰ τῶν ὁρέων διοδεύσαμεν, καὶ ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν ὁ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτον πρώην ἐπι τῆς κιτέων συντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτόν· ὃς καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες ἡρακλείδην χειροτονήσαντές αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρῶ, καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμωσῶ, καὶ τοῖς ἐκεῖ οὗσιν ἀδελφοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιωνῶδες κατὴντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥώδονα τινὰ ϊερόδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας, σὺνἐπικολούθησεν ἡμῖν. συνήντήσαμεν δέ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισε τὸν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὔτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν, ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπιτέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αὐτῶν ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ὢν ἐκεῖ ϊουδαίων· ὑπὸβληθὲν ὑπὸ τοῦ βαριησου ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τω ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ἤλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὁ βαριησοὺς συνεσκεύασεν τὸ ἔθντῶν ϊουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χήὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξε κατέναντι τοῦ ϊεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιωρῶν ἐγενετο. ἐκεῖθεν τὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ καὶ τίμων μεθ ἡμῶν, καὶ ἐλθόντων ἡμῶν εἰς κιτείη, πολλοῦ θορύβου γενομένου ἐν τω δρόμω αὐτῶν, κακεῖ μαθόντες παρηλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω, ἀπὸ κιτιέων, ἤλθομεν ἐπὶ σαλόμινα, καὶ κατήχθημεν ἐν ταῖς λογομέναις νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχε· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδ αμεν αὐτὸν πῶς δεῖ κηρύσοῦ χυ εὐαγγέλιον, καθιστᾶντεκκλησιαι ς καὶ λειτουργοὺς ἐν αὐταῖς. ελθόντων δὲ ἡμῶν ἐν σαλαμηαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης · κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας, ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ θῆναι ἰουδαίους οὐκ ὀλίγους τοῦ βαρνάβα, πλῆθος τῶν ἰουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμώνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ἰουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπι τὸν ἱπποδρόμον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αυτοῦ ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ἰωάννης ὁ καὶ μετονομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ρώδονος βαστάσαι δυνηθέντες, ἤλθομεν ἐν τόπω τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσέων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ ἀπεθέμεθα, ἄμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἠμέρα σαββάτω. μηνὶ πάνυ ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δὲ γενεας ἔτους δωδεκάτου κατὰ ρωμαίους μηνὶ ἰουνίω ι̅α̅ . ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν καθ ἡμῶν, καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμας, ἕως τῆς κόμης λεβρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης διελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διεαίθασαν ἡμᾶς, ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον, προσλαβόμενοι δὲ ἀρίστονα καὶ ῥώδανα, ἤλθομεν ἐν κώμη λημνητῆ. εὑροντες δε πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αυτῶ, καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεῖα. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς, εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεὰς καὶ χάριτος· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. |
μην(ι) ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. εὐ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου, καὶ ἰσχυροῦ καὶ ποιμένος, καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖων ὠήθην ἃ εἶδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ αρχιερέως, νῦν δὲ χάριτι πνς ἁγίου λαβὼν, διά πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετὰ δὲ τῶ βαπτισθῆναι εἶδον ἐν ὀράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις, πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ. ὡς δε τὸ ὄραμα εἶδον, γενόμενος σύντρομος καὶ ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἃ εἶδον μυστήρια καὶ ἤκουσα παρα τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἠνίκα ἀνεθέμην τὰ τοιάυτα ῥήματα. εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἦν εἶδες. γνώθι γὰρ ὅτι καμοὶ παρέστη ταύτη τῆ νυκτὶ ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήσει. πλὴν τὸν ὄντα ἐγγύς σου ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ ἑαύτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά. νῦν οὖν τέκνον φύλαξον ἐν σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀποκαλύψαι δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μοι παρ αυτοῦ, ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἱκανὰς· καὶ ἤλθομεν ἐν αντιοχεία. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία, ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς, ἄχρις οὖ περιῆλθωμεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε παρεμείναμεν ὡσεὶ μήνας δύο, βουλόμενος ἐπι τα δυτικὰ μέρει πορεύσεσθαι· καὶ οὐκ’ εἴασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς. εὖρον δὲ τὸν παῦλ(ον) ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλήμ τῆ ἐορτῆ. πολλῆ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο. βαρνάβας δὲ παρεκάλει συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι, καὶ ἐν τῆ κύπρω πᾶσι ὑπηρετῆσαι αὐτοῖς, ἄχρις οὖ κατήντησαν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ϊκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν. καὶ οἱ ὄντες ἀδελφοὶ ἐκείνοι ἔλεγον· ὅτι δυνατὸν τοῦτον συνακολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σοῦ, πορεύου ἐτέραν ὁδόν οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύς σου ἐστὶν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς καθὼς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος τὸ ἐν ἀνοις κοινὼς ποιήσασθαι. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι καὶ ὑπὲρ ἑμοῦ ἵνα τέλειος ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθείσαν σοι. πορεύομαι ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ϊκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάσει βαρνάβαν, τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σοὶ ἐν τῆ δοθήσει σοι χάριτι πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἐρωτῶμεν περᾶσαι εἰς κύπρον, καὶ ὁ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ ηδυνήθημεν· ἤλθωμεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρα τὸν αἰγιαλόν ἔνθα πηγὴ ἢν, ἀνεψύξαμεν ἕως ὥρας ἔκτης· μὴδένα ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ῆλθωμεν εἰς παλαὶας τῆς ἡσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμῶνος γενομένου παρεβάλομεν τρεῖς ἡμέρας καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἤλθωμεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αυτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα, ἤτις οὐδέποτε ῥυπαίνεται; οὐδὲ ἔστιν ἐν αυτῆ μῶμος; ἀλλὰ πάντοτε λαμπρά ἐστιν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω ὃ μέλλετε διδόναι ἡμῖν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσαν εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκείνο· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἄλλον. προσήνεγκαν δὲ αυτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὣν καὶ οἱ ναύται πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἡσπασάμεθα αὐτοῖς τον λόγον του θῦ καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δε εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, εβούλετο συνακολουθῆσαι ἡμᾶς· καὶ οὐκ ἔασεν ὁ βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακίατη·ηὔρωμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνῆχετο πυρετῶ πολλῷ· ὃ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτηθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἁπαντῶσαν ἡμῶν χώρα, εὐθέως τῶν παθῶν ἴασιν ἐποίη. γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἐασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νήσου ῆλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ δι τῆς λαπίθου διὰ τῶν ὀρέων διοδεύσαμεν, καὶ ἦλθωμεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν ὁ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠρακλέωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτόν πρώην ἐπὶ τῆς κιτέων συντυχίαν πεποιηκὼς μετα παύλου πρὸς αὐτόν· ὃ καὶ πνα ἅγιον ἔδωκαν μετoνομάσαν τε ἡρακλήδειν. χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστήσαντες ἐν σπηλαίω ἐν ταμάσω, καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ, παρεθέμεθα τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὄρο(ς) τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν εἰς παλαιᾶ πάφω, κακεῖ εὔρωμεν ῥώδωνά τινα ἱερόδουλον, ὅστις καὶ αὐτὸς πιστεύσας, συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ἰουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπο τῆς πάφου, ὅστις καὶ ἐγνώρισεν τὸν βαρνάβα ὄντα πρώην μετα παύλου· οὗτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον εἰσελθεῖν ἀλλ’ υποστρέψαντες ῆλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρομὸν τινὰ μιαρὸν ἐν τῶ ὄρει επιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ἐπιτέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ καὶ ἐξ αυτῶν ἀπέθανον, οἱ δε λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον τοῦ κουρίου. πολὺ πλῆθος ὢν ἐκεῖ ἰουδαίων, ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ, ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπο δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση ῆλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν τὲ ῆλθομεν ἐν αμαθούντι, καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὼν οὖν ὁ βαριησοὺς συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν τὲ ἐξελθόντες, ἦλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν. καὶ ἐλθόντων ἡμῶν εἰς κιτεῖη, πολλοῦ θορύβου γενομένου ἐν τῶ δρομω αὐτῶν, κακεῖ μαθόντες διῆλθομεν τὴν πόλιν, ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν τῶ πλοίω· ἀπο κιτιέων ῆλθομεν ἐπὶ σαλάμινα, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρόντες ἡρακλείδην ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθιστᾶν τε ταῖς ἐκκλησίαις καὶ λειτουργοὺς ἐν αυταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς λεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας ὅπερ ἦν λαβὼν παρα ματθαίου, ἤρξατο διδασκειν τους ἰουδαίους. καταντήσαντος τοῦ βαριησοῦ μετα δύο ημέρας, μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ὀλίγους ὑπὸ τοῦ βαρνάβα· θυμωθεὶς ὁ βαριησοὺς συνῆξε πᾶν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέαν, εὐσεβοὺς ϊουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ϊουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατα τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸν ϊππόδρομον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν ἐγὼ ϊωάννης ὁ και μετὀνομασθεὶς μάρκος, καὶ τοῦτον μετα τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθέντες, ἦλθομεν ἐν τόπω τινὶ, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες, ἐν αυτῶ ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου. ἢν δὲ ὥρα τετάρτη τῆς νυκτὸς ἡμέρα σαββάτω· μηνι παύνι ἐπτὰ καὶ δεκάτη κατ αιγυπτίους, τῆς δε γενεᾶς, ἔτους δωδεκάτου κατα ρωμαίους μηνὶ ϊουνίω ι̅α̅ · ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν καθ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἡμᾶς, ἕως τῆς κώμης λεβρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον, ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διελίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ϊουδαίων, εξελθόντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδωνα, ῆλθομεν ἐν κώμη λημνητή. εὐρόντες δὲ πλοίον αἱγύπτιον, ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες, κατήχθημεν ἐν αλεξανδρεία. κακεῖ ἔμεινα διδάσκων τοὺς πρὸσφυγόντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ φωτίζων αὐτοὺς· καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ καὶ τῶν βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν μετονομασάντων μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ δωρεᾶς καὶ χάριτος· αὐτῶ ἡ δόξα εἰς τοῦς αἰῶνας τῶν αἰῶνων ἀμήν. |
λόγ(ος) ι̅α̅ μαρτύριον καὶ περίοδος τοῦ ἁγ(ιου) ἀπο βαρνάβα· ευ° επειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρ῀ς ἡμῶν ἰῦ χῦ παρουσίας· τοῦ ἀόκνου καὶ φιλανου, εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ απόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων· καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὠήθην ἃ εἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι· ἐγὼ ἰωάννης ὁ συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὤν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς´ ἁγίου λαβὼν. διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με, εἴδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα στολὴν λευκὴν περιβεβλημένον, καὶ εἶπε μοι· θάρσει ιωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετωνομάσθει μάρκος· καὶ ἡ δόξα σου εν ὅλω τῶ κόσμω λαληθήσεται· καὶ τὸ ἐν σοὶ σκόος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θῦ· ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρναβὰ, ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα μυστήρια· εἶπε δε μοι βαρνάβας· μηδενὶ ἐξεἴπης τὴν δύναμιν ἣν εἶδες· γνώθη γὰρ ὃτι κἀμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς´ λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου. οὕτω καὶ τελείωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ, μεθ’ ἐαυτῶ· ἐχεί γὰρ τινὰ μυστήρια θεϊκά· νὺν οὐν τεκνον· φύλαξόν σε αὐτῶ τὰ ῥήματα, ἅ ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψεως καλεῖ πρὸς ταῦτα δι’ ἐμοῦ· κατηχηθέντες οὖν παρ’ αὐτοῦ. ἐμείναμεν ἐν ἰεροσολύμοις ἠμέρας ἱκανὰς. καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες οὖν ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσαι λοιπὸν παρ’ ἐμείναμεν· ὡσεὶ μήνας δύο· ἐβουλόμην δὲ ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι καὶ οὐκ ἔασέ με τὸ πνᾶ τὸ ἁγίον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς· εῦρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει· ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν εἰς ἰλημ` τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει με συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ’ ἀρχῆς ὑπηρετήν με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρέτησα αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην παμφυλίας· κακεῖ ἐπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παῦλος κατέκραζε τῶ βαρναβα λεγών· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι υπάρχειν· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σὲ αὐτοῦ, πορεύου εἰς ἐτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ’ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελιώ, καὶ συνοδεύσαντα ἡμῖν, οὐκ αποτρέφομαι τῆ χάριτι τοῦ χῦ· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις· ἐπειδὴ δὲ καὶ οὕτως σοι ἔδοξε πέρ παῦλε· πρόσευξαι ὑπὲρ ἐμου ἵνα τελειώς μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θῦ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι. καὶ σπεῦδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου· πέρ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· κἀμοὶ τῆ νυκτὶ ταύτης ἐπέστη ὁ κς´ λέγων· μὴ βιάσης βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ἱεροσόλυμα, προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα τοιγαρ οὖν ἀλλήλους καὶ παρέλαβέ με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ τοῦ ἀνέμου ἐναντίου ὄντος, ἤλθομεν ἐν τῶ κορασίω· καὶ ἐξελθόντες παρὰ τὸν αἰγιαλόν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναι τινὰ, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν τὲ ἤλθομεν ἐκ παλαιὰς τῆς ἱσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμενή· καὶ χειμῶνος γενομένου, παρ’ἐμείμανεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος τῶ ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκινησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντες ἐν αὐτῆ εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς. ἐπερώτων πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμῖν ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπαίνεται· οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο· ὃ μέλλετε δοῦναι ἡμῖν· εἶπε δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κώ ἰῦ χῶ· λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο, ὅπέρ ἐστι(ν) ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς´· ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε πέρ, δὸς ἡμῖν τὸ ἔνμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· καὶ ἔγνωσαν ἑαυτοὺς, ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ ἐμοῦ μίαν στολὴν, ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ἰδείας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι. κατ’ἐλθόντες δὲ εἰς τὸν αἰγιαλὸν, ἠσπασάμεθα αὐτοὺς τῶ λόγω τοῦ θῦ καὶ ηὐλογήσαμεν αὐτοὺς· ὁ δὲ εἷς ἐξ αὐτῶν ὁ κλιθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ ἴασεν ὁ βαρνάβας· διαπερασάντες δὲ, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυατικὴ· εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ χυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφὼς βίβλον, τῆς τοῦ θῦ φωνῆς· καὶ ποιήματα συγγράμματα· ταυτα ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χάριν· εὐθέως τῶν παθῶν ἴασεις ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπιθῶ· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασεν ἡμᾶς ἐν τῆ πόλει· ἀλλὰ πρὸς τὴν πύλην ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστιθῆναι ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν· ἐξἐλθοντες δὲ τῆς λαπίθου. καὶ διὰ τῶν ὀρέων διοδεύσαντες· ἤλθομεν εἰς κώμην λαμπαδιστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡράκλεωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ· οὗτος ἦν ἀπὸ τῆς μασίας ἐλθὼν, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρησεν αὐτόν· πρόην ἐπὶ τῆς κιτιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτον· ὧ, καὶ πνα ἅγιον ἔδωκεν μετωνομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίζαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν αδελφοῖς κατηθηχηθεὶς μετ’ αὐτῶν παρεθέμεθα αὐτῶ τὸν λόγον του θυ· διἐλθόντες τὸ ὄρος τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖ εὕρομεν ῥόδωνά τινα ἱερόδουλον· ὅς τις καὶ αὐτὸς πιστεύσας· συνηκωλούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ἰουδαίω τινὶ, ὀνόματι βαρισοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου. ὅστις καὶ ἐγνώρησεν βαρνάβαν, ὄντα πρόην μετὰ παύλου· οὗτος, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν, ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τουτω ὁ βαρνάβας ἐπιστραφεις, ἐπετίμησε καὶ ἀπέπεσε τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὶ τραυματισθέντες ὥς τινες ἐξ αὐτοὺς καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ, ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ κουρείου. πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισοῦ. ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως· ἐποιήσαμεν τὴν ἑσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινὶ· ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λαιπρὸςὢν, ἐκαθαιρίσθη ἐν αντιοχεία· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ απέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κἀκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει· ἀσέμνων γυναικῶν τε καὶ ἀνδρων σπενδόντων ἐκεῖ· προσελθὼν οὒν ὁ βαρισοῦς, συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς εἰς τὸν οἶκον αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξέτε κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· εκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων ἠμᾶς· καὶ ἐλθόντων ἡμῶν ἐν κιτιῆ, πολλοῦ θορύβου γινομένου· κακεῖ ἐν τω δρομίω αὐτῶν, καὶ μαθόντες, παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν ἁπὰντες τῶν ποδῶν ἡμῶν· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο· εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντες δὲ ἐν πλοίω ἀπὸ τῶν κιτιαίων, ἤλθομεν ἐπὶ σαλαμείναν· καὶ κατήλχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· πανηγύρεις καὶ σπονδαὶ γὰρ ἐκεῖ ἐγίνοντο· κἀκεῖ πάλιν εὑρόντες ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρυσσειν τὸ τοῦ χῦ εὐαγγέλιον· καθιστῶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνῃ· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν καὶ ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δὲ τοῦ βαρισοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ’ ὀλίγους ὑπὸ βαρνάβα θυμωθεὶς ὁ βαρισοῦς, συνῆξαι πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησε κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἠγεμῶνι τῆς σαλαμήνης· καὶ ὡς ἔδησαν αὐτὸν τοῦ ἀγαγεῖν πρὸς τὸν ἠγεμῶνα, εὐσεβοὺς ἰεβουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς· ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἀπὸ τοῦ ἱπποδρομίου ἐπὶ τῆς συναγωγῆς, καὶ περάσαντες έξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολύβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· εὑρὼν δὲ καιρὸν τῆς νυκτὸς, ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεῖς μάρκος. καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ. καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἐβουσαίων, τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον τόπον εὑρόντες, ἐν αὐτῶ απεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ τοῦ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παϋνὶ ι̅ζ̅ κατ’ αιγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ολίγην ἐποιήσαν οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς πόλις λεδρῶν· καὶ εὑρόντες κακακεῖ κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν ἑαυτῶ· καὶ οὕτως ἐλίθασαν ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδωνα, ἤλθομεν ἐν κώμη λιμνήτη· εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσαντες κατήχθημεν εἰς ἀλεξανδρείαν· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ´, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χῦ, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς` καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετωνομάσαντων με μάρκον, ἐν τῶ υδατι τοῦ βαπτίσματος. ἐν ὧ ἐλπίζω προσενεγκεῖν πολλοὺς εἰς τὴν δόξαν τοῦ χῦ, διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. |
λόγ(ος) ι̅ζ̅ ἰουν(ίω) ι̅α̅ μαρτύριον καὶ περίοδος τοῦ ἁγ(ίου) ἀποστόλου βαρνάβ(α)· ευo περ επειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς῀ ἡμῶν ἰυ χῦ παρουσίας· τοῦ ἀόκνου καὶ φιλανοῦ, εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν ἐλπίδα ὁσίως κατεχόντων, καὶ ἐσφραγισμένων χριστιἀνῶν· ἐθεασάμην καὶ ἴδον ἐγώ καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὠήθην ἃ εἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι· ἐγὼ ἰωάννης ὁ συνἀκολουθὼν βαρνάβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ὤν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχϊερέως· νῦν δὲ χάριν πνς´ ἁγίου λαβῶν, διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παῦλου τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με, εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα στολὴν λευκὴν περιβεβλημένον. καὶ εἶπε μοι· θάρσει ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθει μάρκος. καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω λαληθήσεται· καὶ ἐν σοὶ κόπος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθη σοι σύνἐσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θῦ· ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπελθὼν. πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἅ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἠνίκα ἀνεθέμην τὰ τοιαῦτα μυστήρια· εἶπε δέ μοι βαρνάβας· μὴδενὶ ἐξεἴπης τὴν δύναμῖν ἣν εἶδες· γνώθη γὰρ ὅτι κἀμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς´ λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτω καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ, μεθ’ εἁυτῶ· ἔχει γὰρ τινὰ μυστήρια θεϊκά· νῦν οὖν τέκνον, φύλαξόν σε αὐτῶ τὰ ῥήματα, ἃ ἴδες καὶ ἤκουσας, καιρὸς γάρ σε ἀποκαλύψεως καλεῖ πρὸς ταῦτα δι’ ἐμοῦ. κατηχηθέντες οὖν παρ’ αὐτοῦ. ἐμείναμεν ἐν ἰεροσολύμοις ημέρας ἱκανὰς· καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ πρὸσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύμεν ἐν κύπρω· καὶ ἤμην ἐγὼ διακονὼν αὐτοῖς, ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες οὖν ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσαι λοιπὸν παρ’ἐμείναμεν, ὡσεὶ εἴ μήνας δύο ἐβουλόμην δὲ ἐπὶ τὰ δυσικὰ μέρη πορεύεσθαι καὶ οὐκ ἔασέ με τὸ πνά τὸ ἁγίον· ἐπιστρέψας δὲ πάλιν, ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν ἀντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτούς· εὖρον δε τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει, ὥστε ἐλθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα· καὶ τότε ἀπελθεῖν εἰς ἰλὴμ τῆ ἐὁρτῆ. πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει με συνἀκολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ ἀρχῆς ὑπηρέτην με αὐτῶν εἶναί· καὶ ἐν τῆ κύπρω πάση ὑπήρετησα αὐτοῖς ἄχρις οὗ κατήντησαμεν εἰς πέργην παμφυλίας· κακεῖ ἐπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παῦλος κατέκραζε τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἔλεγον. ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοῖ ὑπάρχειν· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλει λαβεῖν ἰωἄννην τὸν καὶ μάρκον μετὰ σὲ αὐτοῦ, πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθη μεθ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω, καὶ συνοδεύσαντα ἡμῖν, ουκ ἀποστρέφομαι τῆ χάριτι τοῦ χῦ· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις· ἐπεἰδὴ δὲ καὶ οὕτως σοι ἔδοξε πὲρ παῦλε, πρόσευξαι υπὲρ ἐμοῦ ἵνα τελείως μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θῦ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι, καὶ σπεῦδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸν πρόσωπόν σου, πέρ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· κἀμοὶ τῆ νυκτὶ ταύτη ἐπέστη ὁ κς´ λέγων· μὴ βιάσης βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι· πορεύου εἰς ἱεροσόλυμα, πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ητοίμασται· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους καὶ παρέλαβε βαρνάβας· κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικείαι ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ τοῦ ἀνέμου ἐναντίου ὄντος, ἤλθομεν ἐν τῶ κορασίω· καὶ ἐξελθόντες παρὰ τὸν αἰγιαλόν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαὐτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναί τινὰ· ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν τὲ ἤλθομεν ἐκ παλαιὰς τῆς ἱσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου, παρ’ἐμέιναμεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος τῶ ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκινησίἀς καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντες ἐν αὐτῆ εὕρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπερώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπε δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἦν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμῖν ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπαίνεται· οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπι τῶ λόγω, ἠρώτων ἡμᾶς· τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο, ὃ μέλλετε δοῦναι ἡμῖν· εἶπε δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν, καὶ συντάσσεσθε τῷ κῴ ἰῦ χῷ· λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο, ὄπέρ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς´· ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλτες καὶ λέγοντες· ἀξιοῦμέν σε πέρ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καταγαγὼν δὲ αὐτοὺς εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς´ καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· καὶ ἔγνωσαν ἐἁυτοὺς, ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ἰδείας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναύται πολλὰ ἡδυνήθησαν κερδάναι· κατ’ἐλθόντες δὲ εἰς τὸν αἰγιαλὸν, ἠσπασάμεθα αὐτοὺς τῶ λόγω τοῦ θῦ, καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἶς ἐξ’ αὐτῶν ὁ κλιθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν, καὶ οὐκ ἴασεν ὁ βαρνάβας· διαπεράσαντες δὲ, κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυατικὴ, εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους· πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέὡς ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ χῦ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς· βίβλον, τῆς τοῦ θῦ φωνῆς, καὶ ποιήματα συγγράματα· ταύτα ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χάριν, εὐθέως τῶν παθῶν ἰάσεις ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπιθῶ· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ ἴασεν ἡμᾶς ἐν τῆ πόλει, ἀλλὰ πρὸς τὴν πύλην ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστιθῆναι ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν· ἐξἐλθόντες δὲ τῆς λαπίθου, καὶ διὰ τῶν ὀρέων διοδεύσαντες, ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὂν εὑρόντες καὶ ἠρακλέωνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ· οὗτος ἦν ἀπὸ τῆς μασίας ἐλθὼν, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρησεν αὐτόν· πρόην ἐπὶ τῆς κιτιαίων συντυχίαν πεποιηκὼς μετὰ παῦλου πρὸς αὐτον· ὧ, καὶ πνᾶ ἅγιον ἔδωκαν μετωνὀμάσαντες αὐτὸν ἠρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον ἐν κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν αδελφοῖς κατηχηθεὶς μετ’ αὐτῶν παρέθέμεθα αὐτῶ τὸν λόγον τοῦ θῦ διἐλθόντες τὸ ὅρος τὸ καλούμενον χιωνῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖ εὕρομεν ῥόδωνἀ τινα ἱερόδουλον· ὃστις καὶ αὐτὸς πιστεύσας, συνηκωλούθησεν ἡμιν· συνηντήσαμεν δὲ ἰουδαίω τινὶ, ὀνόματι βαρισοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου, ὅς τι καὶ ἐγνώρησεν βαρνάβαν, ὄντα πρόην μετὰ παῦλου· οὗτος, οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν, ἐν τῶ ὄρει επιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτω ὁ βαρνάβας ἐπίστραφεῖς, ἐπετίμησε καὶ ἀπεπέσε τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὶ τραυματισθέντες ὥς τινες ἐξ αυτοὺς καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ, ἔφυγον ἐν τῶ ἰερῶ τοῦ ἀπόλλωνος, τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ κουρεῖου· πολὺ πλῆθος ἰουδαίων ὢν εκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισοῦ, ἔξω τῆς πόλεως, καὶ οὐκ ἔἀσεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὢν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἑσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινὶ, ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λαιπρὸς ὢν, ἐκαθαιρίσθη ἐν αντιοχεία· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον, καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ εμειναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἢν ἐν τῶ ἱερω ἐν τῶ ὄρει· ἀσέμνων νυναικῶν τε καὶ ἀνδρῶν σπενδόντῶν ἐκεῖ· προσελθὼν οὖν ὁ βαρισοὺς, συνεσκεύασε τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, πρὸσχοῦσα, ἐδέξατο ἡμᾶς εἰς τὸν οἶκον αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξέτε κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα η σπονδὴ τῶν μιἀρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων ἡμᾶς· καὶ ρλθόντων ἡμῶν ἐν κιτιῆ, πολλοῦ θορύβου γινομένου· κακεῖ ἐν τω δρομίω αὐτῶν, καὶ μαθόντες, παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν ἅπαντες τῶν ποδῶν ἡμῶν· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο· εἰ μὴ ἐν τῆ πύλη μιαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντες δὲ ἐν πλοίω ἀπὸ τῶν κιτιαίων, ἤλθομεν ἐπὶ σαλαμείνα, καὶ κατήλχθημεν ἐν ταῖς λεγομέναις νήσοις, ἔνθα κατείδωλος τόπος ὑπῆρχεν· πανηγύρεις καὶ σπονδαὶ γὰρ ἐκεῖ πάλιν εὐρόντες ἠρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρυσσειν τὸ τοῦ χῦ εὐαγγέλιον· καθιστῶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δε ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν καὶ ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον, ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δὲ τοῦ βαρισοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ’ ὀλίγους ὑπὸ βαρνάβα, θυμωθεὶς ὁ βαρισοὺς, συνῆξαι πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησε κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ηγεμῶνι τῆς σαλαμήνης· καὶ ὡς ἔδησαν αὐτὸν τοῦ ἀγαγεῖν πρὸς τὸν ἡγεμῶν(α), εὐσεβοὺς ἰεβουσαίου συγγενοὺς νέρωνος καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰὃυδαίοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἀπὸ τοῦ ἱπποδρομίου ἐπὶ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστὰ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτι λαβόντες τὴν κονίαν αὐτοῦ, ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολύβδω ἀσφαλισάμενο(ι) ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτήν· εὐρῶν δὲ καιρὸν τῆς νυκτὸς, ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὑρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἐβυσαίων, τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον τόπον εὑρόντες, ἐν αὐτῶ ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ τοῦ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παϋνὶ ι̅ζ κατ’ αιγυπτίους· τῆς δὲ γενεὰς ἔτοὺς δωδεκάτου· κατὰ δὲ ῥωμαίους μηνὶ ἰουνίω δεκάτη πρῶτη· ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ἰουδαῖοι καθ’ ἡμῶν. καὶ μόλις εὐρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς πόλις λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν ἑαυτῶ· καὶ οὕτως ἐλίθασαν ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· πρὸσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδωνα, ἤλθομεν ἐν κώμι λιμνήτη· ἐὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσαντες κατήχθημεν εἰς ἀλεξάνδρειαν· κακεῖ ἔμεινα διδάσκων τοὺς πρὸσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κύ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χῦ, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς´ καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς´· τῶν καὶ μετωνομάσαντων με μάρκον, ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ελπίζω πρὸσἐνεγκεῖν πολλοὺς εἰς τὴν δόξαν τοῦ χῦ, διὰ τῆς χάριτος αὐτοῦ, αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. |
τῆ αὐτῆ ἡμε(ρα) περίοδοι καὶ μαρτύριον· τοῦ ἁγίου καὶ πανευφήμου ἀπο καὶ μάρτυρος βαρνάβα.ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἱσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ ἴδων ἐγὼ καὶ ἐδούλευσα προθύμως. ἀναγκαίον ὠήθην· ἃ ἴδον μυστήρια καὶ ἥκουσα, ἐξηγήσασθαι· ἐγὼ ἰωάννης σὺνἀκολουθῶν· βαρναβα καὶ παῦλω τοῖς ἀποστόλοις ὑπηρέτης ῶν· τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν, πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου. τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν ὁράματι ἄνδρα τινὰ. ἐφ’ἑστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἴπεν μοι· θάρσι ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου, μετ’ὀνομάσθη μάρκος· καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμώ κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ· καὶ ἐδόθει σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ο ραμα ἴδον· σύντρομος γενόμενος· ἀπελθὼν προς τοὺς πόδας βαρνάβα· ἀπήγγειλα αὐτῶ ἃ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα· ἠνίκα ἀνεθέμην τὰ τοιαύτα μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνώθη γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν· καὶ ἀπ’ἀλλοτριωθῆναι τοῦ ἑθνους σου, οὕτω καὶ τελειωθήσει· πλὴν· καὶ τὸν ὅντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ’ ἑαὐτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεικᾶ· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥῆματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταῦτα δι’ ἐμου· κατηχηθέντες οὖν παρ’ αὐτοῦ, ἐμείναμεν ἐν ιεροσολύμοις ἡμέρας ἱκανᾶς· καὶ ἤλθαμεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν, κατηντήσαμεν ἐν σελευκία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω· καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὖ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο· βουλόμενος ἐπὶ τὰ δυτικᾶ μέρη πορέυεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν· ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεῖα ἧσαν, ἐπορεύθην πρὸς αὐτούς· εὔρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδυπορίας ἐν αντιοχεῖα· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμώνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱλημ τῆ ἑορτῆ· πολλὴ τοίνυν φιλονικεῖα μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς· διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτον εἶναι· καὶ ἐν τῆ κύπρω πᾶση ὑπηρετῆσαι αὐτοῖς· ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας· κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔκλεγων ὥστε με σὺν αὐτοῖς ἀκολουθῆσαι διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι ἡ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σεαὐτοῦ. πορεύου εἰς ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ’ ἡμῶν· βαρνάβας δὲ ἐν ἐαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε· λαβῶν αὐτὸν πορεύου· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πός σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθήσαν σοι· πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκ’ἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοῖ τῆ νυκτὶ ταῦτη· παρέστη ὁ κς λέγων· μὴ βιάσι βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασθαι φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα πρὸσκυνῆσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασθη· ἡσπασάμεθα τοι γὰρ οὖν ἀλλήλους καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοίον ἐν λαωδικία. ἡρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος εὐρέθη καὶ οὐκ’ εἰδυνήθημεν· ἥλθομεν δὲ ἐν τῶ κορασίω· καὶ εἰσελθόντων ἡμῶν εἰς τὸν αἱγιαλὸν ἔνθα πηγὴ ἣν , ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν· μὴδ’ἑνὶ ἑἀυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παῦλου· ἐκεῖθεν δὲ ἥλθωμεν εἰς παλαιᾶς τῆς ἰσαυρίας· κακ εῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούσι καλουμένη· καὶ χειμώνος γενομένου, παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς εὐφήμιος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας· καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὔρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπἡρώτουν πόθεν καὶ τίνες ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα, ἥτις οὐδέποτε ῥυπένεται οὐδὲ ἔστιν ἐν αὐτῆ μῶμος· ἀλλὰ πάντοτε λαμπρὰ ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἡρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνω· ὃ μέλλεται ἡμῖν διδόναι; εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἂν ἐξομολογεῖσθαι τὰς ἁμαρτίας ὑμῶν καὶ σὺντάσσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνω ὅπέρ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ δός ἡμῖν τὸ ἔνδυμα ἐκεῖνω· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἀγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς ἀφ ὦν καὶ οἱ ναῦται πολλὰ ἡδυνήθησαν κερδάναι· κατελθόντες δὲ ἐν τῶ αἱγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ καὶ ἡυλογήσαμεν αὐτοὺς· ὁ δὲ εἶς ἐξ αὐτῶν ὁ κληθεῖς στέφανος, ἐβούλετο σὺνἀκολουθήσαι ἡμῖν· καὶ οὐκ είασεν αὐτὸν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν κατἐπλεύσαμεν ἐν κύπρω· καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυάκι, εὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδοῦλους· πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ σὺνήχετω πυρετῶ πολλῶ· ὃ καὶ ἐπιθέντες τὰς χείρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ χυ· ἣν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαῖου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταῦτην ἐπιτηθεῖς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἁπάντων ἡμῖν χῶραν, εὐθέως τῶν παθῶν ἵασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλωμανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἥλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου διὰ τῶν ὁρίων διοδεύσαντες, ἥλθομεν εἰς κόμην λαμπαδιστοῦ ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν, εὐρῶντες καὶ ἡρακλέωνα ὅντα ἐκεῖ, ἐξενίσθημεν παρ’ αὐτῶ· οὕτος ἣν ἀπὸ τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν. ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς σκιτιέων σὺντυχίαν πεποιηκῶς μετὰ παύλου πρὸς αὐτὸν· ὃ καὶ πνα ἅγιον ἔδωκαν μετ’ὀνομάσαντες αὐτὸν ἡρακλείδην χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιτηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ· καὶ τοῖς ἐκεῖσε οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ’ αὐτοῦ, παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω· κακεῖθεν εὔραμεν ῥώδονα τινὰ ἱερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας τῶ χω, σὺνἡκολούθησεν ἡμῖν· συνηντῆσαμεν δὲ ιουδαίω τινὶ ὀνόματι βαριησοῦ ἐρχομένω ἀπὸ τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὅντα πρώην μετὰ παύλου· οὗτος οὐκ εῖασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τῶ κουρίω· καὶ εὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τὲ καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτο ὁ βαρνάβας ἐπὶστραφεὶς ἐπετίμησεν· καὶ κατἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος· καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοῖ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὅντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ἰουδαίων ὃν ἐκεῖ· ὑποβληθὲν ὑπὸ τοῦ βαριησοῦ ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ τῶν δένδρων τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιοῦση ἥλθομεν εἰς κώμην τινὰ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν, ἐκαθαρίσθη ἐν ἀντιοχεῖα· ὃν καὶ ἐσφράγησαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστηλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἔλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι καὶ πολὺ πλῆθος ἣν ἐλλήνων ἐν τω ϊερῶ ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ· πρὸσἐλθῶν οὖν ὁ βαριησοῦς σὺνἐσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα. καὶ αὕτη τοῖς εἰδώλοις μὴ πρὸσκυνοῦσα· πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετίναξεν κατ’ ἔναντι τοῦ ἱεροῦ ἐκεῖνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες, ἥλθομεν διὰ τῶν ἐρήμων τόπων· ἡκολοῦθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς σκιτιεῖς πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθόντες παρήλθομεν τὴν πόλιν· ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν εἰς πλοίον ἀπὸ τῆς σκιτιέων, ἥλθομεν ἐπὶ σαλαμίναν· καὶ κατήχθημεν ἐν τοῖς λεγομένοις νήσοις ἔνθα κατ’εἴδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὑρόντες ἡρακλίδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐἀγγέλιον· καθστᾶν ταῖς ἑκκλησίαις καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντίσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρὰ ματθαῖου, ἥρξατο διδάσκειν τοὺς ϊουδαῖους· καταντίσαντος δὲ τοῦ βαριησοῦ μετὰ δύο ἡμέρας· μετὰ τὸ κατηχηθῆναι ιουδαίους οὐκ’ ὁλίγους ὑπὸ βαρνάβα, θυμοθεὶς ὁ βαριησοῦς συνήξεν πᾶν τὸ πλῆθος τῶν ιουδαῖων· καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ ὡς ἔδισαν αὐτὸν πρὸς τὸ ἀπαγαγὴν αὐτὸν πρὸς τὸν ἡγεμόνα εὐσεβοὺς ïεβουσσαίου· συγγενοὺς νέρωνος καταντίσαντος ἐν κύπρω μαθόντες οἱ ιουδαῖοι λαβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδεισαν ἐν σχυνίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς σὺναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρί· ἡ δε χάρις τοῦ θυ διεφύλαξε σῶον, τὸ τίμιον αὐτοῦ σώμα· εὐθέως δὲ τῆ αὐτη τῆ νυκτῆ λαβόντες τὸ λείψανον αὐτοῦ, εἴλησαν ἐν σινδόνι· καὶ μολίβδω ἀσφαλισάμενοι, ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥήψαι αὐτὸν· εὐρὼν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ἰωάννης ὁ καὶ μετ’ὀνομασθεῖς μάρκος· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥώδονος βαστάσαι δυνηθείς, ἥλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγωμεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ἰεβουσσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες, ἐν αὐτῶ ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς, παρέλαβεν παρὰ ματθαίου· ἣν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτου· μηνὶ παυνὶ ι̅ζ̅ κατ’ αἰγυπτίους· τῆς δὲ γενεὰς ἔτους δωδεκάτου· κατὰ δὲ ῥωμαίους· μηνὶ ἰουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω τινὶ, ζήτησιν οὐκ’ ὁλίγην ἐποίησαν οἱ ϊουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες, κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγωμεν ἐν αὐτῶ· καὶ οὕτω διἡλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥώδονα ἥλθομεν ἐν κώμη λημνίτι· καὶ εὑρόντες πλοίον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ· καὶ πλεύσα ντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετ’ὀνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος· ἐν ὧ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῶ ἡ δόξα τῶ πρι καὶ τῶ ὑιῶ καὶ τῶ ἁγίω πνι νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν |
περίοδοι και μαρτύριον τοῦ π̅δ̅ ἁγίου βαρνάβα τοῦ αποστο(λου)ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χῦ παρουσίας· τοῦ αόκνου καὶ φιλανου καὶ ἰσχυροῦ· καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγὼ ὧ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην ἃ ἤκουσα καὶ εἶδον μυστήρια ἐγὼ ἰωάννης ἐξηγήσασθαι συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἁγίοις ἀποστόλοις· ὑπηρέτης ὢν· τὸ πρὶν μὲν, κυρίλλου τοῦ ἀρχιερέως τοῦ διός· νῦν δὲ, χάριν λαβὼν πνς ἁγίου δια παύλου καὶ βαρνάβα καὶ σíλα τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με ἐν εἰκονίω· μετὰ οὖν τὸ βαπτισθῆναί με. εἶδον ἄνδρα τινὰ ἐφεστῶτα ἐν λεη κῆ στολῆ περιβεβλημένον καὶ εἶπέν μοι· θάρσει ἰωάννη καὶ γὰρ τὸ ὄνομα σου μετονομασθήσεται μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος. παρῆλθεν ἀπο σου· καὶ ἐδόθη σοι σύνεσις. προγνῶναι τὰ μυστήρια τοῦ θυ ὡς δε τὸ ὅραμα εἶδον. σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας βαρνάβας καὶ ἀπήγγειλα αὐτῶ ἃ εἶδον καὶ ἤκουσαν παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἐγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμυ ἣν εἶδες· καμοὶ γὰρ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων ὅτι θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σου ἐθνους. οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα μεθ ὑμῶν ὑπηρέτην. καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ. ἔχει γάρ τινα μυστήρια· νῦν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας, καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει· ταῦτα δέ μου κατηχηθέντος παρ’ αὐτοῦ. ἐμείναμεν ἐν εἰκονίω ἡμέρας ἱκανὰς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβὴς ὅστις ἡμᾶς καὶ ὑπεδέξατο. οὗ καὶ τὸν οἶκον ἡγίασε παῦλος· ἐκεῖθεν τοίνυν. κατηντήσαμεν ἐν σελευκεία· καὶ προσμείναντες ἡμέρας τρεῖς, ἐπλεύσαμεν εἰς κύπρον καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας κακεῖσε λοιπὸν παρεμεινα ὡσεὶ μῆνας δύο βουλόμενος ἐπὶ τα δοτικὰ μερη ἀποπλεπαι · καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους· και μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν. ἐπορεύθην πρὸς αὐτούς εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν αντιοχεία ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με, σφόδρα ἐλυπήθη δια τὸ βραδυναί με ἐν παμφυλία· καὶ προσελθὸν ὁ βαρνάβας παρεκάλεσεν αὐτόν καὶ ἐγέσατο ἄρτου ὀλίγον δὲ ἔλαβεν αὐτὸν καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κύ καὶ πολλοὺς τo ν ἰουδαίων καὶ ἑλλήνων ἐφώστισαν· ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς καὶ ἐφοβούμην παῦλον προσεγγίσαι αὐτῶ. καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν παμφυλία διάγοντα· καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ’ ἐμοῦ· μετάνοιαν δὲ ἐδίδον ἐπι τοῖς γόνασιν εἰς τὴν γῆν παύλω. καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπι σάββατα τρία τῆ παρακλήσει· καὶ τῆ δεήσει γονυπαιτῶν. οὐκ ηδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμ’αὐτοῦ· ἡ δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με, διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν παμφυλία· ὡς δὲ ἐγενετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν ἀντιοχεια· τῆ μιᾶ τῶν σαββάτων καθεσθέντες ὁμοῦ. συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους· καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν κύπρω καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας. ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θυ· παρεκάλει δὲ ὁ βαρνάβας ἐλθεῖν τὸν παῦλον πρότερον ἐν κύπρω. καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῆ κώμη αὐτοῦ· καὶ λούκιος δὲ παρεκάλει· ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ κορίνην· ὅραμα δὲ ἦν καθύπνον ὀφθὲν τῶ παύλω. ὥστε σπεῦσαι αὐτὸν ἐπι ιλημ δια τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ· βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν κύπρω καὶ ποιῆσαι τὸν χειμῶνα. καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιλημ ἐν τῆ ἑορτῆ· πολλὴ μεταξὺ αὐτῶν τοίνυν φιλονεικία ἐγίνετο· βαρνάβας δὲ παρεκάλει. καμὲ συνακολουθῆσαι αὐτοῖς. δια τὸ ἐξ αρχῆς ὑπηρέτην αὐτῶν εἶναί με· καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησα αὐτοῖς. ἄχρις οῦ καντήντησαν ἐν πέργη τῆς παμφυλίας. κακεῖ ἀπεμεινα ἡμέρας ἱκανὰς· ὁ δε παῦλος κατέκραζεν τοῦ βαρναβα λέγων ὅτι ἀδύνατον τοῦτον ἐλθεῖν μεθ ἡμῶν· καὶ οἱ ὄντες δὲ μεθ ἡμῶν ἐκεῖ, παρεκάλουν ὥστε καμὲ συνακολουθῆσαι αὐτοῖς· ὥστε λέγειν τὸν παῦλον τῶ βαρνάβα· ὅτι εἰ βούλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετονομασθέντα μετα σεαυτοῦ. πορεύου ἑτέραν ὁδόν οὐ γὰρ ἐλθη μεθ ημῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς πορεύου ἐν τῆ χάριτι τοῦ χυ. καὶ ἡμεῖς ἐν τῆ δυνάμει τοῦ πνς· κλίναντες τοίνυν τὰ γόνατα, προσηύξαντο τῶ θω· καὶ ἀναστενάξας παῦλος, ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς τὴν ἀρχὴν. οὕτως καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε περ παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μου ὁ κάματος γένηται εἰς αἴνεσιν· οἶδας γὰρ πῶς σοι ἐδούλευσα εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν ἡμῖν· πορεύομαι γὰρ ἐν κύπρω καὶ σπεύδω τελειωθῆναι. οἶδα γὰρ οὐκἔτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ἱκανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλοὺς· καὶ σοὶ δὲ ἐν τῆ δοθείση σοι χάριτι. πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγιω τόπω· κακεῖ σοι δειχθήσεται. ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται· ἠσπασάμεθα δὲ ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· καὶ κατελθόντες εἰς λαοδίκειαν. ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ευρόντες πλοῖον ἀπερχόμενον εἰς κύπρον, ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν. ὁ ἄνεμος ἐναντίος ευρέθη· ἤλθομεν δὲ ἐν τῶ κορασίω· καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ· μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες. διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἀναχθέντες δὲ ἀπο κορασίου. ἤλθομεν ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου. ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνηρ τις εὐλαβὴς. ὀνόματι εὔφημος. ὃν καὶ πολλὰ κατήχησε βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλω τῶ οἴκω αὐτοῦ· ἐκεῖθεν τε παρεπλεύσαμεν τὰς ἀκονησίας. καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. εὕρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν· εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμὲν ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα. καὶ περιβάλλω ὑμᾶς ἐσθητα. ἥτις οὐδέποτε ῥυπαίνεται. οὐδέ ἐστιν ἐν αὐτῆ ῥυπαρία ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλει διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάξησθε τῶ κω ἡμῶν ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο. ὅπέρ ἐστιν ἄφθαρτον εἰς τον αἰῶνα· κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἐπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμέν σε περ. δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο ἡμεῖς γὰρ πιστεύομεν ὧ κηρύττεις ζῶντι θω καὶ ἀληθινῶ· καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγῆν. ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς. ὅτι ἐνεδύσαντο δύναμιν καὶ στολὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσεν τὸν ἕνα· καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ χρήματα αὐτῶ. καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας τοῖς πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ. ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ εὐλογήσας αὐτοὺς. ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῶ πλοίω· ὁ δε εἷς αὐτῶν ὁ ἐπικληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ βαρνάβας· διαπερασάντων δὲ, ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω δια νυκτός. καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομμυακίτη εὕρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους. πρὸς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστησαμεν τὸν πυρετὸν αὐτοῦ. ἐπικαλεσάμενοι τὸ ὄμα τοῦ κυ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφὼς βιβλίον· τῆς τοῦ θυ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων συγγράμματα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν. καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει· γενομένων δὲ ἡμῶν ἐν λαπίθω· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψυξαμεν μικρὸν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν σὺν ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου, δια τῶν ὀρέων ὡδεύσαμεν· και ἤλθομεν εἰς πόλιν λαμπαδίστου ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἠράκλειον ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτῶ· οὗτος ἠρακλέων ἦν ἀπὸ τῆς ταμασέων ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν. πρώην ἐπι τῆς κητιαίων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτὸν. ὧ καὶ πνα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος· μετωνόμασέν τε αὐτὸν ηρακλείδην· χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν ταμάσω κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν· ἡμῶν δὲ διελθόντων τὸ ὄρος τὸ καλούμενον χιονῶδες. καντηντήσαμεν ἐν παλαιῶ πάφω· κακεῖ εὑρόντες ῥόδωνα ἱερόδουλον· ὃς καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνατήσαντες δέ τινι ἰουδαίω ὀνόματι βαρὶησοῦ ἐρχομένω ἀπο πάφου· ὅστις καὶ ἐγνωρισεν βαρνάβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ ἠθελησεν ἡμᾶς εἰσελθεῖν ἐν πάφω· ἀλλ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω· καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῆ ὁδῶ πλησίον τῆς πόλεως ἐπιτελούμενον ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῶ τόπω ἐκείνω· στραφεὶς δὲ ὁ βαρνάβας. τούτω ἐπετίμησεν καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος. ὡστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῆ καλουμένη ἱερᾶ· ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ ἱεροῦ· πολὺ πλῆθος ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ βαρἰησοῦ. ἔστησαν ἔξω τῆς πόλεως. καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ’ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν· καὶ ἀνεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιούση ἤλθομεν ἐν κώμη τινί ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθαρίσθη ἐν ἀντιοχεια· ὃν καὶ ἐσφράγισε παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον· καὶ ἀπέστειλαν εἰς τὴν κώμην αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκει· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν τε ἤλθομεν ἐν ἀμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων· προλαβὼν δε κακεῖ ὁ βαριησοῦς. συνεσκευασεν τὸ ἔθνος τῶν ἰουδαίων. καὶ οὐκ εἴασεν ἡμας εἰσελθεῖν εἰς τὴν πόλιν εἰ μὴ γυνή τις χήρα ὡς ἐτῶν ὀγδοήκοντα ἔξω τῆς πόλεως οὖσα. καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσέχουσ α ἡμῖν. ἐδεξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν, τῶν ποδῶν ἐξετιναξαμεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν ἱερέων ἐγίνετο· ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ τίμων· καὶ ἐλθόντων ἡμῶν προς κιτιεῖς. πολλοῦ θορύβου γενομένου· κακεῖ ἐν τῶ ἱπποδρομείω αὐτῶν. μαθόντες ἐξήλθομεν τὴν πόλιν ἐκτιναξαμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο. ἡμὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν. πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κητιαίων. ἤλθομεν ἐπὶ σαλαμίνη· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις. ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· κακεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· εὑρόντες δὲ κακεῖ πάλιν ἡρακλείδην. ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θυ εὐαγγέλιον· καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη. κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομενης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου τοῦ συνεργου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους· καταντήσαντος δε τοῦ βαριησοῦ μετα δύο ἡμέρας· μετὰ τὸ κατηχῆσαι ἰουδαίους οὐκ ὀλίγους. θυμωθεὶς, συνῆξε πᾶν τὸ πλῆθος τῶν ἰουδαίων· καὶ κατασχόντες τὸν βαρνάβαν. ἐζήτησαν παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμίνης· καὶ δήσαντες αὐτὸν πρὸς τὸ ἀγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς δὲ ἰεβουσαίου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω· μαθόντες οἱ ἰουδαῖοι· λαβόντες τὸν βαρνάβαν νυκτος. ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου· καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομεῖον ἀπὸ τῆς συναγωγῆς καὶ περάσαντες ἔξω τῆς πύλης, περιστάντες, κατέκαυσαν αὐτὸν πυρί. ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενεσθαι· εὐθέως δὲ αὐτῆ τῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι, ἐσκέπτοντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν· ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός· καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς. ἤλθομεν ἐν τόπω τινί καὶ εὑρόντες σπήλαιον. κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῶ. ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ ἰουδαῖοι καθ’ ἡμῶν· καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κώμης λέδρων· καὶ εὑρόντες κακεῖ σπήλαιον πλησίον τῆς κώμης, κατεφύγομεν ἐν αὐτῶ. καὶ οὕτως διελάθομεν αὐτούς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω τρεῖς ἡμέρας· καὶ ἀναχωρησάντων τῶν ἰουδαίων. ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός· ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν. εὕρομεν πλοῖον αἰγύπτιον· καὶ ανελθόντες εἰς αὐτὸ. κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος. ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ χυ· τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πρς καὶ υἱοῦ καὶ ἁγίου πνς τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος, ἐν ὧ καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θυ διὰ τῆς χάριτος αὐτοῦ. ὅτι αὐτῶ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.περίoδ(οι|ος) καὶ μρ τοῦ ἁγίου ἀπο βαρνάβα πεπληστ(αι) δια θυ |
περίοδοι καὶ ἄθλησις τοῦ ἁγίου ἀποστόλου βαρνάβα, ἑνὸς ὄντα τῶν ἑβδομήκοντ(α). ἐπειδήπερ ἀπὸ τῆς καθόδου τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ ποιμένος καὶ ἱατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον, τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν, ἐθεασάμην ἐγὼ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖον ὠήθην, ἃ ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι ἐγὼ ἰωάννης συνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ τῶν ἱεροσολύμων ἀρχιερέως, νῦν δὲ χάριν πνς ἁγίου λαβὼν, διά τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα, τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με. μετὰ δὲ τὸ βαπτισθῆναί με, ἴδον ἐν ὀράματι ἄνδρα τινὰ ἐφεστῶτα, περιβεβλημένην στολὴν λευκὴν, καὶ εἶπεν μοι· θάρσει ἰωάννη· καὶ γὰρ καὶ τὸ ὄνομά σου μετὠνομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται, καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὅραμα ἴδον ἔντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ ἴδον μυστήρια, καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα. εἶπεν δέ μοι βαρνάββας·μηδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνοματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ, οὕτως καὶ τελειωθήση. πλὴν, καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινὰ μυστήρια θεϊκὰ. νῦν οὖν τέκνον φύλαξον ἐν σεαυτῶ τὰ ῥήματα ἃ ἴδες καὶ ἤκουσας· καιρὸς γάρ σε ταῦτα ἀποκαλύψαι. δι εμοῦ μέλλει. κατηχηθέντος οὖν μοι παρ αὐτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἰκανὰς· καὶ ἤλθομεν ἐν ἀντιοχεία, ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς, ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου, κατηχήθημεν ἐν πέργη τῆς παμφυλίας, κακεῖσε λοιπὸν παρεμείναμεν ὡς εἰ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρει πορεύεσθαι· καὶ οὐκ εἰασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. εὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν ἀντιοχεία. βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, , καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ἱερουσαλὴμ τῆ ἑορτῆ. πολλὴ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγένετο, βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην μετ αὐτῶν εἶναί, καὶ ἐν τῆ κύπρω πάση ὑπηρετῆσαι αὐτοῖς, ἄχρις οὗ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἰκανούς. ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. ἀλλὰ καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὅτι ἀδύνατον τοῦτον συνακολουθῆσαι, διὰ τὸ εὐχήν μοι, ὑπάρχειν ἕως τέλους αὐτοὺς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βουλει λαβεῖν ἰωάννην τὸν καὶ μάρκον μετὰ σοῦ, πορεύου ἑτέραν ὁδὸν· οὐ γὰρ ἔλθεις μεθ ἡμῶν· βαρνάβας δὲ ἐν ἑαυτῶ γενόμενος εἶπεν· ὅτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν, οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστὶν περ παῦλε λαβὼν αὐτὸν πορεύομαι, καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἡμεῖς ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο. καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνοις. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε, προσευξε περι ἐμοῦ· ἵνα τελείως μοι εἰς ἀνάπαυσιν ὁ κόπος γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα, καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθείσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω καὶ τελειωθῆναι σπεύδω· οἶδα γὰρ ὅτι οὐκἔτι ὅψομαι τὸ πρόσωπον σου περ παῦλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς. ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῆ δοθήσει σοι χάριτι πορεύου εἰς ἱεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακεῖθειν σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἠσπασάμεθα τοιγαροῦν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὑρόντες πλοῖον ἐν λαοδικεία, ἠρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος εὑρέθη καὶ οὐκ ἠδυνήθημεν· ἤλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλὸν ἔνθα πηγὴ ἦν, ἀνεψύξαμεν ἕκτῆν ὥραν, μὴ δὲ ἑαυτοὺς ἐμφανίσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ· ὅτι ἀπεχωρίσθη βαρνάβας ἐκ τοῦ παύλου. ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ἰσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλλουμένη, καὶ χειμῶνος γενομένου, παρεβάλομεν τρεῖς ἡμέρας· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος καλούμενος. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας, καὶ ἤλθομεν ἐν τῆ πόλει ἀνέμω οὕριωκαὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, εὕραμεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθε γνῶναι πόθεν ἐσμὲν, ἀπορρήψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἐστὶν ἐν αὐτῆ μῶμος, ἀλλὰ πάντοτε λαμπρᾶ ἐστίν. ξενισθέντες δὲ ἐπὶ τῶ λόγω, ἠρώτων ἡμᾶς τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδοναι. εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσσεσθε τῶ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνo. καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν. λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἀλλον. προσήνεγκαν δὲ αὐτῶ τᾶ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ’ ὧν καὶ οἱ ναῦται, πολλὰ ἠδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, κατηχήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ· καὶ ἠσπασάμεθα, καὶ εὐλογήσαμεν αὐτοὺς. ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος ἐβούλετο συνακολουθῆσαι ἡμᾶς· καὶ οὐκ ἔασεν βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομοιακιάτη, εὕραμεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους πρὸς οὓς καὶ ἐξενίσθημεν. τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ. ἦν δὲ ὁ βαρνάβας μαθήματα παρὰ ματθαίου εἰληφῶς, βιβλίον τῆς τοῦ θυ φωνῆς, καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτηθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν χώραν, εὐθέως τῶν ἴασιν ἐποίει. γενομμῶν ἐν τῆ πόλει λαεἰδωλομανίας ἐπιουμένης ἐν τῶ θεάτρἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου, ἦλθεν ἅμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπίθου, διὰ τῶν ὀρέων διοδεύσαντες, ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὃν εὑρόντες καὶ ἡρακλέονα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αυτῶ. οὗτος ἦν ἐλθὼν ἀπὸ τῆς ταμασίων, ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας, ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς σκητέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν, μετὠνομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονήσαντες δὲ αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν σπηλαίω ἐν ταμασῶ, καὶ τοῖς ἐκεῖ οὖσιν ἀδέλφοῖς τοῖς κατηχηθείσιν μετ αυτοῦ, παρεθέμετα αὐτῶ τὸν λόγον τοῦ θυ. διελθόντων δὲ ἡμῶν τὸ ὀρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφω, κακεῖ εὕραμεν ῥόδωνα τινὰ ἱερόδουλον, ὅστις καὶ αὐτὸς πιστεύσας, συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ἰουδαίω τινὶ ὀνόματι βαρϊησοῦ, ἐρχομένω ἀπὸ τῆς πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντι πρώην μετὰ παύλου· οὗτος οὐκ ἔασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ ὑποστρέψαντες, ἤλθομεν ἐν τῶ κουρίω. καὶ εὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνὸν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν, καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· τινὲς δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λοιποὶ, ἔφυγον εἰς τὸ ἱερὸν τοῦ ἀπόλλωνος, τῶ ὄντι πλησίον τοῦ κουρίου, πολὺ πλῆθος ἰουδαίων ὢν ἐκεῖ, ὑποβληθὲν ὑπὸ τοῦ βαρϊησοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ ὑπο δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν, καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δὲ ἐπιούση, ἤλθομεν ἐν κώμη τινί, ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν, ἐκαθαρίσθη ἐν ἀντιοχεία, ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον, καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω, διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐν τῶ τόπω ἐκείνω. ἐξενίσθημεν οὖν ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει, κακεῖ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ ἤλθομεν ἐν ἀμαθοῦντι, καὶ πολὺ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει, ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακεῖ. προσελθὼν οὖν ὁ βὰρϊησοὺς συνεσκεύασεν τὸ ἔθνος τῶν ἰουδαίων, καὶ οὐκ ἔασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, εἰ μὴ γυνή τίς χήρα ὡς ἐτῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, προσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν. ἐξερχομένων δὲ ἡμῶν, τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν ἀπέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν τε ἐξελθόντες, ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν. καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖ, πολλοῦ θορύβου γινομένου ἐν τῶ δρομίω αὐτῶν, κακεῖ μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμῖνα, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὑρόντες ἠρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον, καθιστᾶν τε καὶ λειτουργοὺς ἐν ταῖς ἐκκλησίαις. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμίνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν, τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας τὸ εὐαγγέλιον βαρνάβας ὅπερ ἦν λαβὼν παρὰ ματθαίου, ἤρξατο διδάσκειν τοὺς ἰουδαίους. καταντήσαντος δὲ του βὰρϊησοῦ μετὰ δύο ἡμέρας, μετὰ τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ὀλίγους ὑπο βαρνάβας, θυμωθεὶς ὁ βὰρἰησοὺς, συνῆξεν πᾶν τὸ πλῆθος τῶν ἰουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν, καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι σαλαμήνης. καὶ ὡς ἔδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν πρὸς τὸν ἡγεμόνα, εὐσεβοῦς τινὸς ὀνόματι ἰεβουσαίου, συγγενοῦς νέρωνος, καταντήσαντος ἐν κύπρω, μαθόντες οἱ ἰουδαῖοι, λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὀστὰ αὐτοῦ κόνιν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ, λαβόντες τὴν κόνιν αὐτοῦ, ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ῥίψαι αὐτό. εὑρὼν δὲ καιρὸν νυκτὸς ἐγὼ ἰωάννης ὁ καὶ μετωνομασθεὶς μάρκος, καὶ τοῦτον μετὰ τίμωνος καὶ ῥόδωνος βαστάσαι δυνηθείς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὑρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν ἰεβουσαίων κατώκει τὸ πρὶν· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐκεῖ αὐτὸν ἀπεθέμεθα, ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς, ἡμέρα σαββάτω, μηνὶ ἰουνίω ἑνδεκάτη· ὡς δὲ ἐκρύβημεν ἐν τῶ τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο ἰουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὑρόντες κατείωξαν ἡμᾶς τῆς κώμης λεδρῶν· καὶ εὑρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης, ἀνελθόντες κατεφύγομεν ἐν αὐτῶ, καὶ οὕτως διελίθουσαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρησάντων τῶν ἰουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον. πρὸσλαβόμενοι δὲ ἀρίστωνα καὶ ῥόδονα ἤλθομεν ἐν κώμη λιμνητὶ. εὑρόντες δὲ πλοῖον αἰγύπτιον, ἀνήλθομεν ἐν αὐτῶ, καὶ πλεύσαντες, κατήχθημεν ἐν ἀλεξανδρεία. κακεῖ ἔμεινα διδάσκων τοὺς προσφυγότας ἀδελφοὺς τὸν λόγον τοῦ θυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην ὑπὸ τῶν ἀγίων τοῦ χυ ἀποστόλων, τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετωνομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ ἁγίου βαπτίσματος, ἐν ὧ ἐλπίζω προσενέγκαι πολεἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς αὐτοῦ ἀγαθότητος· ὅτι αὐτῶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ πορσκύνησις ἅμα τῶ πρι καὶ τῶ ζωοποιῶ ἀπνι, νῦν καὶ ἀεὶ καὶ εἰαἰώνας τῶν ἀιών |
μ(ηνὶ) τῶ αὐ(τῶ) ια περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας· τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ισχυροῦ· καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον· τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ εἶδον ἐγώ καὶ ἐδούλευσα προθύμως. ἀναγκαῖον ὠήθην καὶ ἃ εἶδον καὶ ἤκουσα μυστήρια ἐξηγήσασθαι· ἐγὼ ιωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις· ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως· νῦν δὲ χάριν πνς ἁγίου λαβὼν· διὰ τε πέτρου τοῦ ἀποστόλου καὶ βαρνάβα καὶ παύλου τῶν ἀξίων τῆς κλίσεως τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ιδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημμένον καὶ εἶπεν μοι· θάρση ιωάννη καὶ γὰρ τὸ ὄνομα σου μετωνομάσθη μαρκος καὶ ἡ δόξα σου ἐν ὅλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ. καὶ ἐδόθη σοι σύνεσις προς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυ· ὡς δὲ τὸ ὅραμα ίδον· σύντρομος γενόμενος ἀπελθὼν προς τοὺς πόδας βαρνάβα. ἀπήγγειλα αὐτῶ ἃ ιδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ῥήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξειπης τὴν δύναμιν ἣν ίδες γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλωτριωθῆναι τοῦ ἔθνους σοῦ· οὕτως καὶ τελειωθήσει πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβου μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεϊκά· νῦν οὖν τέκνον φύλαξον σεαυτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀ πὸ καλύψαι μελλει ταῦτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ. ἐμείναμεν εν ιεροσολύμοις ἡμέρας ικανας· καὶ ἦλθομεν ἐν αντειοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκεία· ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς. απεπλεύσαμεν ἐν κύπρω. καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὖ περιῆλθομεν πᾶσαν τὴν κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς κύπρου. κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο. βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ ειασεν με τὸ πνα τὸ ἅγιον· ἐπιστρέψας δὲ πάλιν. ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθὼν ὅτι ἐν αντιοχεία ἦσαν. ἐπορεύθην προς αὐτούς· ἦυρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία· βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ιερουσαλὴμ τῆ ἐορτῆ· πολλῆ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγένετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθήσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση υπηρητῆσαι αὐτοῖς ἄχρις οὖ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας κακεῖ ἐπέμεινα χρόνους ικανούς ὁ δὲ παῦλος κατέκραζεν τῶ βαρνάβα λέγων ὅτι ἀδύνατον τοῦτον μεθ’ ἡμῶν ἐλθειν· καὶ οἱ ὅντες ἀδελφοὶ ἐκεῖ ἔλεγον ὡστέ με συν αυτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν παῦλον ὅτι εἰ βούλη λαβεῖν ιωάννην τὸν καὶ μάρκον μετὰ σεαυτοῦ· πορεύου εἰς ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος. εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν. οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβὼν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφει· πορεύου ἐν τῆ χάριτι τοῦ θυ και ἡμεῖς ἐν τῶ ἁγίω πνι· κλίναντες οὖν τὰ γόνατα προσηὔξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν· ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ἡμᾶς κοινῶς, καθὼς καὶ τὴν ψυχὴν. καὶ τὸ τελος ποιήσασθαι ἐν ανοις· ἐπειδὴ δὲ οὕτως σοι ἔδοξεν περ παῦλε. πρόσευξαι ὑπὲρ εμοῦ, ἵνα τελείως μοι ὁ κόπος εἰς ἀνάπαυσιν γένηται· οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσαν σοι· πορεύομαι γὰρ εν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ. ἔκλαυσεν ικανῶς· ὁ δὲ παῦλος ἔφη πρὸς αὐτόν· καμοὶ τὴ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μη βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεῖ γὰρ αὐτῶ ἠτοίμασται φωτίσαι πολλοὺς· καὶ σὺ δὲ ἐν τῆ ιδοθείση σοι χάριτι πορεύου εἰς ιεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω. κακείθεν σοι δειχθήσεται πού σοι τὸ μαρτύριον ἡτοιμασθη· ἠσπασάμεθα τοιγαροὖν ἀλλήλους· καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἠρωτῶμεν περάσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηὐρεθη καὶ οὐκ ηδυνήθημεν· ἤλθομεν δὲ ἐν τω κορασίω καὶ εἰσελθόντων ἡμῶν ἐν τῶ αἰγιαλῶ ἔνθα πηγὴ ἦν. ἀνεψύξαμεν ἐκεῖ τὴν ὤραν· μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου· ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ισαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεβάλωμεν ἡμέρας τρεῖς· καὶ εδόξατο ἡμας ἀνὴρ τίς εὔφημος ὀνόματι· ἐκεῖθέν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ. ηὔρομεν δύο ἕλληνας· καὶ εἰσἐλθόντες πρὸς ἡμᾶς. ἐπηρώτον τίνες καὶ πόθεν ἐσμέν· εἶπεν δὲ αὐτοῖς βαρνάβας. εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν. ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα· καὶ περὶβαλῶ ὑμᾶς ἐσθῆτα. ἥτις οὐδέποτε ῥυπένεται ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπὶ τῶ λόγῶ ἠρώτων ἡμᾶς· τί εστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσσεσθε τῶ κω ιυ χω. λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπέρ εστιν ἄφθαρτον εἰς αἰῶνα· κατανυγέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς. ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· ἀξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· καὶ καταγαγὼν αὐτοὺς εὐθὺς κάτω εἰς τὴν πηγὴν. ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ’ ἐμοῦ μίαν στολὴν. ἐνέδυσε τὸν ἕνα· καὶ ἐκ τῆς ιδίας στολῆς ἐνέδυσε τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν· καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι· κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα αὐτοὺς καὶ ἐλαλήσαμεν τὸν λόγον τοῦ θυ· καὶ ηὐλογήσαμεν αὐτούς· ὁ δὲ εἷς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος. ἐβούλετο συνακολουθῆσαι ἡμῖν καὶ οὐκ εἴασεν βαρνάβας· διαπερασάντων δὲ ἡμῶν. κατεπλεύσαμεν ἐν κύπρω· καὶ ἐισελθόντες ἐν τῶ λεγομένω κρομυακίατι. ηὔρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ιεροδούλους· προς οὓς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ· ὧ καὶ ἐπιθέντες τὰς χεῖρας. εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ’ αὐτοῦ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ ιυ· ἦν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς· βίβλον τῆς τοῦ θυ φωνῆς καὶ ποιημάτων σύγγραμμα· ταύτην ἐπιτιθεὶς πᾶσι τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατα τὴν ἀπαντῶσαν ἡμῖν χάριν. εὐθέως τῶν παθῶν ἴασιν ἐποίειτο· γενομένων δὲ ἡμῶν ἐν τῆ πόλει λαπίθων· καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω. οὐκ είασεν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου. ἦλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου. διὰ τῶν ὀρέων διοδεύσαντες ἤλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· προς ὃν εὐρόντες καὶ ἡράκλεονα ὄντα ἐκεῖ. ἐξενίσθημεν παρ’ αὐτοῦ· οὗτος ἦν ἀπὸ τῆς ταμασίων ἐλθὼν ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ βαρνάβας. ἀνεγνώρισεν αὐτὸν πρώην ἐπὶ τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου προς αὐτόν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην· χειροτονήσαντες αὐτὸν ἐπίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρίσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ’ αὐτοῦ. παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ἡμῶν τὸ ὄρος τὸ καλούμενον χιονῶδες. κατηντήσαμεν ἐν παλαιᾶ πάφω κακεῖ ἠύραμεν ῥόδονα τινὰ ιερόδουλον ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν· συνηντήσαμεν δὲ ιουδαίω τινὶ ὀνοματι βαρισσοῦ ἐρχομένω ἀπὸ τῆς πάφου ὅστις καὶ ἐγνώρισεν βαρναβαν ὄντα πρώην μετὰ παύλου· οὗτος οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ’ ὑποστρέψαντες ἤλθομεν ἐν τῶ κουρίω. καὶ ηὔρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον πλησίον τῆς πόλεως· ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιποὶ ἔφυγον ἐν τῶ ιερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου· πολὺ πλῆθος iουδαίων ὃν ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ. ἔστη ἔξω τῆς πόλεως καὶ οὐκ εἴασεν ἡμᾶς εἰσἐλθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ανεψύξαμεν ἐκεῖ· τῆ δὲ ἐπιουση ἦλθομεν ἐν κώμη τινὶ. ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὢν ἐκαθερίσθη ἐν αντιοχεία ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ· ἐξενίσθημεν δὲ ἐν τῶ σπηλαίω προς αὐτὸν ἐν τῶ ὄρει κἁκεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολὺ πλῆθος ἦν ἐλλήνων ἐν τῶ ιερῶ ἐν τῶ ὄρει ἀσέμνων γυναικῶν τὲ καὶ ἀνδρῶν σπενδόντων· κακεῖ προσελθὼν ὁ βαρισσοῦς συνεσκεύασε τὸ ἔθνος τῶν ιουδαίων· καὶ οὐκ είασεν ἡμᾶς εἰσελθειν εἰς τὴν πόλιν· εἰ μὴ γυνὴ τίς χῆρα ὡς ἐτῶν ὁγδοήκοντα· καὶ αὐτῆ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα. ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξἐτείναξεν κατέναντι τοῦ ιεροῦ ἐκείνου ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο· ἐκεῖθεν δὲ ἐξελθόντες. ἤλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ’ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κιτιεῖς· πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τω δρομίω αὐτῶν. μαθόντες παρήλθομεν τὴν πόλιν ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεῖς γὰρ ἡμᾶς ἐδέξατο. εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθεντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων. ἤλθομεν ἐπι σαλαμίνα καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσοις· ἐνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο· κακεῖ πάλιν εὐρόντες ἡρακλειδην. ἐδιδάξαμεν αὐτὸν σπουδῆ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον καθιστᾶν τὲ ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς· εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμῆνα. κατηντήσαμεν εἰς την συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσἐλθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ ματθαίου ἤρξατο διδάσκειν τοὺς ιουδαίους· καταντήσαντος δὲ τοῦ βαρισσοῦ μετὰ δύο ἡμέρας μετα τὸ κατηχηθῆναι ἰουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα· θυμωθεὶς ὁ βαρισσοῦς. συνῆξε πᾶν τὸ πλῆθος τῶν ιουδαίων καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης· καὶ ὡς έδησαν αὐτὸν προς τὸ απαγαγεῖν πρὸς τὸν ἡγεμόνα. εὐσεβοῦς ιεβουσσέου συγγενοῦς νέρωνος καταντήσαντος ἐν κύπρω μαθόντες οἱ iουδαίοι λαβόντες τὸν βαρναβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχείλου· καὶ σύραντες ἐπὶ τὸ ιπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρὶ. ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι· εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ. ἔβαλον ἐν σινδόνι· καὶ ἐν μολίβδω ἀσφαλισάμενοι. ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν· εὑρὼν δε καιρὸν τῆς νυκτός ἐγὼ ιωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτο μετα τίμωνος καὶ ρωδωνος βαστάσαι δυνηθεὶς· ἤλθομεν ἐν τόπω τινὶ· καὶ εὐρόντες σπήλαιον· κατηγάγομεν αὐτὸν ἐκεῖ. ἔνθα τὸ ἔθνος τὸ ιεβουσσαίων τὸ πρὶν κατώκει· ἀποκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ. ἀπεθέμεθα ἅμα τοῖς μαθήμασιν οἷς παρέλαβεν παρα ματθαίου· ἦν δὲ ὦρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μηνὶ παϋνὶ κατ αιγυπτίους ἑπτακαιδεκάτη· τῆς δε γενεὰς ἔτους ι̅β̅· κατα δε ῥωμαίους μηνι ιουνίω ι̅α̅· ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ιουδαίοι καθ ημῶν· καὶ μόλις εὐρόντες. κατεδίωξαν ἡμᾶς ἕως τῆς κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει πλησίον τῆς κώμης ἀνελθόντες κατεφύγομεν ἐν αυτῶ. καὶ οὕτως διειλήθησαν εἰς ἡμᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ αναχωρησάντων τῶν ιουδαίων, ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δε ἀρίστωνα καὶ ῥώδονα. ἤλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ θυ· φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἄπερ ἐδιδάχθην ἁπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὧ ἐλπίζω πολλοὺς προσἐνέγκαι εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τους αἰῶνας τῶν αἰῶνων· ἀμήντοῦ ἀγίου αποστολ(ου) βαρνάβα |
περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἁπο βαρνάβα. ευ°. ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας, τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγώ καὶ ἐδούλευσα προθύμως ἀναγκαίον, ὠήθην ἃ ἴδον μυστήρια καὶ ήκουσα ἐζηγήσασθε. ἐγὼ ϊωάννης σὺνακολουθὼν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχιερέως, νῦν δε χάριν πνς ἁγίου λαβῶν, διά τε πέτρου τοῦ ἀπὸστόλου καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξίων τῆς κλήσεως τῶν καὶ βαπτισάντων με. μετα δὲ τὸ βαπτισθήναῖ με ἶδον ἐν οράματι, ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολὴ περὶβεβλημένον, καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὅνομά σου μετονομάσθη μάρκος, καὶ ἡ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τα μυστήρια τοῦ θυ. ὡς δὲ τὸ ὄραμα εἶδον, σύντρομος γενάμενος ἀπελθῶν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ ἃ ἴδον καὶ ἥκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἣν ἔγγιστα ἡνίκα ἀνεθέμην τα τοιαύτα ρήματα. εἶπεν δέ μοι βαρνάβας· μὴδενὶ ἐξείπης τὴν δύναμιν ἣν ἴδες. γνώθη γὰρ ὅτι καμοὶ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθήναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση. πλὴν καὶ τὸν ὄντα ἐγγὺς ἡμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ εαὐτοῦ· ἔχει γαρ τινὰ μυστήρια θεϊκά. νῦν οὖν τεκνον φύλαξόν σε αὐτῶ τὰ ῥήματα ἃ εἶδες καὶ ήκουσας· καιρὸς γάρ σε ἀπὸκαλύψαι μέλλει ταύτα δι εμοῦ· κατηχηθέντες οὖν παρ αυτοῦ, ἐμείναμεν ἐν ἱεροσολύμοις ἡμέρας ἱκανάς· καὶ ἦλθωμεν ἐν ἀντιοχεία· ἐκείθεν τοίνυν κατηντήσαμεν ἐν σελεύκια, ἐκεῖ δὲ πρὸσμείναντες ἡμέραν τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω, καὶ ἥμιν ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οῦ περὶἦλθωμεν πάσαν τὴν κύπρον· ἀναχθεντες δὲ ἀπὸ τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας. κακεῖσε λοιπὸν παρέμεινα ὡσ ἡ μήνας δύο, βουλόμενος ἐπὶ τὰ δυσικὰ μέρη πορεύεσθαι καὶ οὐκ είασέν με τὸ πνα τὸ ἅγιον. ἐπιστρέψας δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν αντιοχεία εἰσὶν, ἐπορεύθην πρὸς αὐτούς. ηὕρον δὲ τὸν παύλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία. βαρνάβας δὲ παρεκάλει αὐτὸν ὥστε εἰσἐλθειν αὐτοὺς εἰς κύπρον καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊερουσαλὴμ τῆ ἐορτῆ. πολλὴ τοίνυν φιλονικία μεταξὺ αὐτῶν ἐγίνετο. βαρνάβας δε παρεκάλει καμὲ σὺνἀκολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ αρχῆς ὑπηρέτην με αὐτῶν εἶναι καὶ ἐν τῆ κύπρω πάση ὑπηρέτησαι αὐτοῖς, ἄχρις οῦ κατήντησαν εἰς πέργην τῆς παμφυλίας, κακεὶ ἀπέμεινα χρόνους ἱκανοὺς. ὁ δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τοῦτον μεθ ἡμῶν ἐλθεῖν. καὶ οἱ ώντες ἀδελφοὶ ἐκεὶ ἐλεγον ὥστε με σὺν αὐτοῖς ἀκολουθήσαι· διὰ τὸ εὔχειν μοι ὑπάρχειν ἐως τέλους αὐτοῖς ἀκολουθήσαι· ὥστε λέγειν τον παύλον· ὅτι εἰ βούλη λαβεῖν ϊωάννην τὸν και μάρκον μετα σὲ αὐτοῦ, πορεύου ετέραν ὁδόν· οὐ γὰρ ἔλθης μεθ ἡμῶν. βαρνάβας δὲ ἐν εαὐτω γενόμενος· εἶπεν· ὄτι τὸν ἅπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ σὺνὁδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ. εἰ οὖν καὶ τοῦτο ἡδέη ἐστὶν περ παύλε, λαβὼν αὐτὸν πορεύομαι. καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ, καὶ ἐν τῶ ἁγίω πνι. κλίναντες τοίνυν τὰ γόνατα πρὸσηύξαντο. καὶ ἀναστενάξας παύλος έκλαυσεν, ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἢν ἡμᾶς κοινῶς καθῶς καὶ τὴν ψυχὴν καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανοις. ἐπειδὴ δὲ οὕτως σοι έδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ· ἵνα τελείως μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται· οἷδες γὰρ πῶς σοι ἐδούλευσα καὶ εἰς τὴν χάριν τοῦ θυ τὴν δοθήσαν σοι. πορεύομαι γὰρ ἐν κύπρω τεληωθήναι· καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι όψομαι τὸ πρόσωπόν σου περ παύλε. καὶ πεσὼν ἐπὶ τὴς γῆς εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανως. ὁ δὲ παύλος ἔφη προς αὐτόν· καμοὶ τη νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον· ἐκεὶ γὰρ αὐτῶ ἡτοίμαστε φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τη δοθήσει σοι χάριτι, πορεύου εἰς ϊεροσόλυμα προσκυνῆσαι ἐν τῶ ἁγίω τόπω, κακείθεν σοι δηχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοιμάσθη. ἡσπασάμεθα τοίγὰρ οὗν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας. κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικία, ἡρωτῶμεν περᾶσαι εἰς κύπρον καὶ ὁ ἄνεμος ἐναντίος ηὑρεθη. καὶ οὐκ ηδυνήθημεν περᾶσαι· ἥλθομεν δὲ ἐν τῶ κορασίω, καὶ εἰσελθόντων ἡμῶν παρὰ τὸν αἰγιἀλὸν ένθα πηγὴ ἣν, ἀνεψύξαμεν οὖν ἐκεῖ τὴν ὥραν μὴδενὶ ἑαὐτοὺς ἐμφανήσαντες, διὰ τὸ μὴ γνῶναι τινὰ ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου. ἐκεῖθεν δὲ ἦλθαμεν εἰς παλαίας τῆς ϊσαυρίας, κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ πιτυούση καλουμένη, καὶ χειμόνος γενομένου παρεβάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνὴρ τίς, εὔφημος ὀνόματι. ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονισίας, καὶ ἥλθομεν ἐν πόλει ἀνεμουρίω, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὕρομεν δύο ἔλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτον πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἣν ἔχετε ἐσθήτα, καὶ περιβαλῶ ὑμᾶς ἐσθήτα, ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῆ μώμος, ἀλλὰ πάντοτε λαμπρά ἐστίν. ξενισθέντες δὲ ἐπὶ τω λόγω ἡρώτων ἡμᾶς· τί ἐστὶν τὸ ἔνδυμα ἐκείνο· ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας· ἐἃν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάσεσθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκείνο, ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα. κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, παρακαλοῦντες καὶ λέγοντες· ἁξιοῦμεν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· κατὰγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν, ἐβάπτησεν αὐτοὺς, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υιυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἐαὐτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν ἁγίαν. λαβῶν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἔνα, καὶ ἐκ τῆς ἰδίας στολὴς ἐνέδυσεν τὸν ἔτερον. προσήνεγκαν δὲ αὐτῶ τα χρήματα αὐτῶν καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ῶν καὶ οἰ ναύται πολλὰ ἡδυνήθησαν κερδάναι. κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ ἠσπασάμεθα αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηὐλογήσαμεν αὐτούς. ὁ δὲ εἶς ἐξ αὐτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο σὺνακολουθήσαι ἡμῖν καὶ οὐκ έασεν βαρνάβας. διὰπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν κύπρω, καὶ ἐλθόντες ἐν τῶ λεγομένω κρομυακιάτη, ηυρῶμεν τίμoνα, καὶ ρίστωνα, τοὺς ἱεροὺς δοῦλους, πρὸς οὺς καὶ ἐξενήσθημεν. τίμων δὲ συνήχετο πυρετῶ πολλῶ· ὦ καὶ ἐπὶθέντες τὰς χείρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αὐτοῦ, ἐπὶκαλεσάμενοι τὸ όνομα ιυ. ἣν δὲ ὁ βαρνάβας μαθήματα παρα ματθαίου εἰληφῶς, βίβλον τῆς τοῦ θυ φωνὴς καὶ ποιἡμάτων σύγγραμμα· ταύτην ἐπὶτιθεὶς πάσιν τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει. γενομένων δε ἡμῶν ἐν τῆ πόλει λαπιθῶ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρω, οὐκ έασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει, ἀλλὰ προς τῆ πύλη ἀνεψύξαμεν μικρόν· τίμων δὲ μετὰ τὸ ἀναστήναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν ἇμα ἡμῖν. ἐξελθόντες δὲ τῆς λαπηθοῦ διὰ τῶν ὁρέων διοδεύσαντες ἤλθομεν εἰς κόμην λαμπαδίστου, ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρῶντες καὶ ἡρακλεῶνα ὄντα ἐκεῖ, ἐξενίσθημεν παρ αὐτοῦ. οὗτος ἢν ἀπὸ τῆς ταμασίων, ἐλθὼν ἐπὶσκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὸν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπὶ τῆς κιτιεῶν, συντυχίαν πεποικῶς μετὰ παύλου πρὸς αὐτὸν· ὧ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ἡρακλείδην. χειροτονίσαντες αὐτὸν εἰς ἐπίσκοπον τῆ κύπρω, καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθήσιν μετ αὐτοῦ παρεθεμεθα αὐτῶ τὸν λόγον τοῦ θυ. διἐλθόντων δὲ ἡμῶν τὸ ὅρος τὸ καλούμενον χιονῶδες, κατηντήσαμεν ἐν παλαιᾶ πάφῶ, κακεῖ ηὕραμεν ῥόδονα τινὰ ἱεροδουλον, ὃστις καὶ αὐτὸς πιστεύσας σὺνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δὲ ϊοὐδαίω τινι ὀνόματι βαρισσοῦ ἐρχομένω ἀπὸ της πάφου, ὅστις καὶ ἐγνώρισεν βαρνάβαν ὄντα πρώην μετα παύλου· οὕτος οὐκ έασεν ἡμᾶς εἰς τὴν πάφον, ἀλλ’ ὑποστρέψαντες ἥλθομεν ἐν τω κουρίω. καὶ ηὕρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὅρει ἐπιτελούμενον πλησιον τῆς πόλεως, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλήθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τοῦτω ὁ βαρνάβας ἐπιστραφεῖς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λυποὶ ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος, τῶ ὅντι πλησίον. ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου, πολὺ πλήθος ϊουδαίων ὃν, ἐκεῖ ὑπὸβληθὲν ὑπὸ τοῦ βαρισσοῦ ἔστη ἔξω τῆς πόλεως, καὶ οὐκ έασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ’ ὑπὸ τὸ δένδρον τὸ ὂν ἐν τῶ ὅρει πλησίον τῆς πόλεως, ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ. τῆ δε ἐπιούση ἥλθαμεν ἐν κῶμη τινὶ, ἔνθα ἁριστοκλιανὸς κατέμενεν· οὕτος λεπρὸς ὣν ἐκαθαρίσθη ἐν αντιοχεία, ὃν καὶ ἐσφράγισαν παύλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω διὰ τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ. ἐξενήθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ όρει, κακεὶ ἐμείναμεν ἡμέραν μίαν. ἐκεῖθεν δὲ, ἥλθομεν ἐν αμαθοῦντι, καὶ πολὺ πλήθος ἢν ἐλλήνων ἐν τῶ ἱερῶ, ἐν τῶ ὅρει ἀσέμνων γυναικῶν τε καὶ ἀνδρῶν σπενδόντων κακει. πρὸσελθὼν οὗν ὁ βαριησοῦς, σὺνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ έασεν ἡμᾶς εἰσελθεῖν εις τὴν πόλιν, εἰ μὴ γυνὴ τίς χήρα ὡς ἐτῶν ὁγδοήκοντα καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα, πρὸσχοῦσα ἐδέξατο ἡμᾶς ἐν τῶ οἶκω αὐτῆς μίαν ώραν. ἐξερχομένων δὲ ἡμῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετειναξεν κατέναντι τοῦ ἱεροῦ ἐκείνου, ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο. ἐκεῖθεν δὲ ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ἡμῶν· καὶ ἐλθόντων ἡμῶν εἰς κίτιεἰ πολλοῦ θορύβου γενομένου, κακεῖ ἐν τῶ δρομίω αὐτῶν, μαθῶντες παρήλθομεν τὴν πόλιν ἐκτειναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὶ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψήξαμεν, πλησίον τοῦ ὑδραγωγίου. ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῶν κιτιέων, ἤλθομεν ἐπὶ σαλαμίνα καὶ κατηχήθημεν ἐν ταῖς λεγομέναις νήσοις, ένθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. κακεῖ πάλιν εὐρῶντες ἡρακλίδην ἐδιδάξαμεν αὐτὸν πῶς δεῖ κηρύσσειν τῶ τοῦ χυ εὐαγγέλιον, καθηστᾶντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν σαλαμήνη, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἣν λαβὼν παρα ματθαίου, ἥρξατο διδάσκειν τοὺς ϊουδαίους. καταντήσαντος δὲ τοῦ βαριησίου, μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχηθήναι ϊουδαίους οὐκ ολίγους ὑπὸ βαρνάβα, θυμωθεὶς ὁ βαριἡσοὺς, συνήξεν πᾶν τὸ πλήθος τῶν ϊοὐδαίων καὶ εζήτησαν κατασχεῖν τὸν βαρνάβαν καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμῶνι τῆς σαλαμίνης. καὶ ὡς έδησαν αὐτὸν πρὸς τὸ ἀπαγαγεῖν αὐτὸν, πρὸς τὸν ἡγεμῶνα εὐσεβοὺς ἰεβοσαίου συγγενοὺς νέρωνος κρατήσαντος ἐν κύπρω, μαθῶντες οἱ ϊουδαίοι λαβόντες τὸν βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου καὶ σύραντες ἐπὶ τὸ ἱπποδρομίον ἀπὸ τῆς συναγωγῆς, καὶ περάσαντες ἐξω τῆς πύλης κατέκαυσαν αὐτὸν πυρί ὤστε καὶ τὰ ὁστὰ αὐτοῦ κονιὰν γενέσθαι. εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ λαβόντες τὴν κονιὰν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτόν. εὐρῶν δὲ καιρὸν τῆς νυκτός ἐγὼ ϊωάννης, ὁ καὶ μετονομασθὴς μάρκος, καὶ τοῦτον μετα τίμονος καὶ ῥώδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρῶντες σπήλαιον κατηγάγωμεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ έθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει· ἀπὸκεκρυμμένον δὲ τόπον εὐρόντες ἐν αὐτῶ ἀπεθέμεθα ἄμα τοῖς μαθήμασιν, οἷς παρέλαβεν παρα ματθαίου. ἣν δὲ ὧρα τετάρτη τῆς νυκτὸς, δευτέρα σαββάτω. μηνὶ παϋνι εἰς τὰς δεκα ἐπτὰ κατ αιγυπτίους, τῆς δὲ γενεάς ἔτους δωδεκάτου, κατὰ δὲ ρωμαίους μηνὶ ἰουνίω εἰς τὰς ένδεκα. ὡς δὲ ἐκρύβημεν ἐν τόπω, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ἡμῶν, καὶ μόλις εὐρῶντες κατεδιωξαν ἡμᾶς ἔως τῆς κώμης ἀεδρῶν·καὶ εὐρῶντες κακεὶ σπήλαιον ἐν τῶ ὅρει πλησίον τῆς κώμης, ἀνελθῶντες κατεφύγωμεν ἐν αὐτῶ, καὶ οὕτως δὲ ἐλίθασαν ἡμᾶς. ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς, καὶ ἀναχωρισάντων τῶν ϊουδαίων ἐξελθώντες κατελείψαμεν τὸν τόπον. προσλαβόμενοι δὲ ἁρίστωνα καὶ ρόδωνα ἥλθωμεν ἐν κόμη λιμνήτι. εὐρῶντες δὲ πλοίον αἱγύπτιον ἀνήλθωμεν ἐν αὐτῶ καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρία. κακεὶ ἐκεινα διδάσκων τοὺς πρὸσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐἁγγελιζόμενος ἄπερ ἐδιδάχθην ὑπὸ τῶν ἀπὸστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με εἰς τὸ ὄνομα του πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς, τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὖδατι τοῦ παπτίσματος, ἐν ῶ ἐλπίζω πρὸσἐνέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν. |
μηνὶ ἰουνίω ι̅α̅ περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου ἀποστόλου βαρνάβα· κε ευ° ἐπειδήπερ ἀπο τῆς καθόδου τῆς τοῦ σρς ἡμῶν ιυ χυ παρουσίας τοῦ ἀόκνου καὶ εὐσπλάγχνου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ ἰατροῦ· τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν· ἐθεασάμην καὶ ἴδον ἐγὼ· καὶ ἐδούλευσα προθύμως· ἀναγκαῖον ὡήθην ἃ ἴδον μυστήρια καὶ ἤκουσα ἐξηγήσασθαι·ἐγὼ ϊωάννης συνακολουθῶν βαρνάβα καὶ παύλω τοῖς ἀποστόλοις ὑπηρέτης ὦν τὸ πρὶν μὲν κυρίλλου τοῦ ἀρχϊερέως· νῦν δὲ χάρις πνς ἁγίου λαβὼν διά τε πέτρου τοῦ ἀποστόλου, καὶ βαρνάβα καὶ παύλου, τῶν ἀξιων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με· μετὰ δὲ τὸ βαπτισθῆναί με· ἴδον ἐν οράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῆ στολῆ περιβεβλημένον καὶ εἶπεν μοι· θάρσει ϊωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομάσθη μάρκος· καὶ ἡ δόξα σου ἐν όλω τῶ κόσμω κηρυχθήσεται· καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπο σοῦ καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θυὡς δὲ τὸ ὄραμα εἶδον σύντρομος γενόμενος ἀπελθὼν πρὸς τοὺς πόδας βαρνάβα, ἀπήγγειλα αὐτῶ. ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια· παῦλος δὲ ὁ ἀπόστολος οὐκ’ ἦν ἔγγιστα, ἡνίκα ἀνεθέμην τὰ τοιαῦτα ρήματα· εἶπεν δέ μοι βαρνάβας· μηδενὶ ἐξείπης τὴν δύναμιν ἧν ἴδες· γνῶθι γὰρ ὅτι καμοὶ τῆ νυκτὶ ταύτη παρέστη ὁ κς λέγων· θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὐπερ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν, καὶ ἀπαλλοτριωθῆναι τοῦ ἔθνους σου, οὕτως καὶ τελειωθήση· πλὴν καὶ τὸν ὄντα ἐγγὺς ὑμῶν ὑπηρέτην, καὶ αὐτὸν συλλαβοῦ μεθ εαυτοῦ· ἔχει γάρ τινα μυστήρια θεηκά·νῦν οὖν τέκνον, φύλαξον σὲ αὐτῶ τὰ ρήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει ταῦτα δι εμου· κατηχηθέντες οὖν παρ αυτοῦ· ἐμείναμεν ἐν ϊεροσολύμοις ἡμέρας ἰκανάς· καὶ ἤλθομεν ἐν αντιοχεία· ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν σελευκια. ἐκεῖ δὲ προσμείναντες ἡμέρας τρεῖς, ἀπεπλεύσαμεν ἐν κύπρω. καὶ ήμην ἐγὼ διακονῶν αὐτοῖς· ἄχρις οὗ περιήλθομεν πᾶσαν τὴν κύπρον·ἀναχθέντες δὲ ἀπο τῆς κύπρου κατήχθημεν ἐν πέργη τῆς παμφυλίας· κακεῖσε λοιπὸν παρέμεινα ὡς μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη πορεύεσθαι· καὶ οὐκ εἴασέν με τὸ πνα τὸ ἅγιον·ἐπιστρέψας δὲ πάλιν, ἐζήτησα τοὺς ἀποστόλους· καὶ μαθῶν ὅτι ἐν αντιοχεία ἦσαν, ἐπορεύθην πρὸς αὐτοὺς· ηὗρον δὲ τὸν παῦλον ἀπὸ τοῦ κόπου καὶ τῆς ὁδοιπορίας ἐν αντιοχεία·βαρνάβας δὲ παρεκάλει ὥστε εἰσελθεῖν αὐτοὺς εἰς κύπρον· καὶ ποιῆσαι τὸν χειμῶνα· καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς ϊλημ τῆ ἑορτῆ·πολλῆ τοίνυν φιλονικεία μεταξὺ αὐτῶν ἐγίνετο· βαρνάβας δὲ παρεκάλει καμὲ συνακολουθῆσαι αὐτοῖς· δια τὸ ἐξ αρχῆς ὑπηρέτην με αυτῶν εἶναι· καὶ ἐν τῆ κύπρω πάση ὑπηρετήσαι αὐτοῖς ἄχρις οὗ κατηντήσαμεν εἰς πέργην τῆς παμφυλίας, κακεῖ ἀπέμεινα χρόνους ἱκανούς· ὁ δὲ παύλος κατέκραζεν τῶ βαρνάβα λέγων· ὅτι ἀδύνατον τούτον μεθ ἡμῶν ἐλθεῖν· καὶ οἱ ὄντες ἀδελφοὶ ἐκεῖ ἔλεγον· ὥστέ με σὺν αὐτοῖς ἀκολουθῆσαι δια τὸ εὐχήν μοι ὑπάρχειν· ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι. ὥστε λέγειν τὸν παῦλον· ὅτι εἰ βούλει λαβεῖν ϊωάννην καὶ μάρκον μετὰ σὲ αυτοῦ· πορεύου εἰς ετέραν ὁδόν, οὐ γὰρ ἔλθεις μεθ ημῶν· βαρνάβας δὲ ἐν εαυτῶ γενόμενος, εἶπεν· ὅτι τὸν ἄπαξ δουλεύσαντα τῶ εὐαγγελίω καὶ συνοδεύσαντα ἡμῖν· οὐκ αποστρέφεται ἡ χάρις τοῦ θυ· εἰ οὖν καὶ τοῦτο ἡδύ σοι ἐστιν περ παῦλε, λαβῶν αὐτὸν πορεύομαι· καὶ αὐτὸς ἔφη· πορεύου ἐν τῆ χάριτι τοῦ θυ· καὶ ἡμεῖς ἐν τῶ πνι τῶ ἀγίω· κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο· καὶ ἀναστενάξας παῦλος ἔκλαυσεν·ὁμοίως δὲ καὶ βαρνάβας λέγοντες πρὸς ἀλλήλους· καλὸν μὲν ἦν ημᾶς κοινῶς· καθῶς καὶ τὴν ψυχὴν, καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ανθρώποις· ἐπειδὴ δὲ οὕτως σὺ ἔδοξεν περ παύλε, πρόσευξαι ὑπερ εμοῦ, ἴνα τέλειός μοι ὁ κάματος εἰς ἀνάπαυσιν γένηται·οἶδας γὰρ πῶς σοι ἐδούλευσα· καὶ εἰς τὴν χάριν τοῦ χυ τὴν δοθεῖσάν σοι, πορεύομαι γὰρ ἐν κύπρω τελειωθῆναι καὶ σπεύδω· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου περ παῦλε· καὶ πεσὼν ἐπὶ τῆς γῆς εἰς τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ἱκανῶς·ὁ δὲ παῦλος ἔφη πρὸς αὐτὸν·καμοὶ τῆ νυκτὶ ταύτῆ παρέστη ὁ κς λέγων· μὴ βιάση βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς κύπρον·ἐκεῖ γὰρ αὐτῶ ἡτοίμασται φωτίσαι πολλούς· καὶ σοι δὲ ἐν τῆ δοθείση σοι χάριτι· πορεύου εἰς ϊεροσόλυμα προσκυνήσαι ἐν τῶ ἁγίω τόπω· κακεῖθεν σοι δειχθήσεται, ποῦ σοι τὸ μαρτύριον ἡτοίμαστθη·ἡσπασάμεθα τοιγαρ οὖν ἀλλήλους, καὶ παρέλαβέν με βαρνάβας· κατελθόντες δὲ καὶ εὐρόντες πλοῖον ἐν λαοδικεία. ηρωτῶμεν περᾶσαι εἰς κύπρον· καὶ ὁ ἄνεμος ἐναντίος ηυρέθη καὶ οὐκ ηδυνήθημεν· ήλθομεν δὲ ἐν τῶ κορασίω. καὶ εισελθόντων ἡμῶν παρα τὸν αἰγιαλὸν ἔνθα πηγῆ ἦν ἀνεψύξαμεν ἐκεῖ τὴν ὥραν, μηδενὶ ἑαυτοὺς ἐμφανίσαντες· διὰ τὸ μὴ γνῶναίτινα, ὅτι ἀπεχωρίσθη βαρνάβας τοῦ παύλου·ἐκεῖθεν δὲ ἤλθομεν εἰς παλαιᾶς τῆς ϊσαυρίας· κακεῖθεν ἐλθόντες ἐν νήσω τινὶ, πιτυούση καλουμένη· καὶ χειμῶνος γενομένου παρεκάλομεν ἡμέρας τρεῖς· καὶ ἐδέξατο ἡμᾶς ἀνηρ τις εὐφημος ὀνόματι· ἐκεῖθεν δὲ παρεπλεύσαμεν τὰς ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει ἀνεμουρίω· καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῆ, ηὔρομεν δύο ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς, ἐπηρώτων πόθεν καὶ τίνες ἐσμὲν·εἶπεν δὲ αὐτοῖς βαρνάβας· εἰ βούλεσθαι γνῶναι πόθεν ἐσμὲν, ἀπορρίψατε ἧν ἔχετε ἐσθῆτα· καὶ περιβαλῶ ὑμᾶς ἐσθῆτα. ήτις οὐδέποτε ρυπαίνεται οὐδὲ ἐστιν ἐν αυτῆ μῶμος ἀλλὰ πάντοτε λαμπρά ἐστιν· ξενισθέντες δὲ ἐπι τῶ λόγω, ηρώτων ἡμᾶς· τί ἐστιν τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλετε ἡμῖν διδόναι· εἶπεν δὲ αὐτοῖς βαρνάβας. ἐὰν ἐξομολογεῖσθε τὰς ἁμαρτίας ὑμῶν· καὶ συντάσησθε τῶ κω ιυ χω, λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστιν ἄφθαρτον εἰς τὸν αἰῶνα·κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνς, ἔπεσον εἰς τοὺς πόδας αυτοῦ παρακαλοῦντες καὶ λέγοντες·ἀξιοῦμέν σε περ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο·καταγαγὼν δὲ αυτοὺς κάτω εἰς τὴν πηγῆν, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο τὴν στολὴν τὴν ἁγίαν· λαβὼν δὲ παρ εμοῦ μίαν στολὴν, ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς, ἐνέδυσεν τὸν ἕτερον· προσήνεγκαν δὲ αὐτῶ τὰ χρήματα αὐτῶν, καὶ εὐθέως διέδωκεν αὐτὰ βαρνάβας πτωχοῖς· ἀφ ὡν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδάναι·κατελθόντες δὲ ἐν τῶ αἰγιαλῶ, ἡσπασάμεθα καὶ ἐλαλήσαμεν αὐτοῖς τὸν λόγον τοῦ θυ, καὶ ηυλογήσαμεν αὐτοὺς· ὁ δὲ εἶς ἐξ αυτῶν ὁ κληθεὶς στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν, καὶ οὐκ εἴασεν βαρνάβας·διαπερασάντων δὲ ἡμῶν, κατεπλεύσαμεν ἐν κύπρω· καὶ ελθόντες ἐν τῶ λεγομένω κρομυακιάτη· ηύρομεν τίμωνα καὶ ἀρίστωνα τοὺς ἱεροδούλους· πρὸς οὺς καὶ ἐξενίσθημεν· τίμων δὲ συνείχετο πυρετῶ πολλῶ, ὧ καὶ ἐπιθέντες τὰς χεῖρας, εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν ἀπ αυτοῦ. ἐπικαλεσάμενοι τὸ ὄνομα ιυ· ἦν δὲ ὁ βαρνάβας, μαθήματα παρα ματθαίου εἰληφῶς βίβλον τῆς τοῦ θυ φωνῆς· καὶ ποιημάτων σύγγραμμα ταύτην ἐπιτιθεις πᾶσιν τοῖς ἀσθενοῦσιν ὁ βαρνάβας, κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν εὐθέως τῶν παθῶν ἴασιν ἐποίει·γενομένων δὲ ἡμῶν ἐν πόλει λαπίθων καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῶ θεάτρῶ, οὐκ είασαν ἡμᾶς εἰσελθεῖν ἐν τῆ πόλει· ἀλλὰ πρὸς τῆ πύλῆ ἀνεψύξαμεν μικρόν·τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ῆλθεν ἅμα ἡμῖν· ἐξελθόντες δὲ τῆς λαπίθου δια τῶν ὀρέων διοδεύσαντες, ήλθομεν εἰς κώμην λαμπαδιστοῦ· ὅθεν ὑπῆρχεν καὶ τίμων· πρὸς ὸν εὐρόντες καὶ ἡράκλέωνα ὄντα ἐκεῖ· ἐξενίσθημεν παρ αυτῶ·οὗτος ἦν ἀπο τῆς ταμασίων ἐλθῶν ἐπισκέψασθαι τοὺς οἰκείους αυτοῦ· προς ὸν ἀτενίσας ὁ βαρνάβας ἀνεγνώρισεν αὐτὸν, πρώην ἐπι τῆς κιτιέων συντυχίαν πεποιηκὼς μετὰ παύλου πρὸς αὐτόν· ὦ καὶ πνα ἅγιον ἔδωκαν μετονομάσαντες αὐτὸν ηρακλείδην. χειροτονήσαντες αὐτὸν εἰς επίσκοπον τῆ κύπρω· καὶ ἐκκλησίαν ἐπιστηρήσαντες ἐν σπηλαίω ἐν ταμασῶ καὶ τοῖς ἐκεῖ οὖσιν ἀδελφοῖς κατηχηθεῖσιν μετ αυτοῦ παρεθέμεθα αὐτῶ τὸν λόγον τοῦ θυ· διελθόντων δὲ ημῶν τὸ ὄρος τὸ καλούμενον χειονῶδες, κατηντήσαμεν εν παλαιᾶ πάφω· κακεῖ ηύραμεν pοδονα τινὰ ἱερόδουλον· ὅστις καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ημῖν· συνηντήσαμεν δὲ ϊουδαίω τινὶ ὀνόματι βαρισσου, ἐρχομένω ἀπο τῆς πάφου· ὅστις καὶ ἐγνώρισεν βαρνάβαν, ὄντα πρώην μετὰ παύλου· οὕτως οὐκ είασεν ἡμᾶς εἰς τὴν πάφον· ἀλλ ὑποστρέψαντες ήλθομεν ἐν τῶ κουρίω. καὶ ηύρομεν δρόμον τινὰ μιαρὸν ἐν τῶ ὄρει ἐπιτελούμενον, πλησίον τῆς πόλεως ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλει τὸν δρόμον· τούτω ὁ βαρνάβας ἐπιστραφεὶς ἐπετίμησεν καὶ κατέπεσεν τὸ ἀπο δυσμῶν μέρος, καὶ πολλοὺς τραυματίας ἐποίησεν· πολλοὶ δὲ ἐξ αυτῶν καὶ ἀπέθανον· οἱ δὲ λοιπὸν ἔφυγον ἐν τῶ ἱερῶ τοῦ ἀπόλλωνος τῶ ὄντι πλησίον· ἐλθόντων δὲ ἡμῶν πλησίον τοῦ κουρίου πολὺ πλῆθος ϊουδαίων ὂν ἐκεῖ ὑποβληθὲν ὑπὸ τοῦ βαρισσου ἔστη ἔξω τῆς πόλεως· καὶ οὐκ είασαν ημᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· ἀλλ ὑπὸ τὸ δένδρον τὸ ὃν ἐν τῶ ὄρει πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἐσπέραν καὶ ἀνεψύξαμεν ἐκεῖ·τῆ δὲ ἐπιούση ήλθομεν ἐν κώμη τινὶ ἔνθα ἀριστοκλιανὸς κατέμενεν· οὗτος λεπρὸς ὦν ἐκαθαρίσθη ἐν αντιοχεία·ὃν καὶ ἐσφράγισαν παῦλος καὶ βαρνάβας εἰς ἐπίσκοπον καὶ ἀπέστειλαν ἐν τῆ κώμη αὐτοῦ ἐν κύπρω· δια τὸ πολλοὺς ἕλληνας ὑπάρχειν ἐκεῖ·εξενίσθημεν δὲ ἐν τῶ σπηλαίω πρὸς αὐτὸν ἐν τῶ ὄρει· κακεῖ ἐμείναμεν ἡμέραν μίαν· ἐκεῖθεν δὲ ἤλθομεν ἐν αμαθοῦντι· καὶ πολῦ πλῆθος ἦν ἑλλήνων ἐν τῶ ἱερῶ ἐν τῶ ὄρει ἀσεμνων γυναικῶν τε καὶ ἀνδρῶν, σπενδόντων κακεῖ· προσελθὼν οὖν ὁ βαρισσους συνεσκεύασεν τὸ ἔθνος τῶν ϊουδαίων, καὶ οὐκ είασεν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν· εἰ μὴ γυνη τις χήρα ὡς ετῶν ὀγδοήκοντα, καὶ αὐτὴ τοῖς εἰδώλοις μὴ προσκυνοῦσα· προσχοῦσα, ἐδέξατο ἡμᾶς ἐν τῶ οἴκω αὐτῆς μίαν ὥραν· ἐξερχομένων δὲ ημῶν τὸν κονιορτὸν τῶν ποδῶν βαρνάβας ἐξετείναξεν κατέναντι τοῦ ἱεροῦ εκείνου· ἔνθα ἡ σπονδὴ τῶν μιαρῶν ἐγίνετο·ἐκεῖθεν δὲ ἐξελθόντες, ήλθομεν δια τῶν ἐρήμων τόπων· ἠκολούθη δὲ καὶ τίμων μεθ ημῶν·καὶ ἐλθόντων ημῶν εἰς κιτιεῖς, πολλοῦ θορύβου γενομένου κακεῖ ἐν τῶ δρομίω αὐτῶν μαθόντες παρήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ημῶν ἄπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῆ πύλη μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου· ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίω ἀπὸ τῆς κιτιέων, ήλθομεν ἐπι σαλαμινα· καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις νήσσοις· ἔνθα κατείδωλος ὁ τόπος ὑπήρχεν· καὶ ἐκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο·κακεῖ πάλιν εὑρόντες ηρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς δὴ κηρύσσειν τὸ τοῦ χυ εὐαγγέλιον· καθιστάντες ἐκκλησίας καὶ λειτουργοὺς ἐν αυταῖς·εισελθόντων δὲ ημῶν ἐν σαλαμῆνα· κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίων τῆς ἐπιλεγομένης βιβλίας· κακεῖ εἰσελθόντων ἡμῶν, ἀναπτύξας ὁ βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρα ματθαίου· ἤρξατο διδάσκειν τοὺς ϊουδαίους· καταντήσαντος δὲ τοῦ βαριησσου, μετα δύο ἡμέρας μετὰ τὸ κατηχηθῆναι ϊουδαίους οὐκ ολίγους ὑπο βαρνάβα θυμωθεὶς ὁ βαριησσοὺς· συνηξεν πὰν τὸ πλῆθος τῶν ϊουδαίων, καὶ ἐζήτησαν κατασχεῖν τὸν βαρνάβαν· καὶ παραδοῦναι ὑπάτω τῶ ἡγεμόνι τῆς σαλαμήνης, καὶ ὡς ἔδησαν αυτὸν πρὸς τὸ ἀπαγαγεῖν αυτὸν πρὸς τὸν ηγεμόνα εὐσεβοῦς ϊεβουσαίου συγγενοῦς νέρωνος· καταντήσαντος ἐν κύπρω· μαθόντες δὲ οἱ ϊουδαῖοι, λβόντες τὸν βαρνάβαν νυκτὸς, ἔδησαν ἐν σχοινίω κατὰ τοῦ τραχήλου. καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπο τῆς συναγωγῆς· καὶ περάσαντες ἔξω τῆς πύλης, κατέκαυσαν αὐτὸν πυρὶ, ὥστε καὶ τὰ ὁστᾶ αὐτοῦ κονίαν γενέσθαι·εὐθέως δὲ τῆ αὐτῆ νυκτὶ· λαβόντες τὴν κονίαν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδω ἀσφαλισάμενοι ἐσκέψαντο κατὰ τοῦ πελάγους ρίψαι αὐτὸν· εὐρῶν δὲ καιρὸν τῆς νυκτὸς ἐγὼ ϊωάννης ὁ καὶ μετονομασθεὶς μάρκος· καὶ τοῦτον μετα τίμων καὶ ρόδωνος βαστάσαι δυνηθεὶς, ἤλθομεν ἐν τόπω τινὶ, καὶ εὐρόντες σπήλαιον, κατηγάγομεν αὐτὸν ἐκεῖ· ἔνθα τὸ ἔθνος τῶν ϊεβουσαίων τὸ πρὶν κατώκει·ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες εν αυτῶ ἀποθέμεθα ἅμα τοῖς μαθήμασιν. οἶς παρέλαβεν παρὰ ματθαίου· ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρα σαββάτω· μενὶ παυνὶ ι̅ζ̅ κατ αιγυτπτίους· τῆς δὲ γενεας ἔτους δωδεκάτου·κατα δὲ ρωμαίους, μηνὶ ἰουνίω ι̅α̅·ὡς δὲ ἐκρύβημεν ἐν τόπω. ζήτησιν οὐκ ὀλίγην ἐποιήσαν οἱ ϊουδαῖοι καθ ημῶν καὶ μόλις εὐρόντες κατεδίωξαν ἡμᾶς. ἕως τῆς ποκώμης κώμης λεδρῶν· καὶ εὐρόντες κακεῖ σπήλαιον ἐν τῶ ὄρει· πλησίον τῆς κώμης ἀνελθοντες κατεφύγομεν ἐν αυτῶ· καὶ οὕτως διειλίθησαν εἰς ημᾶς· ἀπεκρύβημεν δὲ ἐν τῶ σπηλαίω ἡμέρας τρεῖς· καὶ ἀναχωρησάντων τῶν ϊουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον· προσλαβόμενοι δὲ ἀρίστωνα καὶ ρόδωνα, ήλθομεν ἐν κώμη λιμνήτι· εὐρόντες δὲ πλοῖον αἰγύπτιον ἀνήλθομεν ἐν αυτῶ· καὶ πλεύσαντες κατήχθημεν ἐν αλεξανδρεία· κακεῖ ἔμεινα διδάσκων τοὺς προσφεύγοντας ἀδελφοὺς τὸν λόγον τοῦ κυ, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος, ἄπερ ἐδιδάχθην ὑπο τῶν ἀποστόλων τοῦ χυ τῶν καὶ βαπτισάντων με, εἰς τὸ ὄνομα τοῦ πρς καὶ τοῦ υυ καὶ τοῦ ἁγίου πνς· τῶν καὶ μετονομασάντων με μάρκον ἐν τῶ ὕδατι τοῦ βαπτίσματος ἐν ὠ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ κυ διὰ τῆς χάριτος αὐτοῦ· αὐτῶ η δόξα εἰς τοῦς αἰῶνας ἀμήν. |